Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

335. ἑτα〈ι〉ρίσσαι] συνεργῆσαι. οἳ δὲ συμπαραγενέσθαι· ὅθεν [*](B-) καὶ ἑταίρα ἡ συμπαραγινομένη ἄλλοτε ἄλλῳ εἰς μῖξιν. ἢ φιλο- ⌈ποιήσασθαι· πρὸς γὰρ τὸ⌋ φίλον αὐτὸν ποιήσασθαι Ἀχιλλεῖ πέμ- πεται.

καί τ᾿ ἔκλυες] τινὲς “καί τε κλύες,” καὶ λείπειν φασὶ τὸ ‘ἀεί.’ ἀντὶ τοῦ ⌈κλύεις⌋.

337. ἴδῃ καὶ νοήσῃ ἐκ παραλλήλου.

[*](AB=)[*](2. φησίν, Et. M. λέγουσιν ‖ 3, 4. coniuncta in A ‖ 4. περκνὸς pro lemmate scriptum || 6. φιλοτιμουμένου τοῦ B ‖ 7. κατασκευάζοντος B ‖ 8. iteratur *αἱ πτέρυγες ‖ 11. αἰθούσας pro lemmate scriptum ‖ 24. ὀλίγως: corr. W. cf. Eust. ‖ 27. ποιήσασθαι nov. sec., cetera itidem evanida supplevi ex B ‖ 29. τε κλύες Ludwich: τ᾿ ἔκλυες ‖ 30. evanida nov. sec. ‖ 31. ἴδῃ κ. ν. pro lemmate scriptum)
466
[*](ΑB-)

338. Πηλείωνάδε] εἰς Πηλείωνα, ἀντὶ τοῦ πρὸς Πηλείωνα, ὁμοίως τῷ “εἰς Ἀγαμέμνονα δῖον ἄγον” (Il. 7. 312).

340. καλὰ πέδιλα] Ἀριστοτέλης αὐτὰ πτερωτὰ οἴεται, ψευδῶς.

[*](A+)

341. ἀμβρόσια χρύσεια] ἀστερίσκοι παράκεινται, ὡς ἐνθένδε μετενηνεγμένων τῶν ἐν Ὀδυσσείᾳ (1. 97).

343. εἵλετο δὲ ῥάβδον] ταύτην Ἀπόλλων αὐτῷ δέδωκεν, ὡς τὰς βοῦς ἐβουκόλει Ἀδμήτου, ὥς φησιν Φερεκύδης· καὶ οἱ μὲν παρὰ τὸ ῥᾳδίως βαδίζειν ἐκτείνουσιν, οἳ δὲ παρὰ τὸ ῥαπίζειν συστέλλουσιν, ὃ καὶ ἄμεινον· τὸ γὰρ α πρὸ τοῦ β συστέλλεσθαι θέλει, εἰ μὴ κατὰ διάλεκτον ἐκ τροπῆς τοῦ η εἵη.

[*](B-)

τῇ τ᾿ ἀνδρῶν ὄμματα θέλγει] ὕπνου γὰρ καὶ ἐγέρσεως δεσπόζει· ὁ γὰρ λόγος κηλεῖ τε καὶ ἀναπτεροῖ· καὶ τὴν εὐαρμοστοτάτην λύραν ἐξεῦρεν, ᾗ κηλεῖ τε καὶ κινεῖ τοὺς πολέμους.

[*](Α+Β-)

347. αἰσυητῆρι] οἳ μὲν ὄνομα ἡλικίας, οἳ δὲ ἐρρωμένῳ παρὰ τὴν εὔσοιαν, οἳ δὲ εὐδαίμονι, οἳ δὲ ἐπιτελεστικῷ παρὰ τὴν αἶσαν, οἳ δὲ εὐμοίρῳ καὶ σεμνῷ ἵνα ἐκπλήξῃ Πρίαμον, οἳ δὲ κοσμίῳ πρὸς τὸ μὴ δέξασθαι δῶρα παρὰ Πριάμου, οἳ δὲ κεκινημένῳ παρὰ τὸ ἀίσσειν, οἳ δὲ νομίῳ. Ἀρίσταρχος δὲ γράφει “αἰσυμνητῆρι,” ὅ ἐστι βασιλεῖ κατὰ τὴν μορφὴν ὁμοιούμενος οἱονεὶ “αἰσιονομητῆρι·” οἱ γὰρ βασιλεῖς τὸ αἴσιον ἑκάστῳ νέμουσιν. §. “κούρῳ” δέ, ὅπως [*](B=)αἰδεσθῇ τὸ γῆρας Πριάμου.

[*](ΑB+)

348. πρῶτον ὑπηνήτῃ] μεθόριον ἡλικίας ἀνδρὸς καὶ παιδός, ἁβρό- τερον μὲν ἢ κατ᾿ ἄνδρα, γενναιότερον δὲ ἢ κατὰ παῖδα. περὶ τοὺς τοιούτους ἦν καὶ ὁ Σωκρατικὸς ἔρως (Plat. Prot. 309b). καὶ μύσταξ μὲν αἱ ἐπὶ τοῦ ἄνω χείλους τρίχες, τὸ δὲ κάτω πάππος, τὸ δὲ ἐξ ἀμφοῖν ὑπήνη, “καὶ μολύνων τὴν ὑπήνην” (Aristoph. Equ. 1286).

