Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

235. τιμήσασθαι] λείπει τὸ σέ, ἵνʼ ᾖ ‘νῦν δὲ καὶ μᾶλλον κατὰ [*](B =) νοῦν ἔχω τιμῆσαί σε.’

241. τοῖον γὰρ ὑποτρομέουσιν ἅπαντες] τοίως, ὡς μηδένα συγχω- [*](B=) ρεῖν πολεμεῖν αὐτῷ.

243, 4. μὴ δʼ ἔτι δούρων ἔστω φειδωλή] ἐκ τοῦ παρεπομένου ‘μαχεσώμεθα.’ οὕτω γὰρ οὐ φείδονται δοράτων.

244. φειδωλή] βραχὺ διασταλτέον εἰς τὸ “φειδωλή” καὶ [*](A+) “εἴδομεν,” τὰ δὲ ἀλλά συναπτέον ἕως “γλαφυράς” (246).

245. νῶι κατακτείνας] εὖ τὸν κίνδυνον ἐκοινοποιήσατο, τὴν δὲ [*](B=) νίκην μόνῳ περιῆψεν Ἕκτορι (246).

247. καὶ κερδοσύνῃ] ἢ περισσὸς ὁ “καί,” ἢ τὸ “φαμένη” ἀντὶ [*](B=) τοῦ ἔφη. ἢ πρὸς τῷ ταῦτα εἰρηκέναι δολίως καὶ παραλογιστικῶς “ἡγήσατο.”

250. *φοβήσομαι] φεύξομαι.

[*](A+)

251. τρὶς περὶ ἄστυ μέγα Πριάμου δίον] “δίον” ἔδεισα· “περὶ [*](B+) γὰρ δίε νηυσὶν Ἀχαιῶν” (Il. 9. 433, 11. 557). ἢ ἐδιώχθην. “ἀπὸ μεγάροιο δίεσθαι” (Od. 17. 398). ἢ φοβηθεὶς ἔφυγον.

*δίον] αἱ χαριέστεραι “δίες.”

[*](A=)

253. ἕλοιμί κεν] θρασύνεται ἐν τῇ κλήσει καὶ τὰ ἀμείνω πρῶτα [*](B-) λέγει καὶ ἑξῆς “οὐ γὰρ ἐγώ σʼ ἔκπαγλον ἀεικιῶ” (256). τὸ δὲ θρασὺ νῦν αὐτοῦ ἐλεεινόν ἐστιν ἐκ φενακισμοῦ καὶ πλάνης ἐγειρόμενον.

254. ἀλλʼ ἄγε δεῦρο] δύο τὰ παρακελευστικά.

[*](6. πρεσβύτατον W: -τερον ut B ‖ 14, 15. συγχωρεῖσθαι B ‖ 17. οὖτοι: corr. W ‖ 26. Πριάμοιο ‖ 28. μεγάροιο Bekker: στρατοῖο ut B ‖ 3. δύο scripsi: διὸ)
390
[*](B-)

ἐπιδώμεθα] ἢ δῶμεν ἑαυτοῖς μάρτυρας καὶ ἀναδόχους, ἢ ἐπόπτας ποιήσωμεν πρὸς τὸ ἰδεῖν, ἢ εἰς οὐρανὸν ἀποβλέψωμεν οὗ εἰσιν οἱ θεοί, ἢ μαρτυροποιησώμεθα —τοὺς γὰρ μάρτυρας Ἀττικοὶ ἰδύους φασίν—οἳ δὲ ἐπικαλεσώμεθα.

[*](B+)

255. **ἁρμονιάων] τῶν συμβόλων.

256. * ἀεικιῶ] Ἀττικὸς μέλλων.

[*](A+)

257. καμμονίην] τὴν ἐκ καταμονῆς νίκην. §. περὶ ὃ δὲ μά- [*](B=)λιστα δέδιεν, αἰκιζόμενος ὁ Ἕκτωρ οἶκτον κινεῖ.

[*](B=)

*καμμονίην] τὴν μονομερῆ νίκην.

[*](B=)

261. Ἕκτορ-ἄλαστε] ἄλαστόν φησι τὸν ἀνεπίληστα κακὰ δεδρακότα.

[*](A+B-)

συνημοσύνας] συνθήκας· οἱ γὰρ συντιθέμενοι εἰς ταὐτὸν ἀφιᾶσι τὴν γνώμην. διὸ καὶ δασύνεται· ἔστι γὰρ παρὰ τὸ ἵημι σύμβολα· “σύνεσίς τε δύω ποταμῶν” (Od. 10. 515) ἀντὶ τοῦ συμβολή.

262. ὡς οὐκ ἔστι λέουσι] ἐντεῦθεν τὸν περὶ λεόντων καὶ ἀνθρώπων μῦθον Αἴσωπος ἀνέπλασεν.

263. οὐδὲ λύκοι τε] γνωρίμους τὰς εἰκόνας οὔσας ἐπικεφαλαιῶν παρατρέχει.

[*](B~)

ἄλλως: οὐδὲ λύκοι τε καὶ ἄρνες] ἐντεῦθεν ἡ παροιμία “〈 ὡς λύκοι⟩ ἄρνα, φιλοῦσιν ἐρασταί” (cf. Diogen. VIII 76, p. 320).

[*](B=)

265. ἐμὲ καὶ σὲ φιλήμεναι] ἀντὶ τοῦ φιλῆσαι ἀλλήλους.

[*](A=B-)

266. πρίν γʼ ἢ ἕτερόν γε πεσόντα] εἰς τοῦτο ἡ διάνοια κατα- στρέφει, ὅτι πρότερον συμβήσεται τὸν ἕτερον ἡμῶν πεσεῖν πρὶν ἢ ὅρκους ἡμᾶς ποιήσασθαι, ὡς τὸ “πρίν μιν καὶ γῆρας ἔπεισιν ἡμετέρῳ ἐνὶ οἴκῳ᾿ (Il. 1. 29).

268. * παντοίης ἀρετῆς μιμνήσκεο] πρᾶσσε ὃ δύνασαι.

[*](B-)

270. οὔ τοι ἔτʼ ἔσθ᾿ ὑπάλυξις] ἡ καύχησις ὑπὲρ ἄνθρωπον οὐκ ἀνατιθέντα τῇ τύχῃ τὰς ἐλπίδας. ἤ, ἐπεὶ εἶπεν Ἀθηνᾶ “Ἕκτορα δῃώσαντε” (218). θαρρῶν τῇ θεῷ διαβεβαιοῦται τὸ μέλλον.

[*](B-)