Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

886. ἀγῶνα] ὡς οἱ δισκευταὶ ‘τίς πλέον ἥσει·’ “δουρὶ δ᾿ ὑπειρέβαλον Φυλῆά τε” (637). §. καλῶς δὲ τοῦτο ἀγωνί- [*](Β-)ζεται Ἀγαμέμνων, ἔνθα μὴ ἤμελλε γυμνωθῆναι τῆς βασιλικῆς στολῆς καὶ χρεωστῶν τῷ θανόντι— τιμὴν γὰρ ἀρνύμενος Μενελάῳ (cf. Il. 1. 159) ἀπώλετο— καὶ ἀνακτώμενος Ἀχιλλέα· πανταχοῦ δὲ εὔστοχός ἐστιν ἀκοντιστής (cf. Il. 3. 179).

[*](A+B=)

καί ῥ᾿ ἥμονες] τινὲς “ῥήμονες ” ἀλλὰ εἶπεν “καὶ ἥμασιν ἔπλευ ἄριστος” (891). ἔστιν οὖν παρὰ τὸ ἥσω· διὸ καὶ δασύνεται.

[*](B=)

892. τόδ᾿ ἄεθλον ἔχων] ὡς βασιλέα ἀκονιτὶ στεφανοῖ, καὶ οὐ πρότερον, εἰ μὴ ἐκέλευσεν ὁ βασιλεύς.

[*](Β~)

897. Ταλθυβίῳ— δίδου] δῶρον δηλονότι· οὐ γὰρ ἐπὶ τῷ ἀπαγαγεῖν εἰς τὴν σκηνήν.