Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

413. αὔτως ἐν κλισίῃσι] ὁμοίως τῷ ὅτε μετήλλαξεν.

ἐν κλισίῃσι] ἐν τῷ περιβόλῳ τοῦ ναυστάθμου.

[*](B=)

414. οὐδέ μιν εὐλαί] πάντα μὲν διεξέρχεται ὅσα συμβαίνει [*](B-) περὶ τοὺς χρονίους νεκρούς, οὐδὲν δὲ τούτων φησὶ πεπονθέναι τὸν Ἕκτορα, παραμυθούμενος τὸν γέροντα· τί μέντοι τῆς αἰτίας οὐ παρῆκεν; κἂν τούτῳ ἀξιοπιστίαν τῷ λόγῳ προσάπτων.

418. θηοῖο] δι᾿ ὄψεως θαυμάσειας, ὡς καὶ τὸ “οἳ καὶ θηήσαντο” (Il. 22. 370)· ἔστι δὲ διὰ τοῦ η· οἳ δὲ “θειοῖο.”

419. ἐερσήεις] δεδροσισμένος, ὑγρότητα ἔχων, οὐ κατεσκελετευ- [*](B-) μένος. τοῦτο γὰρ διὰ τὴν νεφέλην Ἀπόλλων〈ος〉 (19), ὥς που φησὶν “ἐπὶ δὲ νεφέλην ἕσσαντο—στιλπναὶ δ᾿ ἀπέπιπτον ἐέρσαι” (Il. 14. 350, 1).

420. οὐδέ ποθι 〈μιαρός〉] οὐδὲ ἔν τινι μέρει μύσος ἔχων.

[*](B=)

σὺν δ᾿ ἕλκεα πάντα μέμυκεν] παράδοξον· τὰ μὲν γὰρ τῶν ζώντων ἕλκη μετὰ θάνατον μύει, τὰ δὲ μετὰ θάνατον γινόμενα σή- πεται. §. ἀδύνατον νεκρῶν τραύματα μύειν, ὥς φησιν Ἀριστοτέλης (fr. 167 R.) εἰρηκέναι Ὅμηρον “μῦσεν δὲ περὶ βροτόεσσ᾿ ὠτειλή·” τοῦτο δὲ τὸ ἡμιστίχιον οὐδὲ φέρεται.

421. χαλκὸν ἔλασσαν] “οὐδ᾿ ἄρα οἵ τις ἀνουτητί γε παρέστη” (Il. 22. 371).

423. καὶ νέκυός περ ἐόντος] ὡς περισσὸς ὁ στίχος ἀθετεῖται.

[*](2. λαχόν Bekker: λαχών ‖ 4. δ᾿ ἑκάστης ὢν: corr. Bekker ‖ 5. ἐκλήρωσα Bekker: -εν 6. εἴη ut B || 9. κατιέναι coni. W ‖ 20, 21. θείοιο 30. βροτόεσσ)
470

ἐπεί σφι φίλος] οὐχ Ὀμηρικῶς κεῖται ἡ ἀντωνυμία· διὸ καὶ προηθετεῖτο.

[*](B-)

425. ἦ ῥ᾿ ἀγαθόν] λείπει ‘ἦν.’

[*](B=)

δῶρα διδοῦναι] ἐπλεόνασε τὸ υ διὰ τὸ μέτρον· ἢ τὸ διδόμεναι καθ᾿ ὑποστολὴν τοῦ μ συνήλειψεν.

[*](B=)

426. εἴ ποτ᾿ ἔην γε] καθ᾿ ὃν ἦν χρόνον.

[*](B=)

428. τῷ οἱ] τινὲς “τῶν οἱ” τῶν θυσιῶν δηλονότι. καὶ ἐν θανάποιό περ αἴσῃ] καὶ Θεόπομπός φησιν Ἀλέξανδρον Φεραῖον Διόνυσον τὸν ἐν Παγασαῖς, ὃς ἐκαλεῖτο Πελάγιος, εὐσεβεῖν διαφόρως· καταποντωθέντος δὲ Ἀλεξάνδρου Διόνυσος ὄναρ ἐπιστάς τινι τῶν ἁλιέων ἐκέλευσεν ἀναλαβεῖν τὸν φορμὸν τῶν ὀστῶν· ἢ δὲ ἀπελθὼν ἐς Κραννῶνα τοῖς οἰκείοις ἀπέδωκεν· οἳ δὲ ἔθαψαν.

