Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

367. ὀνείατα] χρήματα, παρὰ τὴν ὄνησιν. οἱ δὲ γλωσσογράφοι [*](Α+B-) βρώματα. καὶ “ἐπ᾿ ὀνείαθ᾿ ἑτοῖμα προκείμενα” (Il. 9. 91 al.).

τίς ἂν δή τοι νόος εἴη] τίνα ἕξεις νοῦν; τί ἐργάσῃ; §. τριὰς B= ἀγαθῶν ἀπὸ ψυχῆς σώματος τύχης.

369. ἄνδῤ ἐπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ] παροιμιακὸς γέγονεν ὁ στίχος.

[*](1. τοῦ (sic) || 12. ἵν᾿ ἀσχοληθῇ π. B || 13. pro δεῖ coni. W δηλο- νότι ‖ 15. φεύγειν B ‖ 15—18. τῷ δὲ Πριάμῳ—πεποιηκέναι B ‖ 17. ἀγε- νέςςτι || 31. σώματος expunctum)
468
[*](A+)

370. οὐδέν σε ῥέξω κακά] πλεονάζει τὸ δεν, ” ὡς τὸ “ἔργον δ᾿ οὐδὲν ὄνειδος” (Hes. Opp. 311).

[*](B-)

371. φίλῳ δέ σε πατρὶ ἐίσκω] διδάσκει φιλοπάτορας εἶναι καὶ σῴζειν τοὺς ἡλικιώτας τῶν πατέρων· καὶ “μνῆσαι πατρὸς σεῖο” (486). καὶ Πλάτων (de Rep. V c. 7 sqq.) κοινὰς εἶναι τὰς γυναῖκας ἐκέλευσεν ὅπως οἱ γέροντες ὡς πατέρες τιμῶνται.

374. ὑπερέσχεθε] ὑπερμαχεῖ.

[*](Α=)

376. οἷος δὴ σὺ δέμας] οἱ γὰρ εὔμορφοι βασιλικοί τε καὶ θεῶν ἐνομίζοντο παῖδες.

[*](ΑB-)

377. ἔξεσσι] ἐκγέγονας ἢ ἐκ μακάρων ἐσσί. ἐκ γὰρ τῆς ὄψεως στο- χάζεται, “βασιλῆι γὰρ ἀνδρὶ ἔοικεν” (Il. 3. 170)· ἢ πῶς οὐ δεῖ τοιούτου παιδὸς τοὺς γονέας ἀνακαλεῖν, ὥς που φησί, “τρὶς μάκαρες μὲν σοί γε πατὴρ καὶ πότνια μήτηρ” (Od. 6. 154):

[*](B=)

381. ἠέ πῃ ἐκπέμπεις] τοῦτο γὰρ ἔθος τοῖς πολεμουμένοις, ὥς που καὶ Πρίαμος Πολυμήστορι Πολύδωρον ἐξέθηκεν( Eur. Hec. 10 sqq.).

[*](B=)

385. οὐ μὲν γάρ τι μάχης ἐπεδεύετ᾿ Ἀχαιῶν] οὐχ ὑστέριζε τῶν Ἑλλήνων.

[*](Α+B-)

388. ἀπότμου παιδὸς ἔνισπες] ὡς ἔδραμες· ὁριστικὸν γάρ ἐστι τοῦτο, ἀπὸ τοῦ ἤνισπες· τὸ δὲ παροξυνόμενον προστακτικόν ἐστιν, “ὦ Νέστορ Νηληιάδη, σὺ δ᾿ ἄληθες ἐνίσπες” (Od. 3. 247), ὡς “ἐπίρθες” (Od. 22. 157)· τὸ μέντοι ἄνευ τοῦ ς προστακτικὸν προ- παροξύνεται, νημερτές μοι ἔνισπε” (Od. 4. 642).

390. πειρᾷ ἐμεῖο, γεραιέ] πειρώμενός μου ἐρωτᾶς περὶ Ἕκτορος. καὶ εἴρεαι Ἕκτορα δῖον] ὡς “εἰρόμεναι παῖδάς τε κασιγνήτους τέ” (Il. 6. 239).

[*](Α+B=)

394. θαυμάζομεν] ἀντὶ τοῦ μετ᾿ ἐκπλήξεως ἐθεώμεθα.

[*](A=)

395. κεχολωμένος Ἀτρείωνι] ὅτι τὴν μῆνιν διὰ τοῦ χόλος ἀντέ- φρασεν.

[*](B-)

397. Μυρμιδόνων δ᾿ ἔξειμι] οὐκ ἀναστρέφεται ἡ “ἔξ” ὡς μονο- σύλλαβος· τὸ γὰρ ἑξῆς ‘ἐκ Μυρμιδόνων.’

[*](B=)

398. ἀφνειός] ἀναγκαίως, ἵνα μὴ ὡς ἄδοξος καὶ πένης εἰς τὴν [*](B=)τοῦ ἀδικεῖν ὑποψίαν κατενεχθῇ. §. τὸ δὲ “γέρων,” ὅτι ἐλεήσει ὡς ἐοικότα τῷ πατρί.

399. ὅτι τὸ ἕβδομον τῶν Ἕλλήνων ἐστράτευσεν εἰς Τροίαν.

[*](11. βασιλεὶ ‖ 13. σοί τε ‖ 15. ‘debebat πολὺν χρυσὸν μετὰ Πολυδώ- ρου’ 18. ἔδρομες ‖ 21. σ B: ι ‖ 22. cf. ad l. 34 34. schol. lineae 22 adhaeret: distinxi et traieci)
469

ἓξ δέ οἱ υἷες ἔασιν, ἐγῶ δέ τοι ἕβδομός εἰμι] ἀπὸ τούτου στοχά- ζονται, ὅτι τὸ ἕβδομον τῶν Ἑλλήνων ἧκεν εἰς Τροίαν, κλήρῳ λαχόν.

400. τῶν μέτα παλλόμενος 〈κλήρῳ〉] ἀναστρεπτέον τὴν “μετά.” [*](ΑB=) §. γράφεται “τοῖσι δὲ πρῶτον ὑπηνήτης·” ἔστι τοίνυν “δεκαέτης ὢν ἐκλήρωσα.᾿

401. νῦν δ᾿ ἦλθον πεδίονδε] κατασκοπήσων μή τις ἐξ ὑμῶν ῇ [*](B=) ἐνέδρα, ὡς ἑταῖρος ὢν Ἀχιλλέως ὃς ἄρχει τῆς ὑπαίθρου στρατιᾶς.

406. εἰ μὲν δὴ θεράπων] πρὸ πάντων πεύθεται περὶ τοῦ σώματος· [*](B=) ἄτοπον γὰρ ἀπιέναι, τοῦ σώματος οὐκέτ᾿ ὄντος.

409. μελεϊστί] τινὲς οἰκτρῶς, οὐκ εὖ· μέλεον γὰρ ὁ ποιητὴς [*](B=) τὸ μάταιόν φησιν, οὐκ οἰκτρόν· ἔστιν οὖν κατὰ μέλος.

411. οὔ πω τόν γε κύνες φάγον] παρέλκει τὸ “πώ·” οὐδὲ γὰρ [*](B=) μέλλουσι φαγεῖν.