Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

60. ἐπὶ γήραος οὐδῷ] ἐξόδῳ τοῦ βίου, ἐφʼ ἤδη πεπέρανται ὁ βίος, καὶ διεξελήλυθεν ἐξ αὐτοῦ.

[*](B=)

61, 2. ἐπιδόντα υἷάς τʼ ὀλλυμένους] ἐναργῶς πέφρακε τὰ τῶν πορθήσεων, ὡς καὶ ἐν ἄλλοις· “ἄνδρας μὲν κτείνουσι, πόλιν δέ τε” (Il. 9. 593). καὶ μὴ γράψας δὲ τὴν Ἰλίου πόρθησιν ὅμως ἐδήλωσεν αὐτῆς τὰ παθήματα, πᾶσαν ἡλικίαν τὴν ἐν πολέμῳ τι πάσχουσαν παρα- λαβών. ταῖς δὲ γυναιξὶν ἡ εἰς τὸ σῶμα ὕβρις μείζων 〈πάντων〉. δαιμονίως δὲ ταῦτα ὑπʼ ὄψιν ἤγαγεν ἐν βραχεῖ, χρησάμενος ἅμα καὶ ἀπεριέργως ταῖς λέξεσιν· οὐ γὰρ ὑψορόφους ἢ δαιδαλέους θαλάμους λέγει οὐδὲ θύγατρας καλλικόμους ἢ καλλισφύρους, ἀλλʼ ἀπήλλακται τῶν ἐπιθέτων αὐτῷ τὰ δυστυχοῦντα τῶν σωμάτων.

[*](B=)

63. κεραιζομένους] παρὰ τὰ κέρατα· ὅθεν τὸν ἄθυμον καὶ ἀόργητον ἀκέραιον λέγουσιν.

καὶ νήπια τέκνα] ἐντεῦθεν ὁ περὶ Κασ〈σ〉άνδρας καὶ Ἀστυάνακτος ἐρρύη μῦθος παρὰ τοῖς τραγικοῖς.

[*](B=)

65. * νυούς] τὰς τῶν υἱῶν γυναῖκας.

[*](B=)

66. αὐτὸν δʼ ἄν] περισσὸς ὁ “ἄν.” §. πρώταιςʼ δὲ θύραις ταῖς [*](B-)αὐλείοις, ταῖς ὑπὸ τὴν εἴσοδον πρώταις. ἐντεῦθεν ὑπὸ τῷ βωμῷ τοῦ [*](2. ἄρτι ante τὸ omisi ut B ‖ 3. supplevi ex B ‖ 6. ὁ στίχος A: ὡς ‖ 8. τὸ ante εὖ omisi ut B ‖ 11. μοι scripsi: σοι ‖ 14. iteratur οὐδῷ] ἐξόδῳ ‖ ἐπεραιώθη B ‖ 20. μείζων B: μεῖζον ‖ supplevi ex B ‖ 21. δαιμονίως post ὕβρις ut B: traiecit W ‖ πάντα δὲ B pro δὲ ταῦτα ‖ ὑπʼ ὄψιν B: ὑπόληψιν)

377
ἐρκ〈ε〉ίου Διός φασιν αὐτὸν ἀνῃρῆσθαι. φησὶ γοῦν “μηρίʼ ἔκηε—š αὐλῆς ⌈ἐ⌋ν χορτῷ” (Il. 11. 3. 774).

πύματόν με] καὶ τὸ “πύματον” οἰκτρόν, οἷον ἐπιδόντα τὰ τῆς B= πορθήσεως δεινά.

67. ὠμησταί] ὠμηστής ὀρχηστής παραγωγά, οὐ σύνθετα. “ ὠμη- [*](A~B-) στὴς καὶ ἄπιστος” (Il. 24. 207). §. τὸ δὲ “ἐρύουσιν” ἐνεστώς [*](A + B=) ἐστιν ἀντὶ μέλλοντος. οἰκτροτάτη δὲ ἡ καὶ μετὰ θάνατον αἰκία· καὶ ὅτι οὐδὲ ἐν τοῖς βασιλείοις ταφήσεται, ἀλλʼ ἐκριφήσεται.

68. ῥεθέων] τῶν μελῶν. §. δείκνυσι δὲ ὅτι κατὰ παντὸς μέλους τὸ [*](AB=) ζωτικὸν καὶ ψυχικόν ἐστιν. ῥέθη δὲ τὰ ζῶντα μέλη, διʼ ὧν ῥέζομέν [*](AB=) τι· Αἰολεῖς δὲ τὸ πρόσωπον καὶ ῥεθομαλίδας τοὺς εὐπροσώπους φασίν. Διονύσιος δὲ καὶ νῦν τὸ πρόσωπόν φησι δηλοῦσθαι· διὰ γὰρ μυκτήρων ἢ στόματος ἐκπνέομεν, καίτοι γε τοῦ ποιητοῦ λέγοντος (Il. 14. 518) ψυχὴ δὲ κατʼ οὐταμένην ὠτειλὴν ἔσσυτο.”

