Scholia in Iliadem
Scholia in Homerum
Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.
673. *προδόμῳ] τῇ αἰθούσῃ.
674. πυκινὰ—μήδε᾿ ἔχοντες] τοῦτο ἐν τῷ καθόλου, οὐ τότε μόνον.
680. ὅπως Πρίαμον βασιλῆα] δεῖ οὖν καὶ ἡμᾶς δεομένους τοῦ [*](B=) θεοῦ μὴ εἰκῇ τι πράσσειν.
681. ἱεροὺς πυλαωρούς] πιστούς, ἢ σωτῆρας· καὶ “φυλάκων [*](B-) ἱερὸν τέλος” (Il. 10. 56). §. καὶ ὑπὲρ τὴν πρόσταξιν δὲ Διὸς ποιεῖ ἐλεῶν τὸν γέροντα, ὥς που φησὶν “ἀνδρὶ ἑτα〈ι〉ρίσσαι” (335).
686. σεῖο δέ κεν ζῳοῦ] ταῦτα ἐπίτηδες πρὸς ἀποτροπὴν τοῦ [*](B=) κοιμᾶσθαι αὐτόν.
699. ἀλλ᾿ ἄρα Κασάνδρη] διὰ τὴν συμπάθειαν, ὡς Νέστωρ 〈οὐ〉 [*](B=) [*](1. παρόντος dubitanter W; ὑπὲρ τοῦ ‖ 2. καὶ: ἢ || 8. τῆς W; τοῦ 9. μεσότητος ut B, cf. l. 11 ‖ 15. Ἀρίσταρχος A pro Δίδυμος ‖ 18. ἔχων 25. οὐ τότε Bekker: ἄτοτε || 34. suppl. W)
ἰκέλη —Ἀφρο〈δί〉τῃ] κατ᾿ ἐπιφορὰν εἴρηται· ἔδει γὰρ παρθένον Ἀρτέμιδι εἰκάζειν, ὡς Ναυσικάαν (Od. 6. 102).
[*](A-)701. ἑσταότα] Ἀρίσταρχος “ἑστεῶτα·” διχῶς δὲ ὁ ποιητής φησιν.
[*](B=)703. πᾶν κατὰ ἄστυ] ἡ χαρὰ γὰρ ἰσχὺν δίδωσιν· ἐχάρη δὲ ἰδοῦσα τὸν νεκρὸν ἀπροσδοκήτως ἀγόμενον.
704. ὅψεσθε] ὡς “ἄξετε δὲ Πριάμοιο βίην (Il. 3. 105) καὶ “οἴσετε δ᾿ ἄρνε” (ib. 103).
[*](B-)706. χαίρετε] συγχαίρετε· ἢ τὸ “ζώοντι” (705) ἀντὶ τοῦ ζώοντος.
[*](B=)707. οὐδέ τις αὐτόθι —λίπετο] ἐναργῶς συγχαίρουσαν ἐποίησεν ἐπὶ 〈τῇ〉 παραδόξῳ θέᾳ τοῦ νεκροῦ καὶ σωτηρίᾳ τοῦ βασιλέως.
[*](B=)711. τιλλέσθην] ἑαυτὰς καὶ τὰς ἰδίας κεφαλάς.
[*](Α+)720. ἀοιδούς] θρήνων, θρηνῳδούς· δεινοπενθεῖς γὰρ βάρβαροι. §. ἀθετητέος δὲ ὁ Μουσῶν ἐπ᾿ Ἀχιλλεῖ θρῆνος.
[*](B=)721. ἐξάρχουσ᾿ ] ἐπιλεγόντων δηλονότι τῶν ἄλλων.
[*](B=)725. ἀπ᾿ αἰῶνος νέος ὤλεο] νέος ἐξεκόπης τῆς ζωῆς.
[*](Α=)ἄλλως: νέος ὤλεο] οὕτως· Ζηνόδοτος δὲ “νέον.”
[*](B+)ἄλλως: νέος ὤλεο] ἀπὸ οἰκτροῦ ἤρξατο· τοὺς γὰρ ἀποθανόντας ἐν γήρᾳ τοὐναντίον καὶ εὐδαιμονίζομεν.
730. ἔ〈χε〉ς δ᾿ ἀλόχους] ἠτυμολόγηκε τὸ ὄνομα Ἕκτορος.
[*](B=)731. νηυσὶν ὀχήσονται] ἐπὶ νηῶν ο〈ἰ〉χήσονται.
732. *καὶ μὲν ἐγώ] καὶ μὴν ἐγώ.
[*](B=)734. ἀεθλεύων πρὸ ἄνακτος] κακοπαθῶν ὑπὲρ δεσπότου. καὶ Πίνδαρος (Pyth. 4. 41) ‘λυσίπονοι θεράποντες·’ ὑπὲρ ἐκείνων γὰρ [*](B=)πλέουσι γεωργοῦσιν ἀχθοφοροῦσιν. §. ἐκ τοῦ περὶ αὐτοῦ εἰς τὸ πρὸς αὐτόν.
[*](Β-)735. ῥίψει χειρὸς ἑλών] ἢ στοχάζεται, ἢ ὡς ἔθους ὄντος τοὺς μὴ δυναμένους δουλεύειν παῖδας ῥίπτεσθαι. οἳ δὲ νεώτεροί φασιν αὐτὸν οἰκιστὴν ὕστερον γεγενῆσθαι Τροίας καὶ ἄλλων πόλεων.
*λυγρὸν ὄλεθρον] ἀντὶ τοῦ λυγρῷ.
[*](3. ἐπιφορὰν Bekker: ἐπιφθορὰν ut B || 9. αὔξετε ‖ 11. ζώοντι textus: ἰόντι ‖ ζώοντος W; ἰόντος ‖ 12. λείπετο ‖ συνεργοῦσαν ‖ 13. supplevi ex B || 15. θρήνους; om. A. ‖ 26. λ. δεσποτῶν θερ. B; λυσιπόνοις θερα- πόντεσσι Pind. codd. ‖ 27. τὸ B: τὸν ‖ 29. supra στοχάζεται add. sec. οὕτως γὰρ ἐγενετο)