Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

85. τείχεος ἐντός] ἱκανὰ δὴ πρὸς πειθώ· οὐ γὰρ ἀποστῆναι τῆς [*](B =) μάχης αὐτῷ συμβουλεύει ἀλλὰ μετʼ ἀσφαλείας μάχεσθαι.

ἐντὸς ἰών] “ἐὼν” γραπτέον, οὐκ “ἰών.” §. “πρόμος” δὲ [*](A+B =) πρὸ τῶν ἄλλων μαχόμενος, οὐχ ὁ βασιλεύς.

[*](A + B=)

86. σχέτλιος] ἐπʼ αὐτοῦ τοῦ Ἕκτορος. ἐπιφωνήσεις δὲ συνεχεῖς [*](B +) ἀπαιτεῖ τὸ πάθος.

87. κλαύσομαι] φίλοικτον χρῆμα γυνή. καὶ τοῦτο μέγα τοῖς [*](B=) τεθνεῶσιν ᾤοντο.

88. οὐδʼ ἄλοχος] ὡς ιιιφιλογύνην ὑπέμνησε τῆς γυναικός. “πολύ.[*](B-) δωρος” δὲ ἡ εὔμορφος· περὶ γὰρ τούτων πολλὰ δίδοται ἕδνα· “ἐκ- δόμου Ἠετίωνος, ἐπεὶ πόρε μυρία ἕδνα” (472).

*τὸ “μέγα ” ἐπὶ τόπου νῦν.

89. κύνες—κατέδονται] οἶδεν αὐτὸν τοῦτο δεδοικότα μάλιστα· [*](B +) “σῶμα δὲ οἴκαδʼ ἐμὸν δόμεναι πάλιν” (Il. 7. 79).

90. 〈προσ〉αυδήτην] ἢ παρατατικοῦ ἐστι Δωρικοῦ ἢ ἀορίστου συγκεκομμένου· ἄμεινον δὲ διὰ τοῦ παρατατικοῦ τὴν ἀδιάλειπτον δηλοῦσθαι δέησιν.

προσαυδήτην] Δωρικῶς.

91. πολλὰ λισσομένω] σημαίνει, ὅτι πολλὰ παραλέλοιπεν, ἃ δεῖ [*](B =) προσεπινοεῖν.

οὐδ᾿ Ἕκτορι θυμὸν ἔπειθον] ἔστι γὰρ θρασὺς καὶ ἕτοιμος, ἀλόγιστος [*](B=) δὲ καὶ ἀμετάβλητος.

*μὐδʼ Ἕκτορι θυμὸν ἔπειθον] Ἕκτορι δὲ θυμὸν οὐκ ἔπειθον.

[*](A+)

93. ἐπὶ χειῇ] ἐπὶ μὲν τῶν ἄλλων ζῴων ξυλόχους τε καὶ εὐνάς [*](A + B =) [*](7. φίλον τέκος lemma ‖ 12. ἀπομάχεσθαι B 15. Ἕκτορος W, Ἀχιλ- λέως conieceram: βοσιλέως ‖ ἐπιφωνήσεις B: ἐκφωνήσεις ‖ 17. φίλοικτον B ‖ 18. ᾥωντο B: οἴονται ‖ 20. ἐδίδοτο B ‖ 32. ἀμετάβλητος B: εὐμ- )

380
φησι—δύνα 〈ν〉ται γὰρ καὶ ἕτερα ζῷα χωρῆσαι—νῦν δὲ χειὰν τὴν αὐτὸν μόνον χωροῦσαν καὶ τρόπον τινὰ ἔλυτρον αὐτοῦ οὖσαν. “εὐδὸς —ἀμφοτέρους ὁδε χείσεται” (Od. 18. 17). ἢ ὅτι δίκην ὕδατος ἐκχεῖται εἰς αὐτὴν τὸ θηρίον. ἀγριώτερα δὲ τὰ ἐν ἐρήμῳ γεννώμενα.

[*](A=)

* ὀρέστερος] ἔν τισι τῶν ἀπὸ τῶν πόλεων “ ὀρέστερον ἄνδρα δοκεύῃ.”

[*](B +)

94. βεβρωκὼς κακὰ φάρμακα] φασὶν αὐτὸν ἐσθίοντα μύρμηκας καὶ κανθαρίδας μετὰ τὴν φώλευσιν ἰοῦ πληροῦσθαι καὶ ἐρεθίζεσθαι λυσσᾶν τε 〈ἐπιθυμοῦντά〉 που ἀπομάξασθαι τὸν ἐνοχλοῦντα ἰόν (Aristot. fr. 372 R.).

[*](B+)

95. σμερδαλέον δὲ δέδορκε] εἰκαστικῶς· βλέπων γὰρ χαλεπὸν ἑλίσσει τὴν σπεῖραν περὶ τὴν χειάν· γίνεται οὖν ὅ τε ἑλιγμὸς τῶν σφονδύλων χαλεπὸς ἐπὶ μάχῃ τεθηγμένου δεινόν τε τὸ βλέμμα. ἡ δὲ τροφὴ ὕλη τῆς ὀργῆς, ἡ δὲ στάσις τεκμήριον τῆς ῥώμης, ὁ δὲ τόπος ἔρημος καὶ ἀνήμερος.

