Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

580. δύο φάρεα] ἔθος τοὺς νεκροὺς δυσὶν καλύπτειν ἐσθῆσιν, ὅπως τὸ μὲν ἄνω τὸ δὲ κάτω σχῆμα. §. λαμβάνει (579) δὲ δῶρα [*](B+) ἢ ἐξιλεούμενος Πάτροκλον, ἢ ἵνα εἰς τὸν ἐπιτάφιον αὐτοῦ ἔχωσιν οἱ φίλοι, ἢ ὅτι ὁ Ζεὺς ἐκέλευσεν (580).

581. νέκυν πυκάσας] ὥστε ἀθεώρητον εἶναι τῷ πατρι.

584. χόλον οὐκ ἐρύσαιτο] Ῥιανὸς “κόλον,” οἳ δὲ “κόπον,” [*](Α-B+) ἄμεινον δὲ “γόον,” ἵνα μὴ ὑπερπαθήσας καταράσηται Ἀχιλλεῖ.

589. λεχέων ἐπέθηκεν ἀείρας] ἐμεμάρα〈ν〉το γὰρ ὁ θυμός. οὐκ [*](B=) ἄτοπος δὲἡ μεταβολή, Διὸς καὶ μητρὸς κοί τοῦ ἱκέτου μεταβαλλόντων.

592. μή μοι, Πάτροκλε] ὡς πρὸς παρόντα διαλέγεται τὸν Πάτρο- κλον οἰκτιζόμενος.

σκυδμαινέμεν] τοῦτο σκυδάζειν Σοφοκλῆς φησιν ἐν τῷ Αἴαντι(722).

594. ἐπεὶ οὔ μοι ἀεικέα δῶκεν ἄποινα] τινὲς ἀθετοῦσιν· τὴν [*](ΑB-) γὰρ Διὸς κέλευσιν αἰτίαν ὁμολογεῖν τῆς λύσεως ἔδει. πῶς δὲ δώσει τῷ ἀποθανόντι (595); τινὲς δὲ οὐκ ἀνάξια τῆς σῆς αἰκίας, ἄλλως τε ἔθος τοὺς φόνους ἐπὶ χρήμασι λύειν, “καί ῥ᾿ ὃ μὲν ἐν δήμῳ μένει αὐτοῦ πόλλ᾿ ἀποτίσας” (Il. 9. 634), “καὶ μέν τις τε κασιγνήτοιο φόνοιο ποινήν” (ib. 632).

595. καὶ τῶνδ᾿ ἀποδάσσομαι] ὅτι καὶ μετὰ ταφὴν ἀπένεμονχρή ματα.

598. τοίχου τοῦ ἑτέρου] τοῦ ἐναντίου.

[*](B=)

601. ὄψεαι αὐτὸς ἄγων] οὐκ ἐν τῇ σκηνῇ, ἀλλὰ καθ᾿ ὁδόν· [*](B-) παραμυθητικὸν δὲ τὸ τῆς διηγήσεως μῆκος· ἐπικουφίζεται γὰρ τὰ πάθη πρὸς ἀλλοτρίας συμφορὰς κουφιζόμενα.

[*](4. supplevi ex B ‖ 10. καταλύπτειν ‖ 11. σχῆ τὸ σῶμα coni. W, an σχῇ ? || 13. ὁ Ζεὺς W: οὕτως ‖ 15. Ῥιανὸς Heyne, ἔνιοι coni. Ludwich: ἑανοὶ ‖ pro κόλον Heyne coni. χόλον, Spitzner κότον ‖ 18. μεταπειθόντων vel tale quid coni. W || 21. κυδάζεται cod. Soph. 1. 1. ‖ 24. κακίας B ‖ 26. καὶ κὲν ‖ 30. τῆ σκηνῇ B: τῷ πένθει ‖ ὁδόν B: ὅλου ‖ 32. παραβαλλο- μενα vel tale quid corrigendum)
478
[*](A~B+)

