Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

135. *νόσφιν ἐμεῖο] λείπει ‘ὄντος.’

136. ποταμὸς δὲ χολώσατο] οὐχ ὅτι ἐβλασφημήθη, ἐπεὶ κἂν πρὸς Ἥραν τοῦτο εἰρήκει καὶ πρὸς Ἥφαιστον— φησὶ γοῦν “ἐπεὶ κεχόλωτο δαϊκταμένων” (146) —ἀλλὰ διὰ τὸ τοὺς ἐπὶ γῆς ἀναιρου- μένους εἰς αὐτὸν ῥίπτεσθαι.

χολώσατο—μᾶλλον] ῥιφέντος Λυκάονος ἦρκται τοῦ θυμοῦ· νῦν δὲ [*](B=) μᾶλλον διὰ τὸ κακῶς ἀκοῦσαι.

137. * πόνοιο] τοῦ κατὰ τὴν μάχην ἔργου.

140. Ἀστεροπαίῳ ἐπᾶλτο] πῶς, φησί, πρὸ ε΄ ἡμερῶν τὸν κατάλο- [*](B-) γον ποιησάμενος Ἀστεροπαῖον παρέλιπε λέγοντα ῥητῶς πρὸ ια΄ ἡμερῶν ἐληλυθέναι(156); καὶ οἳ μὲν ὑποτάσσουσι στίχον ἐν τῷ τῶν Παιόνων καταλόγῳ ‘αὐτὰρ Πυραίχμης ἄγε Παίονας ἀγκυλοτόξους” (Il. 2. 848) “Πηλεγόνος θʼ υἱὸς περιδέξιος Ἀστεροπαῖος,” ὃν καὶ ἐν πολλαῖς τῶν Ἰλιάδων φέρεσθαι. οὐ θαυμαστὸν τὸ παραλελεῖφθαι αὐτὸν ἐν τῷ καταλόγῳ· μόνων γὰρ ἐμνήσθη τῶν τὴν κυρίαν ἡγεμονίαν ἐχόντων, ἐν δὲ τῷ κατὰ μέρος καὶ τοὺς μετʼ ἐκείνους τεταγμένους παρέλαβεν, ὡς ἐπὶ Ἀθηναίων· ἐν μὲν γὰρ τῷ κατολόγω Μενεσθέα φησὶν εἶναι τὸν ἡγεμόνα (Il. 2. 552), ἐν δὲ τῇ ἐπὶ ναυσὶ μάχῃ “οἳ [*](4. κε alt. A: καὶ ‖ 6. ἐν δʼ ὑμῖν ‖ 15. αὐτῷ W: -οῖς ‖ 22. διὰ τὸ κακῶς ἀκοῦσαι B: καὶ τοῦ ἀκοσαι ‖ 29. 〈οἱ δέ φασιν 〉 ante οὐ sup- plet W)

344
μὲν Ἀθηναίων προλελεγμένοι· ἐν δʼ ἄρα τοῖσι—Φείδας τε Στιχίος τε Βίας τʼ ἐύς” (Il. 13. 689, 91). ταὐτὸν οὖν ἐστι καὶ ἐπὶ Ἀστεροπαίου. ὁ μὲν 〈γὰρ〉 Πυραίχμης τὴν πρώτην ἡγεμονίαν εἶχε, τὴν δὲ δευτέραν Ἀστεροπαῖος, νυνὶ μέντοι τὴν πᾶσαν ἡγεμονίαν αὐτῷ ἀνατίθησι διὰ τὸ τὸν Πυραίχμην ὑπὸ Πατρόκλου ἀνῃρῆσθαι, ὥσπερ καὶ Πρωτεσι- λάου ἀποθανόντος ὁρῶμεν τὸν Ποδάρκην ἄρχοντα (Il. 2. 704).

[*](B=)

141. υἱέι Πηλεγόνος· τὲν δʼ Ἄξιος] καὶ τίς χρεία τοῦ πατρός, μέλλοντος αὐτοῦ γενεαλογεῖν αὑτόν (158); ἀλλʼ ὃ μὲν ὡς ἀγνὼς Ἀχιλλεῖ—τῶν γὰρ ἐπηλύδων ἦν—ἐδίδαξεν αὐτὸν τὸ γένος, ὁ δὲ ποιητὴς ἵνα μὴ ἐπιμένοι τῷ οἰκείῳ καταλόγῳ συνέτεμε καὶ τὴν μητέρα ἐδίδαξεν (142).