ἢ περ χαριεστάτη ἥβη] “χαριεστάτη” πρὸς τὰς πράξεις· ἢ μίξεως ἀντιποιουμένη· χάριν γὰρ ταύτην καὶ Πίνδαρος εἶπεν (? Scol. fr. 128).

[*](B=)

350. ὄφρα πίοιεν] διὰ γὰρ τὸ πένθος τοῖς κτήνεσιν οἴκοι ποτὸν οὐκ ἔδοσαν.

[*](B=)

351. ἐν ποταμῷ] ἀντὶ τῆς παρά.

[*](3. fragm. editori ignotum ‖ post ψ. add. sec. οὐ ψευδῶς· πτερόεις γὰρ ὁ λόγος ‖ 8. ῥᾷον β. Eust. ‖ 9. β. Eust.: ι 10. διάλεκτον Bekker: διάμετρον ‖ τροπὴ ego conieceram, ἐκ τροπῆς W; ἐκτροπὴ ‖ 13. πόλεμον Eust., τοὺς πολεμίους ‖ 14. αἰσυντῆρι ‖ 23. —ἢ B: ἡ—ἡ ‖ 25. τρ. τὸ etiam A: τρ. τοῦ B || τὸ alt. etiam A: αἱ B ‖ 28. ἀντιποιουμένης || 31. ἔδοσαν B; ἐδίδοσαν)
467

δὴ γὰρ καὶ ἐπὶ κνέφας ἤλυθε] ἀόριστος ἀντὶ τοῦ ὑπερσυντελικοῦ.

352. ἐξ ἀγχιμόλοιο] ἐκ τοῦ σύνεγγυς γεγονότα.

ἐφράσ〈σ〉ατο] ἔγνω συνεῖδε. Πρίαμος δὲ ὅλος ἐστὶ περὶ τὸ [*](B-) πῶς παρακαλέσει Ἀχιλλέα· διὸ οὐχ ὁρᾷ. ὁ δὲ κῆρυξ μᾶλλον τῆς ἰδίας σωτηρίας ἢ τῆς τοῦ νεκροῦ λυτρώσεως φροντίζει· τῷ δὴ τοιούτῳ ἤθει καὶ τὰ ἑξῆς ἀκολουθεῖ· φεύγειν γοῦν συμβουλεύει.

354. φραδέος] συνετοῦ· ὅθεν καὶ “ἀφραδέες” (Od. 11. 476) οἱ [*](B=) ἀσύνετοι.

355. διαρραίσεσθαι] ἀντὶ τοῦ διαρραισθήσεσθαι. §. ἴδιον δὲ τῶν [*](B=) βαρβάρων αἰεὶ τὰ χείρω προσδοκᾶν καὶ πρὸς φυγὴν ἑτοίμους εἶναι.

[*](B-)

356. φεύγωμεν ἐφ᾿ ἵππων] καταλείψαντες αὐτῷ τὰ τῆς ἀπήνης, [*](B=) ἵνα σχολῇ τῇ περὶ αὐτὰ ὑπερίδῃ ἡμῶν.

ἤ μιν ἔπειτα] δεῖ ἢ ἐν δευτέρᾳ τάξει τοῦτο γιγνέσθω.

358. σὺν δὲ γέροντι νόος χύτο] ἄκρως μεμέρισται ὁ λόγος περὶ [*](B-) μὲν τοῦ φυγεῖν καὶ τοῦ δεῖν ἱκετεύειν τῷ ταπεινοτέρῳ προσώπῳ, τὸν δὲ Πρίαμον συγχυθῆναι μὲν τὸν νοῦν καὶ ὀρθὰς αὐτῷ τὰς τρίχας στῆναι καὶ ἐκπλαγῆναι οὐ μέντοι ἀγενές τι προϊέμενον πεποίη- κεν· τὴν δὲ ταραχὴν τῆς διανοίας μεμίμηται διὰ τοῦ ὑπερβατοῦ.

361. χεῖρα —ἑλών] πρὸς πίστιν ἡ δεξιά.

362. πῇ πάτερ] “πῇ” εἰς τόπον καὶ τὸ ποῖ, τὸ δὲ πόθι ἐν τόπῳ, τὸ δὲ ποῦ ἄμφω.

πάτερ] δεύτερον τῆς δεξιᾶς αὐτὸν τοῦτο θαρσύνει.

363. νύκτα δι᾿ ἀμβροσίην] διὰ τῆς νυκτός.

364. οὐδὲ σύ γ᾿ ἔδδεισας] αὔξει τὴν χάριν τῷ καιρῷ, τῷ τῶν πολεμίων εὐεπηρεάστῳ, τῷ ἰδίῳ δυνατῷ, ὅτι ἐκ τοσούτων αὐτὸν δεινῶν ῥύεται.

365. ἀνάρσιοι] ἐναντίοι τῶν ἐριήρων.