Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

111. εἰ δέ κεν ἀσπίδα—καταθείομαι] ἤρτηται μέχρι τοῦ (122) [*](A+B-) “ἀλλὰ τίη μοι ταῦτα,” καὶ οὐδὲν αὐτοῖς ἀνταπεδόθη. ἤτοι οὖν διαπορητικός ἐστιν ὁ λόγος ‘ἆρα τὴν ἀσπίδα κατάθωμαι καὶ τὴν περικεφαλαίαν καὶ τὰ καὶ τὰ ποιήσω᾿ ἢ κομματικῶς εἴρηται ‘ἐὰν κατάθωμαι καὶ πορευθῶ.ʼ δύναται δὲ καὶ ἠθικῶς ὁ Ἕκτωρ ἅπαξ ἐν μετανοίᾳ γενόμενος πρὶν ἀνταποδοῦναι διακόψαι τὸν λόγον· στίζομεν οὖν αὐτὸν ὡς πλήρη.

ἀσπίδα—καταθείομαι] ὅπως μὴ δοκῇ ὡς πολέμιος προσιέναι. ἢ [*](B=) ἵνα μὴ διὰ τῆς θέας τῶν ὅπλων ἔτι αὐτὸν πυρώσῃ. ὅσον δέ ἐστιν ἐν ταῖς νίκαις ἀφόρητος, τοσοῦτον ἐν ταῖς ἀτυχίαις ταπεινός. ἄλλως τε τὸ μὲν ἅπαντα ἐνθυμεῖσθαι συνετοῦ, τὸ δὲ ἐκλέγεσθαι τὰ ἄριστα γενναίου.

113. ἀντίος] τινὲς ἱκέτης· ὅθεν ἀνταῖος ἱκέσιος Ζεὺς παρὰ Ἱπποβότῳ.

116. *“ἥ τε” ἡ ἁρπαγὴ τῆς Ἑλένης.

117. ἅμα δʼ ἀμφὶς Ἀχαιοῖς] ἅμα τῇ προτέρᾳ ὑποσχέσει δηλονότι. [*](B=) 〈ἅμα〉 ἀμφὶς Ἀχαιοῖς] χωρὶς ὧν Ἀλέξανδρος ἥρπασεν. οἳ δὲ τὸ [*](B-) [*](11. ἐλθόντα W : ἐδέοντο ‖ 12. Ἀχιλλῆα ‖ 13. αὑτοῦ scsipsi: αὐτῶν ‖ 14. Ἀχιλλῆι ‖ 16. ὑπἐρ A B: πρὸ ‖ 20. ἢ A: καὶ ‖ 24. πολεμίῳ B ‖ 25. ἐπʼ οὐτὸν ὁρμήσῃ B ‖ 30 ‖ 33. Ἀχαιῶν)

382
“ἀμφίς” ἀντὶ τοῦ δίχα, ὅ ἐστιν εἰς δύο. τὸ δὲ ἔθος καὶ ἐν τῇ Ὁπλοποιίᾳ (Il. 18. 502)· ταύτην οὖν ἴσως καλεῖ Ἀγαμέμνων ποινήν (Il. 3. 290).

[*](B=)

119. Τρωσὶν δʼ αὖ μετόπισθε] μετὰ τὴν πρὸς Ἀχιλλέα ὑπόσχεσιν. [*](B=)§. “γερούσιον” δὲ σεμνόν, ἢ τὸν τοῖς γέρουσιν ὀφείλοντα προτείνεσθαι.

[*](B=)

*Τρωσὶν δέ] παρὰ Τρώων δέ.

120. δάσασθαι] μέλλοντός ἐστιν· διὸ διὰ τοῦ ε.

[*](A=)

121. * χωρὶς τοῦ δ “ἀλλὰ τίη.”

ἀλλὰ τίη μοι ταῦτα] ἀρίστη ἀνάγνωσις ἥδε.

[*](B=)

122. ἵκωμαι ἰών] διὰ τοῦ “ἰών” ἐδήλωσεν, ὅτι τὸ “ἵκωμαι” ἀντὶ τοῦ ἱκετεύσω, ὡς “τὴν ἱκόμην φεύγων” (Il. 14. 260). ἀνάπαλιν δὲ ἐκεῖ “ἐς Πηλῆʼ ἱκέτευσε ” (Il. 16. 574) ἀντὶ τοῦ παρεγένετο.

[*](A ~)

* ἵκωμαι] ὡς λέγωμαι.

[*](B-)

124. αἰδέσεται] μετὰ αἰδοῦς δέξεται, ὡς “αἰδεῖσθαί θʼ ἱερῆα” (Il. 1. 23) καὶ “αἰδοίοισιν ἔδωκα” (Od. 15. 373) ἀντὶ τοῦ ἱκέταις ἐπιμελῶς δὲ τοῦτο τίθησιν ἐπὶ τῶν ἱκετῶν.

