Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

528. ἀδιαφόρως τῷ “ἕτερος” ποτὲ μὲν τὸ ἄλλος ἐπιφέρει, ὡς τὸ “ὅς χ᾿ ἕτερον μὲν κεύθῃ ἐνὶ φρεσίν, ἄλλο δὲ εἴπῃ” (Il. 9. 313). ποτὲ δὲ τὸ “ἕτερος·” “ἕτερον λενκόν, ἑτέρην δὲ μέλαιναν” (Il. 3. 103).

530. κακῷ—κύρεται] ὑπὸ κακοῦ κύρεται, ὡς “Τρωσὶ δαμείς,” ἢ κακῷ συντυγχάνει, ὡς τὸ “αἰὲν ἐπ᾿ αὐχένι κῦρε” (Il. 23. 821).

532. κακὴ βούβρωστις] σύντονος ὀδύνη μεγάλως ἀναλίσκουσα· [*](Α~B-) ἐν γὰρ ταῖς ἀτυχίαις ὑπὸ λύπης ἑαυτοὺς ἐσθίομεν, ὥσπερ καὶ Βελλεροφόντης (Il. 6. 202). οἱ δὲ ἀποδιδόντες λιμὸν ἀγνοοῦσιν, ὅτι οὐ λιμώττει Πρίαμος ἀλλ᾿ ὀδυνᾶται. οἳ δὲ δαίμονα ἥνπερ κατη- ρῶντο τοῖς πολεμίοις, εἶναι δὲ αὐτῆς τὸ ἱερὸν ἐν Σμύρνῃ.

535. πάντας γὰρ ἐπ᾿ ἀνθρώπους ἐκέκαστο] παρὰ πάντας ἀνθρώπους.

536. ὄλβῳ] δύναται τῇ φρονήσει, εἴγε καὶ ἄνολβος ὁ ἀπαίδευτος. [*](A=B-) οἳ δὲ τῇ τῶν ἀγρῶν κτήσει, παρὰ τὰς ὀλάς.

541. γηράσκοντα κομίζω] ἀντὶ τοῦ γηροκομῶ.

[*](B=)

544. ὅσσον Λέσβος ἄνω] ἀντὶ τοῦ ἀνά· τὸ δὲ ἑξῆς, ὅσσον Λέσβος [*](Α+B=) ἀνείργει καὶ διορίζει. περιορίζει γὰρ τὴν ἀρχὴν Πριάμου ἀπὸ μεσημ- βρίας τῇ Λέσβῳ, ἀπὸ ἀνατολῆς Φρυγίᾳ, ἀπὸ ἄρκτου Ἑλλησπόντῳ.

[*](2. διορθοῦνται: corr. Bekker ‖ 8. δοτῆρες ‖ 13. πρὸς W: ποῖα ‖ 16. schol. v. 538 adscriptum lemmate κακόν praefixo; v. 528 deest in textu ‖ τὸ ἔ. ‖ 17. κεύθει ‖ 19. κακῷ textus, quod legit etium scholiasta: κακῶν ‖ 28. ἐν post δὲ omisi ‖ ὀλάς A: ὅλας ‖ 29. γηρωκομῶ ut B || 30. iteratur * ἄνω] ἀντὶ τοῦ ἀν〈ά〉)
476
[*](AB-)

Μάκαρος] Ἡλίου καὶ Ῥόδου. φονεύσας τὸν ἀδελφὸν Τενάγην ᾤκει αὐτοῦ καὶ πόλιν ἀπὸ τῆς γυναικὸς Ἄντισσαν ὠνόμασεν. τινὲς δὲ (Hesiod. fr. 91 M.) αὐτὸν Κρινάκου τοῦ 'Υρ〈ι〉έως τοῦ Ποσειδῶνος καὶ Ἀλκυόνης, οἳ δὲ μητέρα αὐτοῦ Μιτυλήνην καὶ γυναῖκα Λέσβον.

[*](A~B-)

545. καὶ Φρυγίη καθύπερθε] ἐξ ἀνατολῆς, ἐπεὶ ἔστιν ἄλλη Φρυγία μικρὰ ἀμπελόεσσα (Il. 3. 184) ἡ ἐπὶ Σαγγαρ〈ί〉ῳ·· καὶ παῤ Ἀθη- ναίοις γάρ εἰσι δύο δῆμοι Ποτάμιοι, ὧν ὃ μὲν καθύπερθεν, ὃ δὲ ὑπένερθεν ὀνομάζεται.

[*](A+B=)

546. τῶν σε] οὕτω διὰ τοῦ ν, ἵν᾿ ᾖ τῶν οἰκούντων τὰς προειρη- μένας πόλεις.

