Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

200. δυσαέος] οὐκ ἀεί, ἀλλὰ χειμῶνι. ἔστι γὰρ χειμῶνος μὲν δυσαής, θέρους δὲ προσηνής· “Ζεφυρίη πνείουσα τὰ μὲν φύει” (Od. 7. 119). 202. βηλῷ] τῷ βαθμῷ.

203. πάντες ἀνήιξαν] ἔστι γὰρ ἐρωμένη Ζεφύρου· ἀφʼ ὧν καὶ τὸν Ἔρωτά φασιν· ἴσως δὲ ἀκροθώρακες ὄντες ἐρῶσιν αὐτῆς.

[*](B=)

205. οὐχ ἕδος] οὐχ ἑδραστέον.

[*](5. σκελετῶδες ποιήσειεν B ‖ 11. αὐτὸς W: -οὺς ‖ 14. legit schol. ‘δέπᾳ ἐλλιτάνευεν’ ‖ ἀλλαχοῦ δέ post δέ iteratum: omisi ‖ 18. iteratur ἀντὶ τοῦ ‘ὁρμὴν λάβοι’ ‖ 19. τε σεύαιντο Cobet: ἐσσεύαιτο AB, -οντο ‖ 22. σε schol. Pind. Ol. XII. 10: ἐς ‖ σύμβολον schol. Pind.: -ουλον ut B ‖ 22, 23. ποιουμένη vel ποιούμενος schol. Pind., om. B ‖ 24. lacunam indicavi ex B supplendam ‖ 25. χειμῶνος B: -νι)
415

206. Αἰθιόπων ἐς γαῖαν] πρὸς ἀπαλλαγὴν τῶν ἐνοχλούντων [*](B=) ψεύδεται. χθὲς γὰρ θεαταὶ ἦσαν τῆς μάχης καὶ ἕωθεν φιλονεικοῦσι περὶ Ἕκτορος.

ἄλλως: Αἰθιόπων ἐς γαῖαν] χαρίεν ἐν παρέργῳ δεδήλωκεν, [*](B=) ὅτι ἀπηλλάγησαν οἱ θεοὶ τοῦ πολέμου καὶ ὥσπερ ἐκ τῆς φροντίδος κατέστησαν, πέρας ἐχόντων ἤδη τῶν περὶ τὴν Ἀχιλλέως βούλησιν. διὸ παρὰ τοῖς Αἰθίοψί φησι πανηγυρίζουσιν.

ἐς γαῖαν] αἱ τῶν πόλεων “ἐς δῆμον.”

[*](A=)

208. κελαδεινόν] ὃν ἄνω (200) δυσαῆ εἶπεν.

[*](B+)

214. πόντον ἵκανον] τὸν Θρᾴκιον πόντον καὶ Ἑλλήσποντον.

218. ὃ δὲ πάννυχος] πολὺ τὸ ἑταιρικὸν τοσαύτην φέροντος [*](B=) ἀγρυπνίαν καὶ χοὰς χεομένου.

221. ὅτι δωδεκασύλλαβος.

[*](A+)

222. ὡς δὲ πατὴρ οὗ παιδός] αὐξητικῶς ὅλη ἔχει ἡ παραβολή [*](B=) εἰς γὰρ ἔνδειξιν στοργῆς πατρικῆς παραβέβληται. ἀλλʼ οὐκ ἤρκεσεν Ὁμήρῳ τὰ τῆς εἰκόνος· οὐ γὰρ τὴν τυχοῦσαν ἡλικίαν τοῦ παιδὸς παρέλαβεν ἀλλὰ νυμφίον, τέλειον μέν, παίδων δὲ οὔπω πατέρα, ὥστε καὶ παῖδας ὄψεσθαι τοῦ παιδὸς προσδοκήσας μετὰ τῆς δευτέρας ἐλπίδος καὶ τὴν πρώτην ἀπολώλεκεν.

223. νυμφίου] δηλοῖ ἡ λέξις καὶ τὸν ἤδη πατέρα παίδων· “νυμ- [*](AB=) φίον ἐν μεγάροις μίαν οἴην παῖδα λιπόντα ” (Od. 7. 65).

225. ἑρπύζων—στεναχίζων] διὰ τῶν παρατατικῶν τὸ ἀδιάλειπτον [*](B~) τῆς λύπης σημαίνει.

ἄλλως: ἑρπύζων] ἡ βαρεῖα κίνησις τὴν ταπείνωσιν Ἀχιλλέως δηλοῖ.

[*](B=)

226. ἑωσφόρος εἶσι φόως ἐρέων ἐπὶ γαῖαν] ἡ “ἐπί” πρὸς τὸ “εἶσι.” οὐκ ἀναστρέφεται δὲ διὰ τὸ μεταξὺ τεθεῖσθαι ἕτερον μέρος λόγου.

**〈ἑωσφόρος⟩] λείπει ‘ἀστήρ.’

φόως ἐρεών] “ὅς τε μάλιστα ἔρχεται ἀγγέλλων φάος ἠοῦς ἠριγενείης” (Od. 13. 93, 4).

228. ἐμαραίνετο] καὶ ἐκεῖ οὖν “φλὸξ ἐμαράνθη” (Il. 9. 212) γραπτέον.

229. οἱ δʼ ἄνεμοι] εἰ οὖν αὐτεξούσιοι οἱ ἄνεμοι, τετεράτευται τὰ περὶ τοῦ Αἰόλου.

[*](8. ἐς A: εἰς 13. lemma οἶνον ἀφυσσάμενος χαμάδις χέε, δεῦε δὲ γαῖαν (220) om. et scholion ad v. 22: adscripsit W ut A )
416
[*](AB=)

232. ἐπὶ δὲ γλυκὺς ὕπνος] ἐξέφρασε τὸν μετὰ πολλὴν ἀγρυπνίαν εἰς ὕπνον ὀλίγον ἀποκλίναντα.

[*](AB=)

ὄρουσε] διὰ τοῦ “ὅρουσε” τὸ τάχος ἐνεφάνισε τοῦ ὕπνου διὰ τὸ πολλὴν ἐπελθεῖν τὴν ἀγρυπνίαν.

[*](AB=)

234. δοῦπος ἔγειρεν] τῶν γὰρ λυπουμένων ἐπιπόλαιος ὁ ὕπνος. ὀστέα—λέγωμεν] τοῖς ἄλλοις τὸ σβέσαι ἐπιτάσσει, συμ- περιλαμβάνει δʼ ἑαυτὸν εἰς τὴν ὀστολογίαν.

[*](B-)

243. φιάλῃ] ἀγγείῳ λεβητοειδεῖ ἐκπεπλατυσμένῳ ἄνωθεν. φησὶν οὖν “ἀμφίθετον φιάλην ἀπύρ〈ωτ〉ον” (270). §. “δημῷ” δὲ [*](AB=)τὰ ὀστᾶ καλύπτει πρὸς τὸ λιπαινόμενα μὴ εὔσηπτα εἶναι.

δίπλακι] ὅτι ἀρσενικῶς.

244. κλεύθωμαι] ἀντὶ τοῦ κελεύθωμαι, πορεύωμαι· τινὲς δὲ “κεύθωμαι,” οὐκ εὖ.

[*](B=)

245. πολλόν] μέγαν· “πολλὸς γάρ τις ἴκειτο” (Il. 7. 156). 〈πολλόν⟩] ἀντὶ τοῦ μέγα.

[*](B=)

246. 〈ἐπιεικέα⟩ τοῖον] ἠθικῶς τὸ “τοῖον.” ἀντὶ τοῦ τοιοῦτον σύμμετρον.

[*](AB-)