Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

248. δεύτεροι] ὕστεροι· καὶ “δεύτατος ἦλθεν” (Il. 19. 51) ἀντὶ τοῦ ‘ἔσχατος·’ γενναίως οὐκ οἰκτίζεται τὸν θάνατον.

254. λιτί] ἀποικίλτῳ· τοιοῦτο δὲ καὶ Ἀνδρομάχη φησὶν “ἐπεὶ οὐκ ἐγκείσεαι αὐτοῖς” (Il. 22. 513).

[*](A+)

ἄλλως: λιτί] ὀξυτόνως· μεταπλασμὸς γάρ ἐστι τοῦ λιτῷ. τὸ λῖτα αἰτιατική ἐστι μεταπλασθεῖσα ἀπὸ τοῦ λιτήν, ἐπεὶ οὐδεμία αἰτιατικὴ εἰς ᾱ λήγουσα ὠξύνθη εἰ μὴ ἡ τινά ἀόριστος οὖσα πρὸς τὸ τίνα εὐκτικήν.

[*](B=)

255. τορνώσαντο δὲ σῆμα] ὡς ὁ ζωγράφος προῦπογράφει πρῶτον, οὕτω καὶ οὗτοι προδιέγραψαν τὸ σχῆμα τοῦ τάφου. τὸ δὲ τορνο- γραφεῖν κυκλοτερῆ δείκνυσι τὸν τάφον.

[*](B-)

258. 〈ἵζανεν εὐρὺν ἀγῶνα⟩] καθεσθῆναι ἐποίησε τὸ πολὺ πλῆθος· ἢ εἰς εὐρύχωρον τόπον, ἵνα λίπῃ ἡ εἰς.

[*](B=)

259. νηῶν] τοῦ τόπου· ἐν νεωλκηθείσῃ γὰρ νηὶ οὐδὲν τίθεται οὐδὲ διατρίβει τις ἐν αὐτῇ· φησὶ γοῦν “οἰσέμεναι κλισίηθεν” (564). ἄλλως: νηῶν δʼ ἔκφερʼ ἄεθλα] καὶ παρὰ Ἀριστοφάνει ἠθέτηται τοῦτο (259—61).

[*](3. ἐνεφάνισε etiam A: ἐνέφηνε B ‖ 5. ἐπιπόλαιος B: ἐπιπολῆς ‖ 12. ἐκε- λεύθωμαι lemma, κεύθωμαι textus ‖ τοῦ κελεύθομαι πορεύομαι ‖ 15. πολλὸν in textu signo notatum ‖ 20. τοιοῦτος ‖ 23. λιτήν A: λίτον ‖ 23, 24. οὐδεμίαν αἰτιατικὴν εἰς ᾱ λήγουσαν ‖ 25. πρῶτον B: πρώτην)
417

262. ίππεῦσιν] τινὲς “ἵπποισιν·” κατὰ τούτων γὰρ τὸ ἐπίθετον, οὐ τῶν ἱππέων.

263. γυναῖκα ⟨—ἔργʼ ἰδυῖαν〉] γυναῖκα μὲν τίθησι τῷ νικήσαντι, [*](B=) ὅτι σοφίας δεῖ πρὸς τὴν νίκην, τρίποδα δὲ διὰ τὴν στάσιν.

264. 〈δυωκαι〉εικοσίμετρον] ὑφʼ ἕν, οἷον τὸ “δυωκαιεικοσίπηχυ” (Il. 15. 678).

265. τῷ δευτέρῳ] ὁ μετὰ τὸν ἡνίοχον δεύτερος ὁ ἵππος· τῷ δὲ τρίτῳ ἀνεῦρε τὸν τρίποδα.

266. ἑξετέα] οἱ πλείους παροξυτόνως τὸ “ἑξετέα” ἀνέγνωσαν, [*](A+) οἷς καὶ ἡ παράδοσις ἐπείσθη.

βρέφος] ἐναντίως ἡμῖν τὸ ἔμβρυον, τὸ δὲ τεχθὲν “ἔμβρυον” (Od. 9. 245)· βρύειν γὰρ τὸ αὔξεσθαι· “καί τε βρύει ἄνθει λευκῷ” (Il. 17. 56).

268. τέσσαρα μέτρα] ὅτι ὥριστο τὸ μέτρον.