[*](B=)

97. πύργῳ ἔπι προὔχοντι] παρὰ τὸ προέχον τοῦ πύργου, ὡς “νείατον ἀνθερεῶνα (Il. 5. 293) καὶ “νείαιραν—γαστέρα” (Il. 16. 465).

[*](B-)

ἄλλως: πύργῳ ἐπὶ προὔχοντι] ὑπονοητέον τὴν οἰκοδομίαν κάτωθεν οὖσαν πλατεῖαν καταλήγειν εἰς στενόν, ἢ ‘πύργον προὔχοντα’ τὸ τοῦ πύργου προέχον, ὡς “νείαιραν—γαστέρα·” ἔστι δὲ πλινθίῳ παραπλήσιον τοῦτο.

[*](B-)

πύργῳ ἐπὶ προὔχοντι] ἡ “ἐπί” ἀντὶ τῆς παρά, ὡς “ἀλλὰ μάχεσθʼ ἐπὶ νηυσὶν ἀολλέες” (Il. 15. 494). ὡς ἀνδριαντοπλάστης δὲ νῦν μὲν τοῦτον, ὕστερον δὲ ἐπὶ τῆς μελίας ἱδρύει τὸν Ἀχιλλέα (225).

[*](B-)

99. εἰ μέν κε πύλας καὶ τείχεα δύω] διαπόρησις ὁ τρόπος. δείκνυσι δὲ ὅσον κακὸν ἡ φιλοτιμία· διὰ γὰρ τὸ μὴ ἀκοῦσαι 〈κακὸς〉 ὑπὸ κακωτέρου “ Ἕκτωρ ᾗ〈φι〉 βίηφι” (107) ἀπόλλυται. καὶ ἔστι μὲν ὁ λογισμὸς γενναίου φρονήματος, ἄλλως δὲ ἄφρονος· κακὸν γὰρ κακῷ ἠθέλησεν ἰάσασθαι.

[*](B=)

100. ἐλεγχείην ἀναθήσει] ἀντὶ τοῦ ἀνάψει. καὶ γὰρ “ἀγάλματ” ἀνῆψεν” (Od. 3. 274) ἀντὶ τοῦ ἀνέθηκεν. Ἀττικοὶ δέ φασιν ἀνα- θεῖναι τὸ φορτίον ἀντὶ τοῦ ἐπιθεῖναι. οἳ δὲ αὐξήσει.

[*](B-)

101. ὅς μʼ ἐκέλευε] καὶ τὸ ἑξῆς, ὅς μʼ ἐκέλευε νύχθʼ ὕπο τήνδʼ ὀλοὴν Τρωσὶ 〈ποτὶ〉 πτόλιν ἡγήσασθαι· οὐ γὰρ νυκτὸς ὥρμησεν δοκεύῃ A: -ει ‖ 8. supplevi ex B ‖ που B: τοῦ ‖ 12. τε scripsi: δὲ ‖ 17. οἰκοδομήν B ‖ 18. πλοτεῖαν B: πελαγίαν ‖ 25. supplevi ex B ‖ περιάψει ‖ 33. ἡγἡσεσθοι B

381
Ἀχιλλεύς· στικτέον οὖν εἰς τὸ “ὀλοήν·” ἐὰν γὰρ συνάψωμεν, ἐναντίον φαίνεται· οὐ γὰρ νυκτὸς ὥρμησεν Ἀχιλλεύς, νυκτὸς μέντοι ὁ Πολυδάμας συνεβούλευσεν (Il. 18. 254).

103. *κέρδιον] καὶ “κάλλιον,” διχῶς.

105. καὶ Τρῳάδας] τὰ γὰρ τῶν γυναικῶν ὀνείδη χαλεπώτερα.

[*](B=)

106. κακώτερος] ἀντὶ τοῦ ἥσσων· οὐ γὰρ κακὸς Ἕκτωρ. ἔθος δὲ [*](B=) τοῖς χείροσι ψέγειν τὰ τῶν κρεισσόνων ἔργα καὶ τοῖς μείζοσιν ἀνιαρὸν τὸ ὑπὸ ἡσσόνων κακολογεῖσθαι.

108. *τέτʼ ἄν] περισσὸς ὁ “ἄν.”

*κέρδιον] καὶ “κάλλιον,” διχῶς.

[*](A+)

109. ἄντην] λείπει ἐλθόντα.

ἢ Ἀχιλῆα κατακτείναντα] οἰωνίζεται νῦν ἐν κινδύνῳ ὢν περὶ [*](B=) αὑτοῦ πρότερον λέγειν τι τῶν δυσχερῶν.

110. 〈ἠέ κεν〉 αὐτῷ ὀλέσθαι] ὑπʼ αὐτοῦ ὀλέσθαι, ὡς “Ἀχιλῆι [*](A-) δαμασθείς” (55). §. ὁ δὲ “κέν” περισσός.

[*](A+)

*πρὸ πόληος] ὑπὲρ τῆς πόλεως· φασὶ πρὸ τῆς πόλεως ἀγωνίζεται.

[*](B =)