Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

163. ῥίμφα] ῥᾳδίως· καταστρέφει δὲ εἰς τὸ ταχέως.

[*](B -)

164. ἀνδρὸς κατατεθνειῶτος] ἐπὶ ἀνδρὸς τεθνεῶτος. οὐκ οἶδε δὲ [*](A ~ B=) στεφανίτας ἀλλʼ ἐπιταφίους ἀγῶνας.

165. περιδινηθήτην] ὡς ἀπὸ τόρνου περιεστράφησαν· ἐξ οὗ τὸ [*](B=) τάχος καὶ τὸ πρὸς μίαν γραμμὴν τρέχειν. §. πῶς δέ φασιν ὁ ποδω- κίστατος πάντων οὐ καταλαμβάνει τὸν Ἕκτορα; πρόχειρον μὲν οὖν τὸ [*](B=) λέγειν, ὅτι Ἀπόλλωνα ἔχει συμμαχοῦντα· καὶ τοῦτο δὲ λέγεται, ὅτι ὁ μὲν Ἀχιλλεὺς ἀνάριστός ἐστι πενθήρης προκαμὼν ὑπὸ Ξάνθου καὶ Ἀγήνορος (Il. 21. 595), ὁ δὲ Ἕκτωρ καὶ ἀναπέπαυται παρὰ τῷ τείχει καὶ περὶ ψυχῆς τρέχει, οὐκ ἦν τε ἐξ εὐθείας ἡ δίωξις τῷ Ἀχιλλεῖ προϋποτρέχοντι καὶ ἐκκλίνοντι τὸν Ἕκτορα τῆς πόλεως.

[*](5. ἐξεῖναι ‖ 19. καθολικὸν B ‖ supplevi ex B ‖ 25. τοῦ ante τ.: om. B ‖ 31. ἄριστος B)
386

166. θεοὶ δὲ—ὁρῶντο] ἀπὸ τῆς Ἴδης ἑώρων· ὅταν δὲ ἔλθῃ εἰς Ἴδην Ζεύς, ἐπὶ τῷ ἐπισεῖσαι αὐτοῖς τὴν αἰγίδα παραγίνεται.

[*](B-)

168. ἄνδρα διωκόμενον] ἀντὶ τοῦ διώκοντα. ἄτοπον γὰρ μεμνῆσθαι μὲν Ἕκτορος, μή γε μὴν Ἀχιλλέως. ἔστιν οὖν ὡς τὸ “ἕως ὃ τὸν πεδίοιο διώκετο” (Il. 21. 602).

[*](A+B=)

170. *Ἕκτορος] λείπει ἡ περί.

[*](B=)

*ὅς μοι πολλὰ βοῶν ἐπὶ μηρίʼ ἔκηεν] τοῦτο πρὸς τὴν ἡμετέραν εὐσέβειαν.

[*](A+B=)

172. * ἐν πόλει ἀκροτάτῃ] ἀντὶ τοῦ ἀκροπόλει, ὡς “ἀκροτάτῃ κορυφῇ” (Il. 1. 499. 5. 754).

[*](B=)

174. φράζεσθε θεοί] διδάσκει παρρησίας μεταδιδόναι τοῖς ἀρχο- μένοις καὶ κοινωνεῖν αὐτοῖς τῆς βουλῆς.

[*](B=)

181. οὔ τοι—ἐπαινέομεν] εὖ τὸ μὴ εἰπεῖν ‘μεμφόμεθά σοι.’

[*](B=)

183, 4. οὔ νυ τι θυμῷ πρόφρονι] ταὐτὸν 〈ἡ⟩ εἱμαρμένη παρὰ θεοῖς ὃ νόμος παρὰ ἀνθρώποις· ὡς οὖν ὁ παρʼ ἡμῖν κριτὴς οὐ παρανόμως δικάζει, οὐδὲ Ζεὺς παρὰ τὴν εἱμαρμένην. πολλάκις δὲ καὶ ἠπιότητος χάριν καὶ βιάζεσθαι σπουδάζομεν τὸν νόμον. τοῦτό φησι καὶ Ζεύς, ὅτι ᾔδειν τὸ δίκαιον τῆς εἱμαρμένης, διὰ δὲ τὸ δίκαιον τοῦτο εἶπον, ἵνα ᾖ τὸ “τοί” σύνδεσμος παραπληρωματικός.

[*](A+)

μετηνέχθη⟨σαν⟩ ἐντεῦθεν εἰς τὴν ἀγορὰν τῶν θεῶν (Il. 8. 39, 40) καί εἰσιν ἐνταῦθα οἰκειότεροι· ἐκεῖ γὰρ ὀργίζεται.

[*](A+B=)

185. μηδέ τʼ ἐρώει] ἀποχώρει· “ἐρωῆσαι πολέμοιο” (Il. 13. 776, 19. 170).

[*](B=)

189. ὄρεσφι] διʼ ὀρῶν ἢ ἐν ὄρε〈σ〉ιν. §. περισσὸν δὲ τὸ “ἐλάφοιο.” [*](B=)ὁ γὰρ νεβρὸς ἐπὶ ἐλάφου μόνον, ὡς καὶ μόσχος ἐπὶ βοὸς καὶ πῶλος ἐφʼ ἵππου λέγεται.

