Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

201. μάρψαι ποσίν] ὅτι τὸ “μάρψαι” ἐπὶ ποδῶν ἔταξεν.

202. ὑπεξέφυγεν] γράφεται “ὑπεξέφερεν,” ἵνʼ ᾖ ὅμοιον τῷ [*](A+) “ὑπὲκ θανάτοιο φέρονται” (Il. 15. 628).

203. πύματόν τε καὶ ὕστατον] αἱ δύο αἰτίαι Ἀπόλλων βοηθὸς καὶ Ἀχιλλεὺς ἐμποδιζόμενος πρὸς τὸ μὴ 〈βαλεῖν⟩ ἀνανεύων τοῖς Ἀχαιοῖς.

* πύματόν τε καὶ ὕστατον] ἐκ παραλλήλου τὸ αὐτό.

205. ἀνένευε] Μεγακλείδης πλαστὴν εἶναι τὴν μονομαχίαν φησίν· [*](B+) πῶς γὰρ τὰ Ἡφαιστότευκτα ὅπλα εἰσίν;

[*](1. δὲ B: δεῖ ‖ 2. θαμεινόν B ‖ 4. νεκροῦ B ‖ 8. suppl. W ‖ 4 10. πορεισδῦναι B: παραδῦναι ‖ 12. διελογίζετο ‖ 13. οἱ scripsi: οὐ ‖ 14. πρότερος A: πρῶτος ut B ‖ τὴν πόλιν B ‖ 16. suppl. Bekker ‖ 17. ἐκεῖνα ut B ‖ 18. φαντασία B ‖ ἀλήθεια B ‖ 28. ἀνανεύειν: suppl. et corr. W ex A ‖ 31. lacunam indicavi, de interceptis vide B ‖ ante τὰ suppl. W 〈πρὸς τί δὲ⟩)
388

206. οὐδʼ ἔα ἱέμεναι] τοῦ γὰρ ἐχθροῦ αὐτόχειρ βούλεται γε- νέσθαι.

[*](B=)

208. ἀλλʼ ὅτε δὴ τὸ τέταρτον] Διοκλῆς φησίν, ὅτι συμβαίνει τῷ κύκλῳ περιτρέχοντι εἰς τὸν αὐτὸν τόπον παραγίνεσθαι τετράκις, [*](B=)ὅταν τρεῖς συμπληρώσῃ κύκλους. §. φασὶ δὲ τὸν παλαιὸν περίβολον [*](A=)Τροίας τριάκοντα σταδίων εἶναι. §. σημειοῦνται δέ τινες διὰ τὸ δοκοῦν ἐναντίον εἶναι “τρὶς περὶ ἄστυ μέγα Πριάμου δίον” (251) καὶ “ἀλλʼ ὅτε δὴ τὸ τετάρτον.”

209. ἐτίταινε τάλαντα] ἴσως ἀλληγορεῖ τὴν Διὸς γνώμην πῶς περὶ τῶν ἐνεστώτων ἐσκέπτετο· φησὶ γοῦν ἀλλαχοῦ “γνῶ γὰρ Διὸς ἱρὰ τάλαντα” (Il. 10. 658).

210. ἐν δʼ ἐτίθει δύο κῆρε] ἐντεῦθεν Αἰσχύλος τὴν Ψυχοστασίαν (p. 69 N.) ἐτυπώσατο φαύλως ἐκδεξάμενος τὸ εἰρημένον.

[*](B-)

ἐν δʼ ἐτίθει δύο κῆρε] κῆρας τὰς μοίρας—γελᾷ δὲ τὸν μῦθον ὁ Ζώιλος· ποδαπαὶ γὰρ αἱ Μοῖραι ἐν ταῖς πλάστιγξι, καθήμεναι ἢ ἑστηκυῖαι; —οὐ τὰς ψυχάς, ὡς ἐξεδέχετο Αἰσχύλος (p. 69 N.)· ἐπάγει γὰρ “τὴν μέν” (211). τὸ κέαρ δὲ λέγεται οὐδετέρως ἐπὶ τῆς ψυχῆς. ὡς δὲ οἱ καταδικάζοντες τὴν ψῆφον ἐπιφέρουσιν ὑπὲρ τοῦ κυρῶσαι, οὕτω καὶ ὁ Ζεὺς τῷ ζυγῷ χρῆται.

212. ἕλκε δὲ μέσσα] Χρύσιππος “ῥῦμα” γράφει· τὴν γὰρ ῥοπὴν τοῦ ζυγοῦ ῥύμην καλεῖσθαι.

[*](B-)

213. ᾤχετο δʼ εἰς Ἀίδαο] ὑπερβολικῶς, ὡς ἤδη τοῦ Ἕκτορος κατὰ τὸν τῆς πεπρωμένης λόγον μηκέτι ἐν τοῖς ζῶσιν ὄντος· ἢ ὅσον ἐπὶ τῇ τοῦ Διὸς ψήφῳ.

214. Πηλείωνάδ᾿ ἵκανε] ὡς τόπον, ὡς “Ο〈ὔ〉λυμπόνδε.”

[*](B=)

218. δῃώσαντε] καταπολεμήσαντας.

219. πεφυγμένον—γενέσθαι] ἀντὶ τοῦ φυγεῖν.

[*](B-)

221. προπροκυλινδόμενος 〈πατρὸς Διός⟩] πρὸ τοῦ Διὸς προ- κυλινδόμενος. ποιοῦσι δὲ τοῦτο οἱ ἱκετεύοντες· “λιτάνευε κυλινδόμενος κατὰ κόπρον” (414). τινὲς δὲ προασπίζων τοῦ Διός, ἐπειδὴ εἶπε “τῇ μάλʼ ἐπι〈σ〉σείων” (Il. 15. 230).

[*](B=)

222. ἄμπνυε] ἐν σεαυτῷ γενοῦ, ἀπὸ τοῦ πνεύματος.

223. πεπιθήσω] μετʼ ὀλίγον μέλλων· ἢ διπλασιασμός.

[*](B+)

227. Δηιφόβῳ] οὗτος οὖν μετὰ θάνατον Πάριδος ἡγήσατο τῆς [*](6. ἑξήκοντα B ‖ 7. τρεῖς ‖ Πριάμοιο ‖ 33. ὀλίγου sec.)

389
στρατιᾶς. καὶ “ποτὶ δώμα〈τα⟩ Δηιφόβοιο βήμεναι—ἠύτ᾿ Ἄρηα” (Od. 8. 517) ὡς ἄρχοντος.

229. ἠθεῖε] σεπτικὴ φωνὴ πρὸς πρεσβύτερον ἀδελφόν· καὶ Εὔμαιος [*](A+B=) “ἀλλά μιν ἠθεῖον καλέω” (Od. 14. 147) ἀντὶ τοῦ ὡς πρεσβύτερον ἀδελφὸν σέβω καὶ αἰδοῦμαι. ἔστι δὲ ὑποπτεῦσαι τῶν Πριαμιδῶν πρεσβύτατον εἶναι τὸν Ἕκτορα.

231. ἀλλ᾿ ἄγε δὴ στέωμεν] ἄτοπον θεὸν οὖσανπλανᾶν τὸν Ἕκτορα. ἢ [*](B +) τὰ ἴσα πράττει Ἀπόλλωνι, ἐπεὶ κἀκεῖνος ἐπέθετο Πατρόκλῳ μαχομένῳ (Il. 16. 703).

234. γνωτῶν] γνωτὸς ὁ ἀδελφός, παρὰ τὸ πλέον τῶν ἄλλων γων- [*](B=) ρίζεσθαι.