Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

319. ἄλλος μέν θʼ ἵπποισι] ἐναντιότητος ἔλαβεν ἐνθυμήματα, τέχνης ἐπιτυχίαν καὶ ἁμάρτημα ἀτεχνίας. οἳ μὲν γάρ φησιν ἀτεχνεῖς ὄντες, ἵππων δὲ γενναίων ἐπιτυχόντες, τὴν ἐπιτυχίαν εἰς ἧτταν ἐκτήσαντο, οὐ περιγινόμενοι τῶν ἵππων, ἀλλὰ διὰ τὸ μὴ εὐθυδρομεῖν πλείστην ὁδὸν εἱλούμενοι· ὁ δὲ τεχνίτης, ὅταν βραδεῖς ἔχοι ἵππους, τάχιον τοῦ τέλους ἐφικνεῖται εὐθυδρομῶν.

[*](A+)

ἄλλος μέν] τινὲς μὲν δασύνοντες ὡς ἄρθρον ἀντὶ τοῦ ‘ὃ μέν,’ ὡς “ὅς τʼ ἄλκιμος, ἐξεφαάνθη” (Il. 13. 278).

[*](B=)

322. κέρδεα] τέχνην· “ κέρδεσιν, οὔτι τάχει γε, παραφθάμενος”(515).

[*](B =)

323. στρέφει] κάμπτει ἐγγὺς τοῦ καμπτῆρος, ἵνα μὴ ἐξαγώνιος αὐτῷ γένηται ὁ δρόμος.

[*](B=)

328. οὐ καταπύθεται ὄμβρῳ] Θεόφραστός φησιν (Hist. Plant. 4, 3) αὐτὸ κατορυσσόμενον ἢ ἐν λίμναις βρεχόμενον μὴ σήπεσθαι· ἐν δὲ θαλάσσῃ σήπεται.

[*](B-)

330. ἐν ξυνοχῇσιν ὁδοῦ] ταῖς συμπτώσεσι ταῖς ἀπὸ εὐρυχωρίας εἰς στενὸν ἀγμὸν συγκλειομέναις· καὶ “ἐπὶ στῆθος συνοχωκότες” (Il. 2. 218)· τὸ σιγματοειδὲς οὖν τῶν σταδίων συνοχήν φησιν.

[*](5. πέμπτον B: ἓν ‖ 8. ἀποκλῷ ‖ 17. ἀτεχνίας scripsi: ἐπιτυχίας ‖ οἱ B: εἰ ‖ 18. ἵππων B: ἐπὶ τῶν ‖ 18, 19. τῇ ἐπιτυχίᾳ τὴν ἧτταν B ‖ 20. εἱλούμενοι B: εἱλοῦνται ‖ 24. τέχνην γW cf. B: ἐχρῆν ‖ 27. αὐτῷ B: τούτοις ‖ 30. ἐν Theophr.: ἑὰν ‖ 32. συνωχωκότες)
421

λεῖος δʼ ἱππόδρομος ἀμφίς] “ἀμφίς” μετὰ τὴν ἀποστένωσιν· [*](B-) οἳ δὲ χωρίς, μετὰ τὴν τελευτήν.

331. ἤ τευ σῆμα βροτοῖο] Ἀρίσταρχος γράφει “ἠὲ σκῖρος ἔην, νῦν αὖ θέτο τέρματʼ Ἀχιλλεύς·” σκῖρον δὲ τὴν ῥίζαν διὰ τὸ ἐσκιάσθαι· ὅθεν τὸ σκιάδ〈ε〉ιον Ἀττικοὶ σκῖρον καλοῦσιν.

335. κλινθῆναι —ἦκα] κλιθῆναι ἠρέμα πρὸς τὸ μὴ τρέψαι τὸν [*](B-) δίφρον, ἀλλὰ καὶ κουφισθῆναι τὸν δεξιὸν 〈ἵππον⟩ καὶ περιδραμεῖν. ὁ δὲ ἀριστερὸς σχολαίτερον ἀνύει.

336. ἦκʼ ἐπʼ ἀριστερά] τὸ πλῆρες ‘ἦκα.’

[*](A=)

339. δοάσσεται] φαντασθῇ, νομισθῇ.

[*](B=)

340. λίθου δʼ ἀλέασθαι] τοῦ προειρημένου λίθου. “λᾶε δὲ τοῦ [*](B=) ἑκάτερθεν ἐρηρέδαται δύο λευκοί (329).

343. ἔσσεται] τινὲς δίχα τοῦ τ.

εἶναι] ἀντὶ τοῦ ἔσο.

[*](B+)

345. οὐκ ἔσθʼ ὅς κε σε —μετάλμενος] οὐδεὶς 〈ἂν〉 μετὰ σὲ ὁρμῶν [*](B=) καταλάβοι σε οὐδὲ παρελεύσεται.

346. Ἀρείονα] ἴσως, ἐπεὶ ἐν Σικυῶνι γέγονεν ὁ Ἀρείων, οὗ ἐδόκει ἡ Αἴθη ἀπόγονος εἶναι.

347. Ἀδρήστου—ἵππον—ἢ 〈τοὺς⟩ Λαομέδοντος] ὑπερβολικῶς καὶ τὰ ἐν ἑκατέρᾳ ἠπείρῳ διαφέροντα γένη τῶν ἵππων παρέλαβεν.

