Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

450. δοῦῤ ἐλάτης] κλάδους ἐλάτης.

[*](B=)

451. λαχνήεντ᾿ ὄροφον] τινὲς ὀξυτόνως. ἔστι δὲ εἶδος καλάμου.

[*](Β+)

ἄλλως: λαχνήεντα] τινὲς δασύσκιον.

452. ἀμφὶ δέ οἱ μεγάλην αὐλήν] περὶ τὴν σκηνήν.

[*](B=)

453. ἐπιβλής] ὡς προβλής. §. μοχλὸς δέ ἐστιν ἐπιβαλλόμενος [*](B=) ἀπὸ τοίχου εἰς τοῖχον.

454. ἐπιρρήσεσκον] ἐπέκλειον, ἀπὸ τοῦ γινομένου 〈κατὰ〉 τὴν [*](B=) κλεῖ〈σι〉ν ἤχου.

* ἐπιρρήσεσκον] οὕτω, δι᾿ ἑνὸς σ.

455. κληῖδα θυράων] τὸν μοχλόν· τὰ γὰρ συνέχοντα ἐπικεκλεισ- [*](B-) μένην θύραν κληῖδας καλεῖν εἴωθεν· καὶ ἐν Ὀδυσσεία τὸ κλεῖθρον οὕτως ὠνόμασεν “ἐπὶ δὲ κληῖδ᾿ ἐτάνυσσεν ἱμάντι” (Od. 1. 442).

456. Ἀχιλεὺς δ᾿ ἄῤ ἐπιρρήσεσκε καὶ οἶος] μεγάλην τινὰ τὴν [*](B=) Ἀχιλλέως ὑπεροχὴν ἐμφανίζει, εἴγε ὁ Διομήδης “χερμάδιον λάβε χειρὶ —ὃ οὐ δύο ἄνδρε φέροιεν, οἷοι νῦν βροτοί εἰσι (Il. 5. 302— 4). ὁ δὲ Ἀχιλλεὺς ὃν τρεῖς Ἕλληνες ἀνέῳγον τοῦτον μόνος ἀνέῳγεν. ὡς ἔοικεν οὖν, ἑξαπλάσιον τῶν νῦν ἐδύνατο, εἴγε όἳ μὲν κατὰ τοὺς αὐτοῦ χρόνους πρὸς δύο τῶν νῦν ἰσχύουσιν, αὐτὸς δὲ τῶν τότε πρὸς τρεῖς. ἐπι〈ρ〉ρήσεσκε] προσδεκτέον, ὅτι καὶ ἤνοιγεν.

[*](B=)

548. ἐς δ᾿ ἄγαγεν] ἐπὶ ἀψύχων τὸ ἄγειν, εἰ μὴ ἄρα ἐπὶ τῇ ἁμάξῃ φησίν.

460. ἤτοι ἐγὼ θεός] ἀναγκαίως ἑαυτὸν ἐμφανίζει ἀπαλλαττό- [*](B=) μενος, ἵνα εἰς τὸ ἑξῆς εὐθαρσέστερον καταστήσῃ. τὸ γὰρ παρεῖναι τοῖς οἴκτοις καὶ ἐσθίουσιν αὐτοῖς τὸν θεὸν οὐκ εὐπρεπές· ἄλλως τε ὑπηνήτης ὢν ὑπόνοιαν ἐπιβουλῆς παρέσχεν ἂν Ἀχιλλεῖ.

ἄμβροτος] ὁ μὴ ἔχων βρότον ὅ ἐστιν αἷμα· “ἀναίμονές εἰσι καὶ [*](B+) [*](1. ἐκεῖνος ‖ 2. ἡβώωντα etiam schol. Eur. Andr. 553 ‖ 4. ὀχῆα textus ‖ 5. παρὰ πυλίδα ‖ 14. supplevi ex B ‖ 15. scripsi: ρ 16. iteratur * τὸν μοχλόν ‖ 19. Ἀχιλλεὺς ‖ ἐπιρρήσεσκε B: -ασκε ‖ 20. ἐμ- φαίνει B ‖ 21. ὃν B ‖ 25. schol. post l. I4 iteratur ἄλλως ἐπιρρήσεσκον lemmate praefixo ‖ 29. δὲ pro γὰρ B)

472
ἀθάνατοι καλέονται” (Il. 5. 342). ἀεὶ δὲ τὸ βροτός συντιθέμενον τῷ μ πλεονάζει πλὴν τοῦ “νὺξ ἀβρότη” (Il. 14. 78) καὶ “ἀβροτάξ- ξομεν” (Il. 10. 65).

