Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

486. μνῆσαι πατρός] πολεμίῳ διαλεγόμενος καὶ τῶν παίδων [*](B=) αὐθέντῃ καὶ μισοῦντι ἐξαιρέτως αὐτόν τε καὶ τοὺς ἐκείνου διὰ τὴν τοῦ φίλου ἀποβολὴν ἄλλην ἀρχὴν οἰκειοτέραν οὐκ εἶχεν ἢ τὴν τοῦ πατρὸς ὑπόμνησιν.

πατρὸς σοῖο] Ζηνόδοτος “σεῖο,” κακῶς.

θεοῖς ἐπιείκελ᾿ Ἀχιλλεῦ] ἀποτρέπει τῆς περὶ τὸν ἱκέτην ἀτιμίας· [*](B+) “αἰδοῖός τε γάρ ἐστι καὶ ἀθανάτοισι θεοῖσιν, ἀνδρῶν ὅστις ἵκηται ἀλώμενος” (Od. 5. 447).

487. τηλίκου, ὅσπερ ἐγώ] ἔδει ἐπαγαγεῖν ‘ἡλίκος ἐγώ.’ ἔστι δὲ ὡς τὸ “ὅσσον Φαίηκες περὶ πάντων ἴδριες—ὣς δὲ γυναῖκες ἵστῳ τεχνῆσ〈σ〉αι” (Od. 7. 108—110)· τινὲς δὲ λείπειν φασὶ τὸν καί, ἵν᾿ ᾖ‘ὥσπερ καὶ ἡμεῖς.’

ὥσπερ ἐγώ] Ζηνόδοτος πρεσβύτερον Πηλέα φησίν, εἴγε συστρα- τεύσας Πηλεῖ Ἡρακλῆς ἀπέδοτο Ἡσιόνῃ μικρὸν ὄντα τὸν Πρίαμον.

488. καὶ μέν που κεῖνον] ἢ παρὰ τῶν Εὐρωπαίων τοῦτο μαθών φησιν, ἢ οἰκτιζόμενος· λέγει δὲ Ἄκαστον καὶ τοὺς υἱοὺς Ἄρχανδρον καὶ Ἀρχιτέλην· ἴσως δὲ παρὰ Ἀστεροπαίου πέπυσται νεωστὶ ἥκοντος ἐκ Παιονίας (Il. 17. 350), ἥτις ἐστὶ πλησίον Θετταλίας.

*καὶ μέν] ὁ “μέν” ἀντὶ τοῦ μήν.

ἀμφὶς ἐόντες] τινὲς “ἐόντος” ἀντὶ τοῦ χωρὶς σοῦ ὄντος. §. [*](B=) ἐντέχνως δὲ πρὸ τῶν ἰδίων τῶν τοῦ Πηλέως ἐμνήσθη, ὅπως αὐτὸν ἡ [*](B=) τῶν οἰκείων κακῶν οἰκτίσῃ μνήμη.

490. σέθεν ζώοντος] ηὔξησε τὸν ἔλεον, εἴγε ὃ μὲν τὸν ἕνα ἔχει, B[*](B=) ὃ δὲ 〈τῶν〉 ν΄ ἀφῄρηται.

495. * πεντήκοντα] Ἑλ〈λ〉άνικος νς΄.

496. ἐννεακαίδεκα] πιθανὸν μίαν τεκεῖν ιθ΄, οὐχ ὡς Βακχυλίδης (fr. 59 B.) ν΄ τῆς Θεανοῦς ὑπογράφει παῖδας.

ἄλλως: ἐννεακαίδεκα] λέγοντος Ἀχιλλέως “ὅς τοι πολέας τε καὶ ἐσθλούς” (520).