ὃς ἐκ θεόφιν γένος ἦεν] Ὅμηρος μὲν ἀπλῶς, ὅτι θειοτέρας ἦν [*](A+) φύσεως, οἳ δὲ νεώτεροι Ποσειδῶνος καὶ Ἁρπυίας αὐτὸν γενεαλογοῦσιν, δὲ ἐν τῷ κύκλῳ Ποσειδῶνος καὶ Ἐρινύος. καὶ Ποσειδῶν μὲν αὐτὸν Κοπρεῖ τῷ Ἁλιαρτίῳ δίδωσιν, ὁ δὲ Κοπρεὺς Ἡρακλεῖ, 〈ὃς⟩ καὶ Κύκνον ἀνεῖλεν ἐν Παγασαῖς ἐπʼ αὐτοῦ μαχόμενος. ἔπειτα αὐτὸν δίδωσιν Ἀδράστῳ.

348. τράφεν] ἐπὶ παθητικοῦ τέτραφεν. §. τῷ “τέτροφεν” ἐπὶ παθητικοῦ χρῆται, ὡς ἐκεῖ “ὥς μʼ ὄφελ᾿ Ἕκτωρ κτεῖναι, ὃς ἐνθάδε τέτραφʼ ἄριστος” (Il. 21. 279).

350. ἑκάστου πείρατα] “πείρατα” τὰ ἀποβησόμενα ἀπὸ τῆς [*](B=) ἐμπειρίας.

351. Μηριόνης] οὐδὲ ὁ Μηριόνης αὐτῷ ἀσκόπως πρὸς τὴν ἀγω- [*](B=) νίαν παρείληπται, ἀλλʼ ἵνα διάθηται τὰ περὶ τὸν Ἰδομενέα περιέ- [*](1. δὲ ante μ. omisi ‖ 3. ἤτοι ‖ σκίρος ‖ 4. οὖ θέτο Eust.: ἄνθετο ‖ σκίρον ‖ 5. suppl. W ‖ 6. μὴ τρέψαι Bekker: μὴ στέψαι B, μήτε στρέψαι ‖ 7. supplevi ex B ‖ 12. λευκώ B ‖ 16. πορέλθοι B ‖ 17. σὗ scripsi: εὖ ‖ 24. Ἁλιορτίῳ)

422
[*](B-)χοντα φιλονεικίαν ὄχλῳ πρέπουσαν. §. ἐναγώνιον συνίστησι τὸν ἀγῶνα, εἴγε ὁ πρῶτος ὕστατος καὶ ὁ ὕστατος πρῶτος ὁρᾶται. ἦν δὲ ὁ δρόμος οὐ δόλιχος. κάμπτουσι γάρ, ἄλλ᾿ οὐδὲ πολλάκις κάμπτουσιν· ἔδει γὰρ πολλάκις εἰπεῖν τὸν καμπτῆρα. δίαυλος οὖν ἐστι μακρότα- τος· διὸ καὶ σκοπὸς κάθηται Φοῖνιξ καὶ σημαίνει τὸ τέρμα τηλόθεν, μή ποτέ τις ἐντὸς δρόμου κάμῃ. ἅπαξ γὰρ ὁρῶνται ἐπὶ τοῦ αἰγι- αλοῦ καὶ ἅπαξ φιλονεικοῦσι περὶ αὐτῶν. εἰ δὲ λέγει “ἀλλʼ ὅτε δὴ πύματον” (373), τῶν δύο τὸν ἔσχατόν φησιν.

[*](A+)

358. μεταστοιχεί] ἐπὶ στίχον, ὡς τὸ “μετὰ Ξάνθον τε” (Il. 5. 152) ἀντὶ τοῦ ἐπὶ Ξάνθον· στίχος δὲ ἡ ἐπὶ τὸ βάθος στάσις τῶν χορευτῶν· οὐ γὰρ κατὰ μέτωπον ἔστησαν, ἐπεὶ διὰ τί ὁ κλῆρος ἐπάλθη; οὐ γὰρ ἔγραφον τοὺς στίχους ὡς νῦν ἡμεῖς κατὰ μέτωπον, ἀλλὰ κατὰ βάθος· ἕν〈α〉 γὰρ γράψαντες ἕτερον ἔγραφον καὶ τρίτον καὶ τέταρτον.

[*](A+ B=)

361. μεμνέῳτο] προπαροξυτονητέον καὶ μετὰ τοῦ ῑ γραπτέον τὸ [*](A+)“μεμνέῳτο.” §. πληθυντικῶς δὲ προενεκτέον τὸ “δρόμους.”

[*](B=)

ἄλλως: “μεμνέῳτο” ἐπιμελοῖτο· μεμνῆσθαι πατρὸς καὶ μητ〈έ〉ρος (Od. 18. 267).

[*](B=)

362. οἳ δʼ ἄρα πάντες] πᾶσαν φαντασίαν ἐναργῶς προβέβληται, [*](B~)ὡς μηδὲν ἧττον τῶν θεατῶν ἐσχηκέναι τοὺς ἀκροατάς. §. οὐδὲ καὶ τὰ ἅρματα ἐν τοῖς πετρώδεσιν αἴρεται (369).

[*](B-)

365. νόσφι νεῶν] ἤρξαντο μὲν ἀπὸ Σιγείου, ἔνθα ἦν Ἀχιλλεύς. ἔτρεχον δὲ ἐπὶ Ῥοίτειον· νόσφιν οὖν νεῶν τῶν πρὸς τῷ αἰγιαλῷ νεωλ- κηθεισῶν. κατὰ δὲ Ἀρίσταρχον ὁ δρόμος γέγονεν ἐν τῷ ἀπὸ τοῦ τείχους ἄχρι τῆς θαλάσσης ε σταδίων διαστήματι.

[*](B=)