[*](B=)

462. πάλιν εἴσομαι] εἰς τοὐπίσω.

462, 3. οὐδ᾿ Ἀχιλῆος ὀφθαλμοὺς εἴσειμι] ἀντὶ τοῦ οὐχ ἥξω εἰς οἶκον Ἀχιλλεῖ.

469. Πρίαμος 〈δ᾿ 〉 ἐξ ἵππων ἆλτο] ἄμεινον “βαῖνε” γράφεται ἐπὶ τοῦ γέροντος. ἢ τῆς περιστάσεως οἰκεῖον τὸ “ἆλτ.”

[*](Β=)

471. ἰθὺς κίεν οἴκου] εὐθεῖαν ὡς ἐπὶ τὸν οἶκον.

472. ἐν δέ μιν αὐτόν] τὸ “μίν” κοινόν. τινὲς δὲ τὸ “ἐν” ἀντὶ τοῦ ἔνδον, ὡς “Ἴλιον εἴσω (Il. 18. 439) ἀντὶ τοῦ εἰς.

[*](B=)

474. Ἄλκιμος] κατὰ μεταπλασμὸν ὁ Ἀλκιμέδων, ὡς Μελάνθιος καὶ Μελανθεύς.

476. ἔσθων καὶ πίνων] τὸ ‘ἐσθίων’ οὐχ ὑποπίπτει μέτρῳ ἡρωικῷ· φησὶ δὲ καὶ “ἔσθειν καὶ πίνειν” (Od. 5. 197) καὶ “ἔσθοντες κρέα πολλὰ (Il. 8. 231). §. εἰ δὲ εὐτελεῖς οἱ στίχοι, καὶ ἄλλοι· “τίπτε, Θέτι τανύπεπλε, ἱκάνεις ἡμέτερον δῶ” (Il.18. 385)· “οὐδέ κεν ἀμβαίη βροτὸς ἀνήρ, οὐ καταβαίη” (Od. 12. 77)· “ἡ δὲ τετάρτη ὕδωρ ἐφόρει” (Od. 10. 358)· “τῷ δ᾿ ἄρα πέμπτῳ πέμπ᾿ ἀπὸ νήσου” (Od. 5. 263)· “ἵππους δὲ ξανθὰς ἑκατόν (Il. 11. 680). “ἔνθα μὲν οὔτε βοῶν” (Od. 10. 98). οὗτοι γὰρ πάντες, ὡς Σέλευκος, ἔμμετρον λαλιὰν ἔχουσιν.

ἔτι καὶ παρέκειτο τράπεζα] ἀθετεῖται· οὐ γὰρ ἀφῃροῦντο αἱ τράπεζαι παῤ αὐτοῖς, ἀλλὰ μέχρι 〈ἂν〉 ἀναστῶσιν ἔκειντο· φησὶ γὰρ “αἳ δ᾿ ἀπὸ μὲν σῖτον πολὺν ᾕρεον ἠδὲ τραπέζας” (Od. 19. 61). ἢ τούτου ὡς πενθοῦντος ᾔρετο.

477. Πρίαμος μέγας] οὐ πρὸς ἔπαινον τὸ “μέγας,” ἀλλ᾿ ὅτι καὶ μέγας ὢν ἔλαθεν.

[*](B-)

480. ὡς δ᾿ ὅταν ἄνδρα] ὡς εἰ φυγάς τις φονεὺς πάντας λαθὼν εἰσέρχεται καθαρθησόμενος καὶ παρακάθηται τῇ ἑστίᾳ καὶ πάντες ὁρῶντες καταπλήσσονται. ἴσως δὲ ἀναχρονισμός ἐστιν ὡς καὶ τὸ “ἴαχε σάλπιγξ” (Il. 18. 219). τὸν δὲ καθαίροντα καὶ ἁγνίτην ἔλεγον· ἡ δὲ παραβολὴ πρὸς τὸ αἰφνίδιον τῆς εἰσόδου.

[*](B=)

484. ἐς ἀλλήλους δὲ ἴδοντο] τὸ παράδοξον τῆς εἰσόδου ἔδειξε διὰ τῶν ἀλλήλοις διανευόντων πόθεν καὶ τίς ὁ ξένος.

[*](5. Ἀχιλλῆος ‖ 6. οἶκτον cf. 1. 9; ὄψιν coni. W ‖ 24. αὐτοῖς W: αὐτῶν)
473

485. τὸν καὶ λισσόμενος] περισσὸς ὁ “καί·” τὸ δὲ ἑξῆς‘πρὸς τόν.’

[*](B=)