602. **τὴν Νιόβην οἳ μὲν Πέλοπος, οἳ δὲ Ταντάλου. γυναῖκα δὲ οἳ μὲν Ἀμφίονος, οἳ δὲ Ζήθου, οἳ δὲ Ἀλαλκομενέω〈ς〉. ἐκαλεῖτο δὲ παρὰ Λυδοῖς Ἐλύμην. ἡ δὲ συμφορὰ αὐτῆς, ὡς μέν τινες, ἐν Λυδίᾳ, ὡς δὲ ἔνιοι, ἐν Θήβαις· Σοφοκλῆς ⌈δὲ⌋ (p. 181 N.) τοὺς μὲν παῖδας ἐν Θήβαις ἀπολέσθαι, νοστῆσαι 〈δὲ〉 αὐτὴν εἰς Λυδίαν. ἀπώλετο ⌈δέ⌋, ὥς τινες, συνεπι⌈ορ⌋κήσασα Πανδάρ⌈ῳ⌋ περὶ τοῦ κυνός, ὡς δὲ ἔνιοι, ἐνεδρευθεῖσα ὑπὸ τῶν Σπαρτῶν ἐν Κιθαιρῶ⌈νι⌋. οἳ δὲ [*](B=)δύο Νιόβας Πέλοπος καὶ Ταντάλου. §. ὡς Θηβαῖον ὄντα τὸν μῦθον καὶ ἀγνοούμενον Πριάμῳ ⌈ἐπ⌋εξεργάζεται.

καὶ γάρ τʼ ἠύκομος Νιόβη] τινὲς ἧττον τὸ κατὰ Νιόβην φασίν· οὗτος γὰρ ν΄ ἀπώλεσεν. ἀλλʼ οὐχ ἅμα πάντας· ἐκείνη δὲ ἄρδην.

[*](A=)

604. *υἱέες] “υἱέες” καὶ “υἱεῖς” διχῶς.

[*](B=)

605. τοὺς μὲν Ἀπόλλων] ῥητορικῶς ἀνέστρεψε τὴν διήγησιν. 〈ἔ〉φαγε γὰρ καὶ Νιόβη. τίς αὕτη; ἀπολέσασα δώδεκα παῖδας. ὑπὸ τίνος; ὑπὸ Ἀπόλλωνος. διὰ τί; διʼ ὑπερηφανίαν.

[*](B–)

τοὺς μὲν Ἀπόλλων] ἴσως ὑπὸ λοιμοῦ ἀπολόμενοι ἐνομίσθησαν οὕτω τεθνάναι. Ἱπποκράτης δὲ ἐν τῷ περὶ ὀξέων παθῶν (π. διαίτης ὀξέων c. 17) φησιν ὡς τοὺς 〈ὑπὸ〉 ὀρθοπνοίας καὶ ῥέγκους ἀπολ- λυμένους ᾤοντο βλητοὺς εἶναι, καθὸ τούτων μετὰ θάνατον ἡ πλευρὰ 〈πελιὰ〉 εὑρίσκεται διὰ τὸ μὴ ἀπηλλαγμένους τῶν ὀδυνῶν τελευτᾶν.

[*](B–)

608. ἣ δʼ αὐτή] αὐτὴ δέ. ὡς “ὃ δʼ ἐρεύγετο” (Od. 9. 374) ἐρεύγετο δέ. ἰδία δὲ ἡ μεταστροφή· οὐκ εἶπε γὰρ ‘ἑαυτὴν δὲ τετοκέναι πολλούς.ʼ

[*](B=)

610. κέατʼ ἐν φόνῳ] τῷ τόπῳ οὗ ἐφονεύθησαν.

[*](A~B=)

611. λαοὺς δὲ λίθους ποίησε] ἀσυμπαθεῖς· ὠργίζοντο γὰρ αὐτῇ, ἐπεὶ διὰ τὴν αὐτῆς ἀσέβειαν ἀπώλοντο ἄν. πολλάκις γὰρ καὶ σύμπασα πόλις.

[*](B=)

612. θάψαν θεοί] ταῦτα πρὸς τὸ μὴ ἀμελεῖν κηδείας, εἴγε καὶ θεομισεῖς ὄντας ἔθαψαν.