69. πυλαωρούς] τινὲς “θυραωρούς·” πύλας γὰρ ἐπὶ πόλεώς [*](A B +) φησιν· παλαιὸν δὲ ἔθος τηρεῖσθαι τοὺς πυλῶνας κυσίν, ἵνα βαΰ- ζοντες δηλοῖεν ἐν τοῖς ἔνδον τοὺς ξένους. “θυραωρούς·” οὖν γραπτέον θυροφύλακας.

70. ἀλύσσοντες] ἄγαν λυσσῶντες· τοῦτο γὰρ τοῖς κατοικιδίοις [*](A+B-) συμβαίνει κυσίν, ἐπὴν γεύσωνται σώματος. οἳ δὲ “ἐν ἄλῃ ὄντες,ʼ ὡς τὸ “δʼ ἀλύουσ᾿ ἀπεβήσετο” (Il. 5. 352). οἳ δὲ παρὰ τὴν ἄλυν, ὅ ἐστι παίγνιον, “ἢ ἀλύεις, ὅτι Ἶρον” (Od. 18. 333), οἷον “κυνῶν μέλπηθρα” (Il. 13. 233).

71. * ἐν προθύροισι] ἀντὶ τοῦ παρὰ προθύροις.

νέῳ δέ τε πάντʼ ἐπέοικεν] δοκεῖ τοῦτο προτρεπτικὸν εἶναι μᾶλλον [*](B=) ἐπὶ θάνατον ἢ ἀποτρεπτικόν· καίτοι φαίνεται βουλόμενος πείθειν τὸν Ἕκτορα εἰσιέναι εἰς τὸ τεῖχος καὶ μὴ ὑπομένειν τὸν Ἀχιλ- λέα. ῥητέον δὲ ὅτι τῷ ἅπαξ ἀναγκασθέντι ἀποθανεῖν νέῳ τοῦτο ἔοικεν, ὃ δὲ τὸν ἐκ προπετείας ὑφίστατο θάνατον. διὸ σαφηνίζει τὸν νοῦν “πάντα δὲ καλὰ θανόντι περ ⌈ὅττι φανήῃ⌋.” ὡς ἄρα καλὸν τὸ ἀποθανεῖν ὑπὲρ πατρίδος καὶ οἰκείων ἐπὶ λυσιτελείᾳ τῶν προσηκόντων, ἵνʼ ᾖ, πάντα δὲ τὰ τῆς αἰκίας ⌈καλά⌋ εἰσι τῷ θανόντι, [*](5. παραγωγό, B: -όν ‖ 8. ταφήσεται B ‖ 9. τῶν B: ὅτι ‖ 16. κυσὶν ἴνα secundum B: ὅθεν ‖ 17. δηλοῖεν B: δηλοὶ ἐν ‖ πυλαωρούς coni. et § post γρ. ponit W, cf. A ‖ 20. ἰόντες B ‖ 28. τοῦτο B: τούτῳ ‖ 30. διὸ ante πάντα oimisi ut B ‖ καλὰ B: κάλλα ‖ 30. 32. evanida supplevi ex B)

378
ἐὰν ἐκ τοῦ ἀποθανεῖν καλόν τι φανῇ καὶ λυσιτελές. σὺ δέ, φησί, ῥιψοκινδύνως ταῦτα βούλει παθεῖν, οὐκ ὠφελῶν τοὺς οἰκείους.

[*](A=)

73. * ὅττι φανήῃ] οὕτως Ἀρίσταρχος.

74. πολιόν τε κάρη] κάρη καὶ γένειον τῶν οἰκτρῶν ἐστι μερῶν καὶ ἃ κομῶσιν οἱ πενθοῦντες.

[*](AB-)

75. αἰδῶ τʼ αἰσχύνουσι] αἰδοῖα, ἢ τὴν ἀπὸ τῆς ὄψεως τοῦ σώματος ἐντροπήν.

[*](B=)

77. ῥʼ ὁ γέρων] ἀφʼ ὧν ἤρξατο, ἐνταῦθα καὶ ἔληξεν· “ᾤμωξεν δʼ ὁ γέρων, κεφαλὴν δʼ ὅ γε κόψατο χερσίν (33). “ἦ ῥʼ ὁ γέρων, πολιὰς δʼ 〈ἄρ᾿〉 ἀνὰ τρίχας ἕλκετο χερσί” (77).

[*](B=)

79. μήτηρ δʼ εὖθʼ ἑτέρωθεν] παθητικὰ ταῦτα καὶ κόρον φέροντα τῷ μήκει· ταμιεύεται δὲ τὴν Ἀνδρομάχην ἐπὶ νεκρῷ καὶ συρομένῳ τῷ Εκτορι (Il. 22. 476), ἵνα μὴ πάλιν οἱ αὐτοὶ θρηνῶσιν.