497. ἔτικτον] καλὴ ἡ παράτασις· οὐ γὰρ εἶπεν ἔτεκον. ἔθος δὲ [*](B-) τοῖς βαρβάροις βασιλεῦσι παιδοποιεῖν ἐκ πλειόνων. ἔσχε δὲ καὶ Ἀρίσβην τὴν Μέροπος τοῦ Περκωσίου, ἐξ ἧς Αἴσακος, Ἀλεξιρόην τὴν Ἀντάνδρου, Λαοθόην τὴν Ἄλτου (Il. 21. 85)· τῶν δὲ Πριαμιδῶν πρεσβύτατον Πολίτην φασίν.

[*](10. τηλίκον ‖ 11. ἴστω ‖ 21. σοῦ B: τοῦ ‖ 25. supplevi ex B ‖ 34 Ἀρτάνδρου: corr. et Schwartz et ego ‖ 35. πρεσβύτατον Eust.: -ερον)
474
[*](B-)

499. ὃς δέ μοι οἶος ἔην, 〈εἴρυτο δὲ ἄστυ καὶ αὐτούς〉] πρὸς τὸ σῴζειν τὴν πόλιν καὶ ἓν πρᾶγμα δυσὶ περικοπαῖς πέφρασται, ὡς “τὸ μὲν ἕλκος ἐτέρσετο, παύσατο δ᾿ αἷμα” (Il. 11. 267) ἀντὶ τοῦ παυσαμένου τοῦ αἵματος ἐτέρσετο τὸ ἕλκος· “ἠρήσαντο, θεοῖσι δὲ χεῖρας ἀνέσχον” (Il. 3. 318), ἀνασχόντες ηὔξαντο. ἢ ὅτι εἶπεν “αἴ θ᾿ ἅμα πάντες Ἔκτορος ὠφέλετ᾿ ἀντί” (253)· καὶ ἡμεῖς φαμεν ἕνα τὴν πόλιν πολίτην ἔχειν.

500. ἀμυνόμενον περὶ πάτρης] οὐ προκατάρξαντα πολέμου.

[*](B-)

504. μνησάμενος σοῦ πατρός] ὡς ἱκανοῦ εἰς ἔλεον ἀπ᾿ αὐτοῦ ἤρξατο καὶ εἰς αὐτὸν ἔληξεν. οὐκ ἀκριβολογεῖ δὲ περὶ τῶν δώρων· ᾖ γὰρ ἂν ἔλυσε τὸ πάθος.

[*](B-)

ἐλεεινότερος] καὶ ἐκεῖνος γὰρ καταπονεῖται· ἢ ἀντὶ ἁπλοῦ.

[*](B=)

506. ἀνδρὸς παιδοφόνοιο] ταῦτα μὲν εἰς ὀργὴν ἄγοντα Ἀχιλλέα ἔδει κρύπτεσθαι, ἐκ δὲ τοῦ πάθους παρεσύρη εἰς τοῦτο.

χεῖῤ ὀρέγεσθαι] “χεῖρε” δυϊκῶς· εἶπε γὰρ “καὶ λάβε χεῖρας, δεινὰς ἀνδροφόνους” (478)· θέλει δὲ εἰπεῖν, ὅτι ᾧ στόματι τὸν υἱὸν ἐφίλουν, τούτῳ νῦν τὸν ἐκείνου φονέα· “ὀρεγέσθαι” δὲ ἀντὶ τοῦ ἐκτείνειν πρὸς τὸ στόμα τὰς χεῖρας.

[*](B-)

510. προπάροιθε ποδῶν—ἐλυσθείς] παρεθεὶς ἢ συνειληθείς ἢ κυλισθείς. ὅθεν καὶ “προελυσθείς” (?).

[*](B=)

511. Ἀχιλλεὺς κλαῖεν] αὐτῷ γὰρ ἀναδιπλασιασθεὶς ὁ θρῆνος ἀντισηκωθήσεται τοῖς δάκρυσι Πριάμου· ἐποίει δὲ αὐτῷ τὴν ἑκατέρου μνήμην ἡ Ἕκτορος καὶ Πριάμου.

ἑὸν πατέρα] λείπει τὸ ‘ἄλλοτε μέν’ 〈τῷ〉 “ἄλλοτε δὲ—Πάτρο- κλον.”

