Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

370. ἔστασαν] βεβαία αὐτῶν ἡ στάσις, οὐ πιπτόντων τῇ ἀναβολῇ τῶν ἀρμάτων.

[*](B=)

372. οἳ δʼ ἐπέτοντο] πρὸς γὰρ τῷ τέλει τῆς νίκης ταχύνουσι πλέον. κονίοντες] κονιορτούμενοι ἢ ἐγκονοῦντες.

[*](A+)

374. ἐφʼ ἁλός] οὕτως Ἀρίσταρχος· αἱ δὲ πλείους “ἀφʼ ἁλός.”

[*](A=)

377. τὰς δὲ μέτʼ ἐξέφερον] οὐκ ἀναστρεπτέον τὴν “μετά,” ἐπεὶ μέσος ἐστὶν ὁ “δέ.”

378. Τρώιοι, 〈οὐδέ τι πολλὸν ἄνευθʼ ἔσαν, ἀλλὰ μάλʼ ἐγγύς⟩] ὅτι δὶς τὸ αὐτό.

[*](2. ὕστατος W bis: ὕστερος bis ‖ 4. δὲ pro γὰρ B ‖ εἰπεῖν W: εἶναι ‖ 7. λέγοις ‖ 9. Ξ. γε ‖ 15. προσενεκτέον ‖ 19. οὐδὲ καὶ corrupta cf. B ‖ 24. διαστ. post τείχους: traieci ut Eust. ‖ πεντεσταδίῳ W nihil tra- iciens)
423

οὐδέ τι πολλὸν ἄνευθε] φιλονεικίαν κινεῖ τοῖς ἀκούουσι τὸ ἐφάμιλ- λον τῶν ἀγωνιστῶν.

382. ἀμφήριστον] ἀμφισβητήσιμον.

[*](B=)

383. εἰ μὴ Τυδέος υἷι] συναγωνιᾶν αὐτοῖς ποιεῖ τοὺς θεατὰς κατὰ Πίνδαρον “πολλοὶ δὲ καὶ μέμνανται, καλὸν εἴ τι ποναθῇ” (Ol. 6. 11).

κοτέσσατο Φοῖβος] σεμνοποιῆσαι πάλιν θέλων τὸν ἀγῶνα καὶ [*](B-) θεοὺς συμφιλονεικοῦντας εἰσάγει. κατὰ Διομήδους δὲ χωρεῖ ὁ Ἀπόλλων, ὅτι “οὐδὲ θεὸν μέγαν ἅζετο” (Il. 5. 434), καὶ ὡς ἱππο- βουκόλος Ἀδμήτου.

385. χωομένοιο] συγχεομένου ἐπὶ τῇ ἀτυχίᾳ.

[*](A~B =)

387. οἳ δέ] οί ἵπποι.

[*](B=)

388. ἐλεφηράμενος] μετὰ παραλογίας βλάψας.

[*](B=)

391. ἢ δὲ μετʼ Ἀδμήτου υἱόν] δεῖ οὖν καὶ τὰς ἐπικουρίας παρα- [*](B=) πεφυλαγμένως ποιεῖσθαι, ὅπως μὴ μᾶλλον, ὧν προϊστάμεθα, τούτους βλάψωμεν.

392. ἐτ〈ρ〉άχυνε τὴν ἀπαγγελίαν μιμούμενος ψόφον ἁρμάτων [*](B=) κλωμένων.

303. ἀμφὶς ὁδοῦ δραμέτην] τῆς προκειμένης ὁδοῦ χωρὶς ἔδραμον. [*](B=) ἐλύσθη] συνερρύη, κατειλήθη, ὡς “λασίην ὑπὸ γαστέρʼ ἐλυσθείς” [*](B=) (Od. 9. 433).

396. θρυλίχθη] ἡ ὀνοματοποιία τοῦ “θρυλίχθη” τὴν ταραχὴν τοῦ [*]() θραυσθέντος προσώπου δηλοῖ.

397. θαλερὴ —φωνή] σύντονος.

[*](B+)

398. παρατρέψας] νηφαλιωτάτη ἡ προσθήκη. τοῦτο γὰρ ἦν [*](B=) δεξιοῦ ἡνιόχου, τὸ μὴ ἐπενεχθῆναι τῷ συντετριμμένῳ δίφρῳ.

παρατρέψας ἔχε] ἵνα παρελάσῃ τὸν ἐντὸς ἔχων δρόμον ὀρθότερον καὶ φθάσῃ ἐπὶ τὸν καμπτῆρα· ὁ δὲ Μενέλαος ἐξωτέρω τὸν ἀσφα- λέστερον ἤλαυνε δρόμον.

401. τῷ δʼ ἄῤ ἐπʼ Ἀτρείδης εἶχε] ἐπέκειτο τούτῳ Μενέλαος· εἰκότως δὲ τοῦτον τρίτον παρέλαβεν, οὗ καὶ τοὺς ἵππους κατονομασίας ἠξίωσεν.

403. ἔμβητον] ἠθικὴ ἡ προσφώνησις καὶ συνήθης, ὅπου καὶ ὀνό- [*](B+) ματα αὐτοῖς εἰώθασι τιθέναι.

[*](5. ποναθῇ etiam Pindari codd. ‖ 11. οἱ ἵπποι lemmati addita ‖ 12. βλάψας B: γράψας ‖ 15. βλάπτοιμεν B ‖ 16. schol. lineae 11 adnexum: discrevit et traiecit W ut B ‖ suppl. W ‖ 24. νηφαλεωτάτη B ‖ 26. aptius schol. infra ad v. 423 legitur ‖ μὴ supra παρατρέψας in lemmate add. pr. ‖ εἶχε in lemmate ‖ 31. ἠθικὴ sec.: ἠθηκὴ pr. ut videtur)
424

τιταίνετον] ἀντὶ τοῦ τιταίνεσθε.

[*](B-)

405. οἷσιν Ἀθήνη] τὴν ἐκ τῆς Ἀθηνᾶς βοήθειαν στοχάζεται, ὡς οὐκ ἀσύνετος. καὶ Αἴας (782) “ ἦ ἔβλαψε θεὰ πόδας, ἣ τὸ πάρος περ μήτηρ ὣς Ὀδυσῆι παρίσταται.”

[*](B=)

408. ἐλεγχείην καταχεύῃ] αἰδοῖ καὶ φόβῳ διεγείρει αὐτούς.

[*](B=)