[*](B=)

125. ὥς τε γυναῖκα] τοῦτο γὰρ αἰσχρὸν ἡγεῖται, εἰ δίχα τῶν ὅπλων ἀποθανεῖται.

[*](A+B-)

126. ἀπὸ δρυὸς οὐδʼ ἀπὸ πέτρης τῷ ὀαριζέμεναι] ληρῶδες ἀρχαιο- λογίας διηγεῖσθαι, ἀπὸ τοῦ τὸ παλαιὸν ὀρεινόμων ὄντων τῶν ἀνθρώπων ἐκεῖσε τίκτεσθαι, ἢ ἐπεὶ ‘μελιηγενεῖς’ λέγονται οἱ πρώην ἄνδρες καὶ 〈λαοὶ〉ʼ ἀπὸ τῶν λίθων Δευκαλίωνος, ἢ χρησμοὺς διηγεῖσθαι— Δωδώνη γὰρ δρῦς, πέτρα δὲ Πυθών—ἢ περιττολογεῖν, ἀπὸ τῶν περὶ τὰς δρῦς φύλλων καὶ περὶ τὰς πέτρας κυμάτων. ἢ οὐκ ἔστιν αὐτῷ τὴν ἀρχὴν τοῦ γένους διηγεῖσθαι τῶν ἀνθρώπων.

127. ὀαριζέμεναι] ὁμιλεῖν προσπαίζειν· ὄαροι δὲ αἱ ὁμιλίαι, ἐπειδὴ ὁμοῦ τοὺς συνιόντας ὁρμόττουσιν, ἢ ὅτι τὸ ὄας συντίθενται δῆθεν ὡς μὴ συνιέντες εὐθέως, ἀλλʼ ὁμιλοῦσι μακρὰ καὶ ἀπηρτημένα, ἐναπο- λαύοντες ἐπὶ πολὺ τῆς πρὸς ἀλλήλους θέας.

[*](B=)

παρθένος ἠίθεός τε] καλῶς τὸ φλύαρον τῶν λόγων ἀκάκων ὁμιλίαις πσραβάλλει μύθοις παλαιοῖς τερπομένων. διὰ δὲ τὴν πολυλογίαν τῇ ἀναλήψει ἐχρήσατο.

[*](B=)

129. ἔριδι ξυνελαυνέμεν] εἰς ἔριν ἢ μετʼ ἔριδος. §. τὸ δὲ “ὅτ〈τ〉ι [*](A +)τάχιστα” ἑκατέροις δύναται προσδίδοσθαι.

[*](B=)

130. 〈ε〉ἴδομεν] λείπει τὸ ‘ἵνα.ʼ ὅμως, καίτοι προλογισάμενος, οὐ μένει τὴν θέαν Ἀχιλλέως ἀλλὰ νικᾶται τῷ πάθει.

[*](6. ε Hoffann Φ und x I p. 242: σ ‖ 24. διηγεῖσθαι Bekker: -οῖτο ‖ 26. ἐντίθενται: corr. W)
383

131. σχεδὸν ἦλθεν] ὑφʼ ἓν πάντα πράττεται. οἳ μὲν δέονται, ὃ [*](B=) δὲ ἔπεισιν, ὃ δὲ διαλογίζεται. ἅμα δὲ πάντα λέγειν ἀδύνατον.

132. ἶσος] τινὲς διὰ τῆς ει διφθόγγου ἀντὶ τοῦ ὅμοιος, ἐπεὶ καὶ τὸ “εἰσάμενος” ἀντὶ τοῦ ὁμοιωθείς.

κορυθάικι] τῷ κινοῦντι ἐν τοῖς πολέμοις τὴν περικεφαλαίαν· [*](B -) ὡς “τριχάικες” (Od. 19. 177) καὶ “κορυθαίολος.” “ἀμφὶ δὲ πήληξ σμερδαλέον κροτάφοισι τινάσσετο” (Il. 15. 608, 9).

133. σείων Πηλιάδα 〈μελίην〉] δόρυ.

ἄλλως: σείων Πηλιάδα μελίην κατὰ δεξιὸν ὦμον] οὗτος ὁ στίχος μετατιθέμενος Ἰωνικὸς γίνεται ἀπὸ μείζονος ‘σείων μελίην Πηλιάδα δεξιὸν κατ’ ὦμονʼ (Sotades ap. Hephaest. 2, 5 G.). ἀλλʼ ἡ σύνθεσις καὶ τὸν ἄρρενα τόν〈ον〉 τεθήλυκεν.

134. * χαλκός] ὁ τῆς παντευχίας χαλκός.

135. ἠελίου ἀνιόντος] πρὶν διασκεδάσαι τὰς αὐγάς, ὅτε καὶ ὁρα- [*](B =) θῆναι δύναται.

ἄλλως: ἢ ἠελίου] ὑγρότερος ὁ στίχος ἐγένετο τῇ παραλληλίᾳ τῶν φωνηέντων.

136. Ἕκτορα] ὑπερβατῶς, Ἕκτορα δὲ ἕλε τρόμος.

[*](B=)