Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

282. λοέσσας] ἐντεῦθεν Ξενοφῶν (Hipp. 5. 6) τὴν κεφαλὴν τοῦ ἵππου καταπλύνειν ὕδατι ἀξιοῖ καὶ τὸ προκόμιον. τρίτον δὲ κοτύλης ἐλαίου τὸ πᾶν ἀνθρώπου τέγγει σῶμα.

[*](A~ B=)

287. ταχέες δʼ ἱππῆες] ἀντὶ τοῦ ταχέως, ὡς καὶ τὸ “λῦσεν δʼ ἀγορὴν αἰψηρήν” (Il. 19. 276).

288. Εὔμηλος ὡς Θετταλικὰς ἵππους ἔχων καὶ ὑπὸ Ἀπόλλωνος τραφείσ〈ας Il. 2. 766〉.

[*](B=)

289. ἱπποσύνῃ ἐκέκαστο] οὐ μόνον οὖν ἀρετῇ ἵππων θαρρῶν ἀνέστη πρῶτος ἀλλὰ καὶ τέχνῃ ἱππικῇ.

291. ἵππους δὲ Τρῳούς] ἐπιδείκνυται τοὺς ἐξ ἀριστείας ληφθέντας, οὐ 〈τοὺς〉 κλαπέντας· ἄλλως τε ὅτι μέλλουσι νικᾶν τοὺς Ἀπολλωνο- τραφεῖς τούτους παρέλαβεν· πῶς δὲ ὁ ἔναγχος τρωθεὶς ἀγωνίζεται, ὅτι εἶχον τὰ σώματα εὐφορώτερα τῶν νῦν καὶ τοὺς Ἀσκληπιάδας ἰατρευτά;.

οὕς ποτʼ ἀπηύρα] ὡς τὸ “ὅν ποτʼ ἔδωκας ἀντιθέῳ Ὀδυσῆι” [*](A+)(Od. 22. 290, 1). §. “ Τρῳούς ” δέ, ὡς πολλούς.

[*](B=)

293. Μενέλαος] εἰς τιμὴν Ἀχιλλέως. ἄτοπος δʼ ἦν ἡσσώμενος Ἀγαμέμνων· τὸ δὲ μηδέτερον τῶν βασιλέων ἀγωνίσασθαι ἀπρεπές.

[*](B-)

295. Αἴθην τὴν Ἀγαμεμνονέην] ἔπαινος τοῦ δυναμένου κατ- ευθύνειν τὸ ἐξ ἀνομ〈ο〉ίων ζεῦγος. ἰσχανόωσά τε τοῦ δρόμου (300) ἡ Αἴθη οὐκ ἐδίδου ἀνοχὴν τῷ Ποδάργῳ τοῦ θηλυμανεῖν. καὶ ὁ τὴν Τιτανομαχίαν δὲ γράψας (fr. 3 K.) δύο ἄρρενάς φησιν Ἡλίου καὶ δύο θηλείας. ὑπαινίττεται ὁ ποιητής, ὡς ὅτι περὶ τὰ παιδουργὰ μόρια μόνον διαφέρειν ὀφείλουσιν ἄρρεν τε καὶ θῆλυ, κατὰ δὲ τὴν ἀρετὴν καὶ τὸ πρακτικὸν τοῦ βίου οὐδεμία αὐτοῖς διαφορά.

[*](B=)

ἄλλως: Αἴθην τὴν Ἀγαμεμνονέην] ἵνα τρόπον τινὰ κοινῇ ἀγωνί- [*](19. suppl. W ‖ 19, 20. Ἀπόλλωνος τραφεῖς: corr. W ‖ 20. παρέλαβεν Bekker: -θεν ‖ 21. εὐφορώτερα W: διαφορώτερα ‖ 23. τὸ σὕς ‖ Ὀδυσσῆι ‖ 31. καὶ ante ὑπ. add. B ‖ παιδουργὰ B: ποδαργὰ)

419
ζοιντο. §. πρὸς δὲ τὸ φιλάδελφον. οὐκ ἐντυγχάνοντα περὶ τῆς ἵππου [*](B=) πεποίηκεν αὐτὸν τἀδελφῷ, ἀλλὰ ἐπʼ ἐξουσίας ὑποζεύγνυσιν “Αἴθην τὴν Ἀγαμεμνονέην τὸν ἑόν τε.”

Πόδαργον] οὕτως ἐκαλεῖτο ὁ ἵππος Μενελάου.

296. Ἐχέπωλος] τύραννος Σικυώνιός τις ἦν ὑπὸ Ἀγαμέμνονα. §. κρείττον〈α⟩ δὲ ἡγήσατο πολεμιστὴν ἵππον ἤπερ ἀπόλεμον ἄν- AB= θρωπον Ἀγαμέμνων.

ἄλλως: “Ἑχέπωλος” Ἀκουσίλαος ἐν τρίτῳ γενεαλογιῶν κύριον ἤκουσε τὸ “ Ἕχέπωλος” οὕτως· “Κλεωνύμου δʼ Ἀγχίσης, τοῦ δὲ Ἐχέπωλος.” καὶ Φερεκύδης ἐν τῷ γ΄· “Κλεώνυμος δὲ ὁ Πέλοπος ᾤκει Κλεωνῇσι καταστήσαντος Ἀτρέως· τοῦ δὲ γίνεται Ἀγχίσης, τοῦ δὲ Ἐχέπωλος.” §. οὐ μάτην καὶ Ἀντίλοχος ἀγωνίζεται· [*](B-) ἱππικοῦ γὰρ πατρός ἐστι καὶ παρέξει τῷ πατρὶ ἀφορμὴν ὑποθήκας τινὰς ὑπὲρ τῆς ἡνιοχείας παραδοῦναι, ἄλλως τε καὶ ἀπόγονός ἐστιν ἱππίου θεοῦ Ποσειδῶνος.