[*](A + B=)

80. κόλπον ἀνιεμένη] γυμνοῦσα τὸ περὶ τοὺς μαζοὺς κόλπωμα· καὶ “αἶγας ἀνιεμένους” (Od. 2. 300) γυμνοῦντας, ἐξ οὗ τὸ ἐκδέροντας. κινητικὸν δὲ καὶ γραφικὸν τὸ σχῆμα. ἔδειξε δὲ ὅσον φιλοτεκνότεραι γυναῖκες· ὃ μὲν γὰρ περὶ ἑαυτοῦ δέδιεν, ἢ δὲ περὶ τοῦ παιδὸς καὶ ἄνω καὶ κάτω βοᾷ “φίλον θάλος, ὃν τέκον αὐτή” (87), τῶν ἐπὶ τῇ πατρίδι δεινῶν ἐπιλελησμένη. παρατηρητέον δὲ καὶ τὸ σχῆμα τοῦ λόγου, ἀπὸ μετοχῆς εἰς ῥῆμα μεταβαῖνον.

[*](B-)

ἄλλως: κόλπον ἀνιεμένη, ἑτέρηφι δὲ μαζὸν ἀνέσχεν] τὰ γεν- νήσαντα καὶ θρέψαντα μέρη, ὡς “ἀπὸ κόλπου μητρὸς Ἐλειθυίης ἤλθετε βουλομένης” (Schneider Callim. II p. 775). ἐλέγετο δὲ κόλπος τὸ ἐπάνω τῆς ζώνης κόλπωμα τοῦ πέπλου· ὅθεν καὶ προκόλ- πιον· περὶ γὰρ τὰς ὀσφῦς ἐζώννυ〈ν〉το.

[*](B-)

82. τέκνον ἐμόν] οὐκ ἀρκεῖται, ὡς ἀλλαχοῦ, τῷ “τέκνον, τίπτε λιπὼν πόλεμον” (Il. 6. 254), ἀλλὰ καὶ “ἐμόν” διὰ τὸ ταραχῶδες καὶ ἐναγώνιον τῆς ψυχῆς 〈προσέθηκεν〉.

[*](B=)

τάδε τʼ αἴδεο] ἀντιδοῦναι τούτοις χάριν ὑπὲρ ὧν σοι ἐποίησαν.

[*](B+)

82, 3. καί μʼ ἐλέησον αὐτήν] εἰ μὴ σαυτὸν ἐλεεῖς. τινὲς δὲ παρ᾿ Ἴωσιν “αὐτήν” τὴν μητέρα λέγεσθαι, “τέκνʼ ἔφαγεν στρουθοῖο καὶ αὐτήν” (Il. 2. 317).

[*](4. ἐστι scripsi, ‘fort. ἧπτοι᾿ W ἦκται ‖ 6. αἰσχύνουσι textus: -ῃσιν ‖ καὶ ante τοῦ omisi ut B ‖ 7. ἐντροπὴν scripsi: αἰσχύνην B, ἐκτροπὴν ‖ 13. θρηνῶσιν scripsi: θρῆνοι ὦσιν B, θρηνοῖεν ‖ 18. καὶ post θ. ut B: omisi ‖ 22. Εἰλειθυίης ‖ 23. ἤλθετε Bekker: -ετο ‖ 28. supplevi, cf. B ‖ 29. σε rec. ‖ 30, 31. παρίωσι ταύτην: corr. Bekker ‖ iteratur* ad v. 80. “αὐτήν” τὴν μητέρα παῤ Ἴωσιν)
379

ἄλλως: καί μʼ ἐλέησον αὐτήν] ἤτοι συναπτέον μέχρι τοῦ [*](A=B -) “ἐπέσχον” καὶ ἀπʼ ἄλλης ἀρχῆς “τῶν μνῆσαι, φίλε τέκνον,” ἢ στικτέον εἰς τὸ “αὐτήν,” εἶτʼ ἀπʼ ἄλλης ἀρχῆς “εἴ ποτέ τοι λαθι- κηδέα μαζὸν ἐπέσχον.” ἔστι δὲ ὑποστιγμὴ μετὰ τὸ “ἐπέσχον.”

83. λαθικηδέα] καὶ “ἔνθα οἱ ἠπιόδωρος ἐναντίη ἤλυθε μήτηρ” (Il. 6. 231).

84. φίλε τέκνον] ἄκρως οὐκ ἀφίσταται τῶν κοινῶν ὀνομάτων ἐν τῷ [*](B=) “τέκνον ἐμὸν —τῶν μνῆσαι, φίλε τέκνον, φίλον θάλος, ὃν τέκον αὐτή.” *φίλε τέκνον] πρὸς τὸ σημαινόμενον.

[*](A + B=)

* ἄμυνε] ἀμύνου.

[*](AB=)