[*](B=)

549. μηδ᾿ ἀλίαστον ὀδύρεο] ἀλύτως ἢ ἀνεκχωρήτως.

[*](B=)

554. ἀκηδής] ἠμελημένος. ἢ κηδείας παῤ ἐμοῦ μὴ τυχών.

[*](A+)

557. ἐπεί με πρῶτον ἕασας] ηὔφρανας ὡς “ἥσατο δ᾿ αἰνῶς” (Od. 9. 353)· δασέως· ἔνιοι δέ φασιν ἐλλιπῆ εἶναι τὸν λόγον, τὸ δὲ λεῖπον εἶναι ἐπεί με ἔασας ‘ἐς λόγους σοι ἐλθεῖν.’

[*](B-)

559. ὑπόδρα ἰδών] ἀγριαίνεται, ὅτι νῦν αὐτὸν θέλει λαβεῖν, ὃ δὲ θεραπεῦσαι τὰ αἰκίσματα βούλεται, 〈ἢ〉 μὴ εἰς θρῆνον ἐλθὼν Πρίαμος ταράξῃ αὐτόν· ἢ ὅτι ὑπομιμνῄσκει αὐτὸν συνεχῶς Ἕκτορος καὶ τῆς ἔχθρας αὐτοῦ.

566. φυλακούς] ὡς μαλακούς· τινὲς δὲ ὡς ἀπὸ γενικῆς βαρύ- νουσιν· στρατηγικῶς δὲ ἀπολογεῖται ὑπὲρ τῶν φυλάκων.

[*](Α+)

〈φυλακούς〉] τὰ εἰς κος καθαρὸν ὑπὲρ δύο συλλαβὰς τῷ α παρα- ληγόμενα προσηγορικὰ ἢ ἐπίθετα ὀξύνεται, ἀνακός φαρμακός φυλακός. τὰ γὰρ κύρια βαρύνεται Φύλακος Αὔλακος.

[*](A+)

569. μή σε, γέρον] ἐγκλιτέον τὴν “σέ.”

[*](B-)

ἄλλως: μή σε, γέρον] Ἀριστοτέλης( fr. 168 R.), φησὶν ἀνώμαλον εἶναι τὸ ἦθος Ἀχιλλέως, οἳ δέ, ὡς ἀποστῆσαι τοῦ οἴκτου τῇ καταπλή- ξει αὐτὸν θέλει, μὴ ἰδὼν Ἕκτορα θρηνήσῃ ἀκωλύτως καὶ ταράξῃ αὐτόν.

[*](B=)

570. Διὸς δ᾿ ἀλίτωμαι ἐφετμάς] λείπει ἡ παρά, ἵν᾿ ᾖ τὰς παρὰΔιός. 571. ἔδδεισεν δ᾿ ὁ γέρων 〈καὶ ἐπείθετο〉] ἐξ ἀμφοῖν ἕν, δείσας ἐπείσθη.

[*](1. Μάκαρ ὁ Ἴλου B ‖ 3. δὲ scripsi: γὰρ ‖ κρινάκου etiam Diodorus V 81: κριάσου D ‖ supplevi ex Apoll. III 10, 1 ‖ 6. iteratur καθύ- περθε] ἐξ ἀνατολῆς ‖ 12. ἀσυγχωρήτως B ‖ 14. ἔασας ‖ 17. λύτρα pro νῦν coni. W ‖ 18. suppl. W ‖ 23. signo eodem ex textu in scholion relegatum ‖ καθαρὰ ‖ τῷ A: τὸ ‖ 25. Ὕλακος pro Αὔλ. coni. Lobeck, Ἄνακος W)
477

572. οἴκοιο] καταχρηστικῶς τὴν κλισίαν δῶμα (512) οἶκον (470) δόμον (673) εἶπεν.

λέων ὥς] πρὸς τὸ εὐκίνητον, ὅπως καταπλήξῃ Πρίαμον.

[*](B+)

577. *τοῖο] τούτου. 〈λείπει〉 δὲ τὸ ‘τοῦ’ ἄρθρον.

578. δίφρου] εὐτελοῦς· ὁ γὰρ πολυτελὴς θρόνος· καὶ “δίφρον ἀεικέλιον καταθείς” (Od. 20. 259).

ἐυσ〈σ〉ώτρου] ἀντὶ τοῦ εὐξέστου, εὖ σευομένης, οἳ δὲ εὐτρόχου, ἀπὸ τῶν εὖ σευομένων.

579. ᾕρεον] δασέως, ἵν᾿ ᾖ ἀφῄρουν· τὸ δὲ ψιλὸν ἤειρον.

[*](Α-)