[*](A~B+)

613. ἣ δʼ ἄρα σίτου μνήσατο] οὐκ ἄρα ἐλιθώθη καθʼ Ὅμηρον· Λυδοὶ δέ φασιν, ὅτι Ἀσσωνίδης ἐρασθεὶς αὐτῆς καὶ μὴ πεισθείσης [*](2, 5.s upplevi ex Eust. ‖ 3. ‘an Ἐλυμηνήʼ W ‖ 6. evanida ⌈ορ⌋ suppl. W, cf. schol. Od. 20. 66 ‖ 14. γὰρ καὶ B: καὶ γὰρ ‖ 17. παθῶν om. Eust. ‖ 18. supplevi ex B Eust. Hipp. ‖ ὀρθοπνοίας Eust.: ὀρθοπνοίης B Hipp. qui τῆς add., -οιεῖς ‖ τοῦ ῥέγκους Hipp., κυνάγχης B Eust. ‖ 20. supplevi ex Hipp. ‖ εὑρίσκεται Hipp.: -ετο ‖ 25. contusa; ἀσ. ὀλίγου δεῖν ἡ σύμπασα πόλις ἀπώλετο ἄν B ‖ 31. Ἀσωνίδης B Eust., Ἀσσάων Parthenius XXXIII, Ἀσσονίδης)

479
ἐπ᾿ ἄριστον τοὺς παῖδας καλέσας ἐνέπρησεν· ἣ δὲ φυγοῦσα ηὔξατο λιθωθῆναι· τινὲς δὲ εἰς κρύσταλλον αὐτὴν μεταβεβλῆσθαί φασιν.

614— 617. νῦν δέ που ἐν πέτρῃσιν—] ἀθετοῦνται δ΄· πῶς γὰρ ἡ [*](Α+B=) λίθος τροφῆς ἐγεύσατο (602); τί δὲ ὁ Αἰτωλῶν ποταμὸς ἐν Σιπύλῳ ποιεῖ; πῶς τε λίθος οὖσα κήδεα πέσσει:

615. Σιπύλῳ] πόλις Λυδίας ἐστίν· καὶ Πίνδαρος (Ol. 1. 24) [*](B-) “Λυδοῦ Πέλοπος” φησίν· οἳ δὲ Θηβῶν τὴν Σίπυλον, ἐπεὶ καὶ ἐκεῖ τὰ περὶ Νιόβην φασίν· θεῶν δὲ “εὐνάς,” ὅτι πατρὶς θεῶν· καὶ Πίνδαρος (Nem. 1. 3) “δέμνιον Ἀρτέμιδος” τὴν Ὀρτυγίαν φησίν. Ῥέα γὰρ φοβηθεῖσα τὰς ἀπειλὰς Κρόνου σὺν ταῖς θυγα- τράσιν ᾤκισε Σίπυλον κρυφίως, καὶ ἱερὸν αὐτῆς ἐκεῖ.

616. αἵ τ᾿ ἀμφ᾿ Ἀχελώιον ἐρρώσαντο] φιλοσόφως· ἐρρωμένην [*](Β-) δεῖ καὶ τὴν τῶν θηλειῶν ὄρχησιν γίνεσθαι, ὃ καὶ Ἡσίοδος (Theog. 4) ἐπὶ τῶν Μουσῶν.

ἄλλως: αἵ τ᾿ ἀμφ᾿ Ἀχελώιον] τινὲς “αἵ τ᾿ ἀμφ᾿ Ἀχελήσιον” [*](ΑB+) —ποταμὸς δὲ Λυδίας, ἐξ οὗ πληροῦται Ὕλλος—καὶ Ἡροκλέα νοσή- σαντα ἐπὶ τῶν τόπων, ἀναδόντων αὐτῷ θερμὰ λουτρὰ τῶν ποταμῶν, τοὺς παῖδας Ὕλλον καλέσαι καὶ τὸν ἐξ Ὀμφάλης Ἀχέλητα, ὃς Λυδῶν ἐβασίλευεν. εἰσὶ δὲ καὶ “νύμφαι Ἀχελήτιδες,” ὥς φησι Πανύασσις (fr. 17 K.). Οἳ δὲ “Ἀχελώιον” ὁμώνυμον τῷ Αἰτωλῷ. εἶναι δὲ καὶ ἄλλον περὶ Δύμην τῆς Ἀχαίας, καὶ ἄλλον περὶ Λάρισσαν τῆς Τρῳάδος. καὶ πᾶν ὕδωρ Ἀχελῷόν φασιν· ὁ γὰρ ἐν Δωδώνῃ θεὸς παρῄνεσεν Ἀχελῴῳ θύειν· ὅθεν καὶ Ἀθηναῖοι καὶ Διδυμαῖοι καὶ Ῥόδιοι καὶ Σικελιῶται αὐτὸν τιμῶσιν. Ἀκαρνᾶνες δὲ καὶ ἀγῶνα αὐτῷ ἐπιτελοῦσιν.