Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

48. πειθώμεθα] ἄκρως διὰ τοῦ “πειθώμεθα τὸ πρὸς βίαν δείκνυσιν.

[*](B=)

ἄλλως: πειθώμεθα] οὐ “τερπώμεθα.”

[*](A=)

50. παρά τε σχεῖν ὡς ἐπιεικές] παρασχεῖν ὡς ἁρμόζει καὶ [*](B=) καθήκει.

53. θᾶσσον ἀπʼ ὀφθαλμῶν] ἀντὶ τοῦ ἵνα ταχύτερον ἐκτὸς τῆς [*](AB=) ὄψεως ἡμῶν γένηται.

ἐπὶ ἔργα τράπωνται] ὡς ἐπὶ τιμῇ τοῦ νεκροῦ ἀργίας κατεχούσης [*](B=) τό στράτευμα.

55. ἐσσυμένως] οὐ παρέλκει νῦν τὸ “ἐσσυμένως,” ἀλλʼ ἑσπέρας [*](B=) οὔσης καὶ κομίσαι τὴν ὕλην παρασκευαζομένους ἔδει ταχῦναι τὸ δεῖπνον. ἀποσιωπᾷ δὲ τὴν περὶ τὸ δεῖπνον διάθεσιν· ἐν πένθει γὰρ καὶ κατηφείᾳ τὰ πράγματα.

δόρπον ἐφοπλίσ〈σ〉αντες] οὐχ οἱ Μυρμιδόνες· τούτοις γὰρ τὸν [*](B~) τάφον ἐδαίνυ.

59. ἐπὶ θινί] πρέπουσα κοίτη τῷ πενθοῦντι καὶ ἀλύοντι. τάχα [*](AB=) [*](7. Ἡρωδιανὸς B ‖ 12. χεῖρας Et. M. s. v.: τρίχας ut B ‖ 14. ὅτι A: ἔτι ‖ 15. τῶν post πρ. omisi ut B ‖ 17. λείπει B: λόγσυ ‖ 19. πρὸς B: παρὰ ‖ 22. καθῆκεν ‖ 25. τιμὴ)

408
δὲ καὶ τὰς παρηγορίας τῶν φίλων οὐ φέρων καθʼ αὑτὸν τρέπεται, σχολάζειν τῷ πένθει θέλων.

61. κλύζεσκον] τινὲς ἐπέκλυζον.

[*](A=)

63. νήδυμος] ὅτι μετὰ τοῦ ν ἡ λέξις.

μάλα γὰρ κάμε] δικαίως οὖν προῳκονόμει τὸν δρόμον Ἀχιλλέως, ὅπως περιπαθὲς ἐπεισόδιον ἐνέγκῃ· πῶς γὰρ ἂν ὁ ἄφροντις οὕτω βαθεῖ ἐβλήθη ὕπνῳ:

64. Ἕκτορʼ ἐπαίσσων] τὸ πλῆρες ἐπὶ Ἕκτορι, ὡς “Κίρκῃ ἐπήιξα” (Od. 10. 322).

[*](B=)

65. ἦλθε δʼ ἐπὶ ψυχή] πιθανὴ ἡ περιπέτεια· μετὰ γὰρ τοὺς Ἀχιλ- λέως θρήνους ἐξεῦρέ τι καινότερον καὶ τῷ τετελευτηκότι λόγους περιτίθησι διὰ τοῦ ὀνείρου.

[*](A=B-)

66. καὶ ὄμματα κάλʼ εἰκυῖα] ἐντεῦθεν Ἀντισθένης ὁμοσχήμονάς φησι τὰς ψυχὰς τοῖς περιέχουσι σώμασιν. Χρύσιππος δὲ μετὰ τὸν χωρισμὸν τοῦ σώματός φησιν αὐτὰς σφαιροειδεῖς γενέσθαι.

[*](AB=)

67. καὶ φωνήν] ἄκρως ἐπεξεργάζεται τὴν ἐπιφάνειαν τοῦ ὀνείρου· ἔναυλος γὰρ τῷ Ἀχιλλεῖ ὁ τοῦ φίλου τύπος.

[*](B=)

69. εὕδεις] πλήρης φιλοστοργίας ὁ λόγος καὶ ἠθικῆς μέμψεως.

[*](B-)

αὐτὰρ ἐμεῖο λελασμένος ἔπλευ] “λελασμένος” δὲ ὑπάρχεις ἀντὶ τοῦ 〈ἐπι〉λέλησαι, ὡς “ληρεῖς ἔχων” (Aristoph. Ran. 512).

[*](B=)

70. οὐ μέν μευ ζώοντος] περιπαθὲς τὸ ἀναμνῆσαι τῆς φιλίας. μαρτυρῶν δὲ αὐτοῦ τὴν ἐν τῷ ζῆν ἐπιμέλειαν καὶ νῦν ἐπὶ τὰ ἴσα προτρέπεται.

71. πύλας Ἀίδαο] ‘πύλας Ἅιδου’ τὸν Ἀχέροντα· ἐκεῖ γάρ εἰσιν αἱ τῶν κολαζομένων ψυχαί, οὗ τοὺς περὶ Τιτυὸν εἶδεν Ὀδυσσεύς (Od. 11. 576). ὁμοίως καὶ Ὅμηρος ἐκεῖνο Ἅιδην καλεῖ· ἴσως δὲ πρὸς τὸ πεῖσαι φαντάζει· πῶς γὰρ ἄταφοι 〈οἱ⟩ μνηστῆρες διαβαίνουσιν (Od. 24. 9);

72. τῆλέ με 〈ἔργουσιν⟩] ἀπόλυτος ἡ “μέ.”

εἴδωλα καμόντων] ὥρισε τί ἐστι ψυχή.

73. οὐδέ με] οἶδε γὰρ ἑαυτὸν αὐτίκα θανούμενον.

[*](B=)

74. εὐρυπυλές] τὸ πᾶσιν ἡπλωμένον.

[*](A+)