[*](A+B=)

190. διά τʼ ἄγκεα καὶ διὰ βήσσας] ἀντὶ τοῦ διʼ ἀγκῶν καὶ διὰ βησσῶν, ὡς τὸ “διά τʼ ἔντεα καὶ μέλαν αἷμα” (Il. 10. 298).

[*](B=)

ἄλλως: διά τʼ ἄγκεα] τοῦ ὄρους τὸ μὲν ἀνωτάτω' ἀκρώρεια〈ι⟩, τὰ δὲ ὑψηλὰ σκοπια〈ί⟩, τὰ δὲ προνενευκότα πρῶνες, 〈τὰ δὲ⟩ κλίματα κλιτύες, τὰ βάσιμα βῆσσαι, τὰ κοῖλα ἄγκη, τὰ σύνδενδρα νάπαι, τὰ κάτω πρυμνώρειαι, ἡ δὲ παρὰ ταῖς πρυμνωρείαις πεδιὰς παρώρεια.

[*](1. ὁρόωντο ‖ ‘debebat τοῦ Ὀλύμπου’ W ‖ 5. διώκεται ‖ 14. τοι θ. ‖ supplevi ex B ‖ 19. ᾖ B: εἴη ‖ ὁ τοί B ‖ 20. lemma πρόφρονι μυθέομαι (184) delevi ad 183, 4 scholion traieci supplevi ut A ‖ 21. οἰκειότερον ‖ 22. μηδ᾿ ἔτʼ ‖ 24, 29, 30. supplevi ex B ‖ 32. παρόριον B ‖ add. sec in margine ὅρα ὡς τὰ μέρη τῶν ὁρῶν ὀνομάζονται)
387

191. καταπτήξας ὑπὸ θάμνῳ] ὑποπεσών. §. “θάμνῳ” δὲ τῇ [*](B=) συμφυάδι, παρὰ τὸ θαμινόν.

[*](B=)

192. ἔμπεδον] ἀνενδότως. τινὲς δὲ εἰς τὸ ἐναποτετυπωμένον ἴχνος [*](B=) ἐν τῷ πεδίῳ ἀπὸ τῆς βάσεως τοῦ νεβροῦ. §. τὰς Δαρδανίας πύλας ἀνατολικὰς θέλουσι, Σκαιὰς δὲ πρὸς δυσμὴν νευούσας.

193. ὣς Ἕκτωρ οὐ λῆθε] ἡ παραβολὴ πρὸς τὴν δίωξιν μόνον· [*](B=) οὐδὲ γὰρ κρύπτεται ὁ Ἕκτωρ. ἢ ὅτι καὶ αὐτὸς καιρὸν παρεφύλαττε 〈τοῦ⟩ ὑποφυγεῖν εἰς τὴν πόλιν, ὡς ὁ νεβρὸς εἰς τὸν θάμνον.

194. ὁσ〈σ〉άκι δʼ ὁρμήσειε] ὁσάκις ἂν κατὰ τὰς πύλας γενό- [*](B=) μενος Ἕκτωρ ἐβούλετο παρεισδῦναι εἰς τὴν πόλιν ἐπειχθεὶς τῷ δρόμῳ, τὸν ἔνδον δρόμον ἔχων Ἀχιλλεὺς ἐδίωκεν εἰς τὸ πεδίον.

*ὁρμήσειε] ἀντὶ τοῦ διελογίζοιτο.

196. *εἴ πως οἱ καθύπερθεν ἀλάλκοιεν] “οἱ” δύναται καὶ ἄρθρον εἶναι.

197. προπάροιθεν] πρότερος αὐτοῦ γινόμενος πρὸς τῇ πόλει ἀπέ- [*](A+B=) στρεφεν αὐτὸν εἰς τοὐπίσω. ἐπὶ χρόνου οὖν τὸ “προπάροιθεν.”

ὑποστρέψασκε] καὶ “παρα〈σ〉τρέψασκε” διχῶς.

199. ὡς δʼ ἐν ὀνείρῳ] τὸ ἄπρακτον θέλοι δηλῶσαι· ὡς γὰρ ἐκεῖνοι [*](B=) φαντασίᾳ καὶ οὐκ ἀληθείᾳ εἰσίν, οὕτω καὶ οὗτοι οὐδὲν ἤνυον, οὔτε οὗτος τὸ φεύγειν οὔτε οὗτος τὸ καταλαβεῖν· δοκοῦν γὰρ ἑκάτερον γενέσθαι οὐδέτερον γίνεται. καλῶς δὲ καὶ ἐπὶ τὴν μετάφρασιν ἐλήλυθε “φεύγοντ〈α⟩” “ἀλύξαι” “μάρψαι” “διώκειν.”

ἄλλως: ὡς δʼ ἐν ὀνείρῳ] ἀθετοῦνται οἱ γ΄ (199–201) διὰ τὸ [*](A+) ἀσθενὲς τῆς φράσεως καὶ ὅτι ὑπεκλύουσι τὴν ποδώκειαν Ἀχιλλέως.