[*](A+)

512. δώματα] τὴν σκηνήν.

[*](A+)

514. καί οἱ ἀπὸ πραπίδων ἦλθ᾿ ἵμερος ἡδ᾿ ἀπὸ γυ〈ί〉ων] ἀθετεῖ ὁ Θρᾷξ· ὁ γὰρ ἵμερος περὶ μόνην τὴν ψυχήν, γυῖα δὲ οὐχ ὅλα τὰ μέλη φησίν. εἰ μὴ λέγοι τις, 〈ὅτι〉 στερνοτυπεῖ. τοῦτο 〈δ᾿ 〉 οὐ γράφει.

[*](B+)

515. χειρὸς ἀνίστη] παράδοξον τὸ τὸν ἐχθρὸν οὕτω χειραγωγεῖν τὸν θυμὸν ἀνέντα.

[*](B=)

523. κατακεῖσθαι] ἀποβάλλεσθαι μὲν γὰρ ἀδύνατον, δεῖ δὲ μὴ ῥιπίζειν τοῖς κλαυθμοῖς τὸ πάθος.

[*](B-)

524. οὐ γάρ τις πρῆξις πέλεται κρυεροῖο γόοιο] “πρῆξις” [*](5. ἀνάσχον prius B 7. πολίτην scripsi: πόλις ‖ 9. ἱκανοῦ B: -ὸν ‖ 10. ἦ scripsi, καὶ coni. W: ἢ || 14. ἔδει B: ἐδόκει ‖ 15. καὶ κύσε codd. Il. ‖ 21. ἂν διτλασιασθεὶς ‖ 29. μὴ δέ τις: corr. et suppl. W)

474
ἄνυσις, διὰ θρήνου. λείπει δὲ ἡ ἔξ. ὅτι δὲ ἄπρακτον ἡ ἀνία, καὶ οἱ φιλόσοφοί φασιν. καθ᾿ ὃ μὴ διορθοῦταί τι τῶν ἠτυχημένων.

526. ἀκηδέες] νῦν τὸ φύσει θεῖόν φησι, τοὺς δὲ ποιητικοὺς λυπου- μένους εἰσάγει· καὶ Ἐπίκουρος ἐντεῦθέν φησιν (cf. fr. 352 Us.), ὅτι τὸ ἀθάνατον καὶ ἄφθαρτον οὔτ᾿ αὐτὸ πρᾶγμ᾿ ἔχει οὔτ᾿ ἄλλοις παρέχει· διὸ οὔτε ὀργαῖς οὔτε λύπαις συνέχεται. δηλοῖ δὲ καὶ τὸ ἀθεράπευτον.

527. δοιοὶ γάρ τε πίθοι] τοῦτο πρὸς παραμυθίαν τοῦ λέγοντος, [*](A+B-) ἐπεί τοι τὸ ἀληθὲς “θεοὶ δωτῆρες ἐάων” (Od. 8. 325)· καὶ Ἡσίοδος (Opp. 96) ἐντεῦθεν τὴν Ἑλπίδα τῶν κακῶν φησιν εἶναι ἐν τῷ πίθῳ. μέμφεται δὲ τὴν δόξαν Πλάτων ἐν β΄ Πολιτείας (p. 379) λέγων, ὡς ὁ θεὸς ἀγαθόν, οὐδὲν δὲ ἀγαθὸν βλαβερόν· ὃ δὲ μὴ βλαβερόν. οὐδὲ βλάπτει. ἔπλασεν οὖν ταῦτα ὁ ἥρως πρὸς παραμυθίαν Πριάμου. πρὸς ταῦτά φησι Ζεὺς “ἐξ ἡμέων γάρ φασι κάκ᾿ ἔμμεναι· οἳ δὲ καὶ αὐτοί” (Od. 1. 33).

*οὔδει] ἀπὸ μέρους τῷ οἴκῳ.