κεχανδότα] ἀντὶ τοῦ χανδάνοντα. “λευκόν” δὲ καινόν.

[*](B=)

269. δύω χρυσοῖο τάλαντα] πῶς τῷ τετάρτῳ μεῖζον πάντων τίθη- [*](A-B+) σιν: φησὶν οὖν Ἀριστοτέλης (fr. 164) οὐκ εἶναι τὸ τάλαντον ὡρισμένον τότε τοῖς παλαιοῖς· νῦν μὲν γὰρ ὡς ἧττον ἵππου, ἐν δὲ ταῖς Λιταῖς (Il. 9. 122) ὡς μέγιστον· ἔστιν οὖν ἀντίμετρον· καὶ Ἀλκίνους φησὶ “φᾶρος —ἐυπλυνὲς ἠδὲ χιτῶνα καὶ χρυσοῖο τάλαντον ἐνείκατε” (Od. 8. 392, 3), αὐτὸς δὲ ὡς μεῖξον δώσων “τόδʼ ἄλεισον ἐμὸν περικαλλὲς ὀπάσσω” (ib. 430)· νῖν δὲ ρκ΄ δραχμὰς ἔχει τὸ τάλαντον, τὸ δὲ παλαιὸν ὁ μὲν Πολέμαρχος δʼ δραχμῶν, Θεόφραστος δὲ ιδ΄, Τίμαιος δὲ κδ΄.

270. ἀμφίθετον φιάλην] οἳ μὲν ἐξ ἀμφοῖν μεροῖν αἰρομένην, οἳ [*](B=) δὲ πανταχόθεν ἱσταμένην. χαλκίον δὲ λεβητῶδες ἦν δύο ὦτα ἀμφοτέρωθεν ἔχον, διʼ ὧν ἐβαστάζετο.

ἀπύρωτον] διὰ τί “ἀπύρωτον;” ὡς δὴ καὶ ἀναθε〈μα〉τιαίων οὐσῶν τοιούτων φιαλῶν, ὡς εἰς ἦν ἐτέθη τὰ ὀστᾶ Πατρόκλου.

271. καὶ μῦθοι-ἔειπε] οὐ διὰ κήρυκος—οὐ γὰρ πρὸς πάντας [*](B-) φησιν, ἀλλὰ πρὸς τοὺς ἀριστεῖς—ὥστε οὐ κατὰ τὰ ἔθη τὰ παλαιά.

273. δεδεγμένα] διχῶς· εἰ μὲν διὰ τοῦ γ, ἀντὶ τοῦ ἐπιδεδειγ- [*](A +) μένα, εἰ δὲ διὰ τοῦ χ, ἀντὶ τοῦ ἐκδεχόμενα, ὡς ἐπὶ ἐμψύχων.

274. εἰ μὲν νῖν] συσταλτέον τὸ “νῦν·” ἀντὶ γὰρ τοῦ δή.

[*](5. ὡς post οἷον delevi: καὶ coni. W ‖ 7. corrupta ‖ 8. ἀνεῦρον ‖ 10. οἷς W: ἧς ‖ ἐπείσθη A: ἐπῃνέθη ‖ 16. δύο ‖ 25. ἀγγεῖον B ‖ 27. τί scripsi: τοῦ ‖ suppl. Bekker ‖ 27, 28. ὡς post ἀνοθ. scriptum: tra- iecit post φ. W ‖ 30. παρὰ pro κατὰ coni. W)
418

275. πρῶτα] πρωτεῖα.

277. ἀθάνατοί τε γάρ εἰσι] πρὸς τὸν φθόνον· οὐ γὰρ αἰσχρὸν ἀθανάτοις ἡσσᾶσθαι.

Ποσειδάων] ὁ ἵππιος θεός.

280. τοίου γὰρ κλέος] λαβόμενος μικρᾶς ἀφορμῆς πάλιν ἐπὶ τὴν μνήμην ἔρχεται τοῦ φίλου.

[*](A=)

281. ὅς σφωιν] διʼ ἑνὸς σ, ὡς τὸ “ὅ σφιν ἐυφρονέων·” ἐγκλιτικὸν δὲ “ σφωίν ” ἔστι γὰρ γ΄ προσώπου.

[*](B+)