Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

413. ἀποκηδήσαντε] ἀφροντι〈στή〉σαντες, ἀμελήσαντες.

[*](A-)

414. ἐφομαρτεῖτον] Ἀρίσταρχος “ἐφαμαρτεῖτον.”

417. ὑποδδείσαντες] διὰ τοῦ ἑτέρου δ τὸ “ὑποδδείσαντες.”

[*](A+B-)

419. στεῖνος ὁδοῦ] βαρυντέον τὸ “στεῖνος,” ὡς τὸ μάκρος παρὰ Ἀριστοφάνει (Av. 1131)· “ὦ Πόσειδον τοῦ μάκρους.”

[*](B=)

ἄλλως: στεῖνος ὁδοῦ] τὸ γενικώτερον προέταξεν, ὅτι ἦν στενὴ ἡ ὁδός· εἶτα ἐπάγει “ῥωχμὸς ἔην” (420), ὅ ἐστι χάσμα ἐκ ῥύακος γενόμενον.

[*](B=)

ἄλλως: στεῖνος ὁδοῦ κοίλης] στείνωμα κοιλάδας ἔχον παρακειμέ- νας.

[*](B=)

420. ῥωχμὸς ἔην] ἔκρηξίς τις μικρὸν ἀνωτέρω τοῦ καμπτῆρος. ἐν δεξίᾳ ταύτης Μενέλαος ἤλαυνεν.

421. ἐξέρρηξεν ὁδοῖο] Ἀττικῶς, ἀντὶ τοῦ ὁδόν.

χῶρον ἅπαντα] Ἀριστοφάνης “χῶ〈μ〉α ἔνερθεν.”

[*](A+)

422. τῇ ῥ᾿ εἶχεν] χωρὶς τοῦ τ “ᾗ ⟨ῥ᾿〉 εἶχενν.” “ᾗ” ὅπου, ὑπὸ τῇ στενῇ ὁδῷ.

[*](B=)

ἁματροχιάς] τὰς εἰς ταὐτὸ συνόδους τῶν τροχῶν.

[*](B =)

423. Ἀντίλοχος δὲ παρατρέψας] ἐκ τῆς ὁδοῦ εἰς τὰς ῥωγάδας ἑαυτὸν δούς.

[*](B=)

παρατρέψας] ἵνα παρελάσῃ τὸν ἐντὸς ἔχων δρόμον ὀρθότερον καὶ φθάσῃ ἐπὶ τὸν καμπτῆρα. ὁ δὲ Μενέλαος ἐξωτέρω τὸν ἀσφα- λέστερον ἤλαυνε δρόμον.

[*](B=)

426. ἀφραδέως] ἀπείρως· οὐ γὰρ οἶδεν, ὅτι κακουργεῖ. [*](B=)ἄνεχε] ἄνω ἔχε, μὴ ἐπίκεισο.

[*](B-)

427. εὐρυτέρῃ παρελάσσεις] παρελάσ〈σ〉αι·” λείπει τὸ ἔσται· ὅταν παρέλθῃς τὸ στενόν, ἔσται ταχέως εὐρυτέρα, ὥστε 〈παρ〉ελ- άσαι.

[*](3. ἣ μʼ ‖ 4. Ὀδυσσῆι ‖ 6. supplevi ex B ‖ 7. ἐφαμαρτεῖτον A: ἐφω- μαρτεῖτον ‖ 10. τοῦ Ar. codd.: τοὺς ‖ 11. τὸ B: τοῦτο ‖ ἡ post στενὴ om. B ‖ 13. γεγενημένον B ‖ 14, 15. περικειμένας B ‖ 16. τις B: τῆς ‖ 19. suppl. Ludwich: χῶρον coni. Heyne ‖ 20. ᾗ ῥ᾿ A: ᾖ ‖ ᾗ ὅπ. scripsi: ἢ ὅπ. ‖ 30, 31. suppl. Heyne)
425

428. κύρσας] συρράξας, συμπεσών.

[*](B+)

430. ὡς οὐκ ἀίοντι ἐοικώς] προσποιούμενος μὴ ἀκούειν.

[*](B=)

431. δίσκου —κατωμαδίοιο] τοῦ κατὰ τοῦ ὤμου βαλλομένου· [*](B=) ἄνωθεν γὰρ αὐτὸν ῥίπτουσιν.

οὖρα] ὁρμήματα, ὡς “ὅσσον τʼ ἐν νειῷ οὖρον πέλει ἡμιόνοιιν” (Od. 8. 124).

433. αἳ δέ] “τοὶ δέ.” θήλεια γὰρ καὶ ἄρσην.

ἠρώησαν] ὑπεχώρησαν.

[*](B=)

440. ἔρρʼ, ἐπεὶ οὔ σʼ ἔτυμόν γε φαμὲν πεπνῦσθαι] ὅτι ἀκολουθοῦσιν [*](B-) ἀλλήλαις αἱ ἀρεταί· οὐ γὰρ φρόνιμος ὁ ἀδικῶν.

445. ἀτέμβονται] στέρονται, οἱ δὲ γλωσσογράφοι μέμφονται.

[*](B -)

451. ἧστο γὰρ ἐκτὸς ἀγῶνος] φιλικῶς ἄγαν· ἀγωνιᾷ γὰρ διὰ [*](B +) τὸν φίλον.

452. τοῖο δʼ ἄνευθεν] χωρὶς ὄντος τοῦ ὁμοκλητῆρος, τουτέστι [*](B-) μακρὰν ἀπόντος τοῦ ἡνιόχου.

454. ὃς τὸ μὲν ἄλλο τόσον] “τόσον” ἀντὶ τοῦ ὅλον· οὕτω γάρ [*](A~B=) φησι πρὸς τὰ παρʼ ὀλίγον τετελεσμένα· οἱ δὲ γλωσσογράφοι “τόσον” ἀντὶ τοῦ τὸ σῶμα. Χαμαιλέων δέ φησι τοὺς τοιούτους ἵππους ἀρίστους εἶναι.

455. *μήνη] ὅτι πάντων μήτηρ.