[*](B=)

429. ἄλεισον] ποτήριον δίδωσιν, ὡς εὐφρανθεὶς παῤ αὐτοῦ τῷ [*](B=)περὶ τοῦ παιδὸς λόγῳ. §. “καλόν” δέ. ἵνα πείσῃ τὸν λαμβάνοντα.

[*](B-)

434. ὅς με κέλῃ] οὐ δι᾿ ὑπερηφανίαν ἀπωθεῖται τὴν δόσιν ὡς πλούσιος, ἀλλὰ διὰ τὸ δέος Ἀχιλλέως· ἀπροφασίστως γὰρ ἀπωθεῖσθαι τὴν χάριν ἄτοπον καὶ δωροδοκεῖν θεῷ 〈ἀτοπώτερον· ἄλλως τε καὶ παραι- ρεῖσθαι ἔμελλε τὸ μέγιστον τῶν κομιζομένων Ἀχιλλεῖ· ἀδωροδοκή- τως δὲ ὁδηγήσειν αὐτόν φησι διὰ τὸ“φίλῳ δέ σε πατρὶ ἐίσκω” (371).

[*](B-)

παρὲξ Ἀχιλῆα] ἐκτὸς Ἀχιλλέως ἢ χωρίς, ὡς τὸ “μή με παρὲξ ἄγε νῆα” (Od. 15. 200) καὶ “παρὲξ ἅλα φῦκος ἔχευαν” (Il. 9. 7.).

[*](B+)

435. δείδοικα καὶ αἰδέομαι] “ἵνα περ δέος, ἔνθα καὶ αἰδώς” (Cγbr. fr. 20 k.).

[*](B=)

436. συλεύειν] ἀληθῶς, εἰ τῶν ἐκείνῳ φερομένων ὑφῃρεῖτο.

437. Ἄργὸς] τὸ Θεσσαλικόν. §. οὐ μόνον ἄχρι τῆς σκηνῆς [*](B=)Ἀχιλλέως, ἀλλὰ καὶ τῆς πατρίδος αὐτοῦ.

438. ἢ πεζός] ὑπερβολή· ἢ ἀντὶ τοῦ ‘καὶ ἐν νηί. πῇ δὲ καὶ πεζός’ ἢ ὡς ἂν εἴποις ‘πῇ δὲ καὶ πετόμενος, οὐ μόνον συμπλέων.’

439. * ὀνοσσάμενος] εὐτελίσας.

[*](B=)

440. καὶ ἀναΐξας—ἅρμα] αἴξας ἀνὰ τὸ ἅρμα καὶ τοὺς ἵππους.

444. οἱ δὲ νέον περὶ δόρπα] καὶ πῶς ἄνω (363) Ἑρμῆς φησι “νύκτα δι᾿ ἀμβροσίην,” αὔξειν θέλων τὴν χάριν.

[*](2. προηθέτητο coni. ‖ 5. μ B; ν ‖ συνήλειψεν B: συνείληφεν ‖ 7. τῶν in lemmate ‖ 8. cf. Hermae Berol. vol. XXIII. p. 70 ‖ 17. supplevi ex B ‖ 17, 18. παραινεῖσθαι, cf. l. 25 || 25. ἀληθῶς B: -ὴς ‖ τι post εἰ addit B)
471

ἄλλως: οἳ δὲ νέον] ὡς “κεῖνος γὰρ νέον ἄλλοθεν εἰλήλουθεν” (Od. 3. 318) καὶ “θήσειν νέον ἡβώωντα” (Il. 9. 440).

δόρπα] ὡς λύχνα. τινὲς δὲ ἀπὸ τοῦ δρόψ, κακῶς.

446. ὤιξε θύρας καὶ ἀπῶσεν ὀχῆας] ἤλλαξε τὴν τάξιν. ὤιξε θύρας] πύλας· οἱ μὲν παραπυλίδα, οἳ δὲ τὴν ἱππήλατον ἐξ ἀριστερῶν τοῦ ναυστάθμου.