297. ἵνα μή οἱ ἕποιθʼ] ἀπεσέμνυνε τὴν ἵππον· δῆλον γάρ, ὅτι [*](B=) οὕτως ἦν εὐγενὴς ὥστε καὶ λύτρον ἀστρατείας δοθῆναι.

303. Πυληγενέες δέ οἱ ἵπποι] τινὲς γράφουσι “ παλαιγενέες·” [*](B-) “ἄμφω γὰρ ἀτέμβονται νεότητος” (445). τὸ δὲ “ὠκύποδες” ἐπὶ νεότητος, ὡς Πρίαμος ἐυμελίης καὶ πεδίῳ “ἀνθεμόεντι” τῷ Σκαμανδρίῳ (Il. 2. 467).

305. εἰς ἀγαθὰ φρονέων] ἐπὶ τὸ ἀγαθὸν αὐτὸν σωφρονίζων καὶ [*](B-) ἐμβιβάζων αὐτὸν εἰς νίκην· καλῶς δὲ προδιδάσκει περὶ τῆς ἱππικῆς, ἐν ὅσῳ Μηριόνης εὐτρεπίζεται (351).

306. ἐφίλησαν] τὸ μὲν φιλεῖν ἐπʼ ἀμφοτέρων δεκτέον, τὸ δὲ [*](A-) τῆς ἱππικῆς (307) ἐπὶ μόνου Ποσειδῶνος· συλληπτικῶς δὲ εἴρηται, ὡς ἐπὶ τοῦ “Κύπρις τε καὶ ἀργυρότοξος Ἀπόλλων ἄφρονα τοῦτον ἀνέντες” (Il. 5. 760)· ἴσως δὲ διὰ τὸ τάχος τῶν νηῶν “αἵ θ᾿ ἁλὸς ἵπποι” (Od. 4. 708) ἵππιος ⌈νομίζεται⌋.

307. ἐδίδαξεν] οὕτως ἑνικῶς ἐπὶ μόνου Ποσειδῶνος.

[*](A+)

310. τῷ τʼ οἴω] τὸ τέλειον ‘τῷ τοι οἴω·’ σπανία ἡ συναλ〈ο〉ιφή. [*](B=) τινὲς δὲ τὸν “τέ” οἴονται· καὶ ἔστι περισσός.

311. τῶν ἵπποι μὲν ἔασιν ἀφάρτεροι, οὐδὲ μὲν αὐτοί] ὁ “δέ᾿ παρέλκει, ὁ δὲ “μέν” ἀντὶ τοῦ μήν, ὅ ἐστιν ‘οὐ μήν.’

[*](2. ἀλλὰ μετʼ B ‖ 6. supplevi ex B ‖ ἢ A, ἰπέρ ‖ 9. Κλεονύμου ‖ 18. παλαιγενέες B: -έων ‖ 29. inclusa paene evanida)
420
[*](B+)

ἀφάρτεροι] παρὰ τὸ ἄφαρ· ταχύτατοι.

[*](B+)

312. πλείονα] οὐκ εἶπεν, ὅτι κρείσσων αὐτῶν τυγχάνεις.

[*](B=)

314. προφύγῃσιν ἄεθλα] οὐχ ὡς ἀμοίρου ἄθλου αὐτοῦ ἐσομένου, ἀλλʼ ἵνα μὴ πέμπτος μείνῃ· εἰ γὰρ ἄεθλόν ἐστι τὸ ἐπὶ τῇ νίκῃ διδόμενον, ἄρα τὸ πέμπτον οὐκ ἔστιν ἄεθλον.

[*](B=)

315. μήτι τοι δρυτόμος] ἵνα κατὰ τὴν φύσιν τοῦ ξύλου καὶ ἁρμονίαν κόπτῃ, καὶ μὴ κατὰ τὸ ἐναντίον τοῦ ἀνέμου, ἀλλὰ πρὸς τὸ πνεῦμα, ὅπως ἀποκλᾷ τὸ λειπόμενον· καλῶς δὲ ἔδειξεν, ὅτι ὃ [*](B=)μάλιστα βίας ἔργον εἶναι δοκεῖ τοῦτο τέχνης δεῖται. §. τῇ δὲ ἐπα- γωγῇ (316) πρῶτος Ὅμηρος χρῆται.

[*](B=)

316. κυβερνήτπς] μέγας ἐστὶ κυβερνήτης ὁ ἐν χειμῶνι ὀρθὴν ἄγων τὴν ναῦν.

[*](A=B-)

317. ἐρεχθομένην] ἐρεθομένην, ὅ ἐστιν ἐρεθιζομένην, ὡς τὸ “θυμὸν ἐρέχθων” (Od. 5. 83) ἀντὶ τοῦ ἐρεθίζων. ἢ “ἐεργομένην” ἀντὶ τοῦ συνεχομένην.

[*](B=)