[*](A=)

142. Ἀκεσσαμενοῖο] ὀξυντέον τὸ Ἀκεσσαμενός, ἵνα ὄνομα γένηται, ὡς Δεξαμενός καὶ Τισαμενός.

145. μένος δέ οἱ ἐν φρεσί] δαιμονίως οὐκ ἀθρόαν τὴν τοῦ ποταμοῦ ὀργὴν εἰσάγει, ἀλλὰ πρῶτον μὲν δι᾿ ἑτέρου ἐπιβουλεύει τῷ Ἀχιλλεῖ, εἶτα δʼ αὐτὸς ἅψεται (234).

[*](B=)

ἄλλως: μένος δέ οἱ ἐν φρεσί] ὅτι ψυχικὴ ἀρετὴ ἡ δύναμις. πιθανὸν δὲ ποταμοῦ αὐτὸν ἀπόγονον εἶναι, ὅπως ἐπὶ πλέον ἐρεθίσῃ τὸν ποταμόν.

[*](B=)

147. οὐδʼ ἐλέαιρεν] Πῖος ψυχρόν φησι τὸ ἐπίθετον, ἄν τε ἐπὶ τῶν Τρώων—πῶς γὰρ ἄξιον ἐγκαλεῖν Ἀχιλλεῖ, ὅτι οὐκ ἐλεεῖ τοὺς πολε- μίους;—εἴτε ἐπὶ τοῦ ποταμοῦ, ὅτι αὐτὸν οὐκ ἠλέει, οὐχ ἁρμόζον ἐπὶ θεοῦ.

[*](B=)

150. τίς πόθεν εἶς ἀνδρῶν] πιθανὴ ἡ εἰσβολὴ ἐκ τοῦ καιροῦ, ὅτι τῶν ἄλλων φευγόντων οὗτος ἀντέστη.

*ὅ μευ] τινὲς “ὅ μου.”

[*](B-)

155. δολιχεγχέας] καὶ πῶς ἐν τῷ καταλόγῳ (Il. 2. 848) φησὶν αὐτοὺς ἀγκυλοτόξους: καὶ γὰρ καὶ Τεῦκρος ἐπαμφοτερίζει· ἴσως δὲ δισσὸν ἦν τὸ γένος, καὶ οἳ μὲν ὑπὸ Πυραίχμῃ, οἳ δὲ ὑπʼ Ἀστεροπαίῳ εἰσίν.

156. εἰλήλουθα] ἀντὶ τοῦ “ᾠχόμην.ʼ ὡς “ᾤμωξαν ἀολλέες” (Il. 23. 12) ἀντὶ τοῦ ᾤμωζον, ὥστε πρὸ ια΄ ἡμερῶν ἐκ Παιονίας ἐξελη- λυθέναι· διὰ τούτου δὲ λύσις τοῦ πῶς πρὸ ε΄ ἡμερῶν τὸν κατάλογον ποιησάμενος οὐκ ἐμνήσθη τοῦ Ἀστεροπαίου· οὔπω γὰρ ἦν φθάσας.

[*](2. ἔσται B ‖ 3. supplevi ex B ‖ 6. ἄρχοντα Bekker, cf. Eust.: ἔχοντα ‖ 8. ἀγνὼς scripsi, μὴ γνώριμος B: ἀγνὸς ‖ 14. ἀθρόον W: -ον ‖ 16. ἅψεται scripsi: ἀφέξεται ‖ 19. ὄν W: κἄν ‖ 25. ὅ μου Nauck, ὅ μοι coni. W : ὁμοῦ ‖ 32. τοῦ Bekker: τὸ)
345

162. ἁμαρτῇ] περισπᾶται καὶ σὺν τῷ ῑ γράφεται—ἔστι γὰρ παρὰ [*](A +) τὸ ἁμαρτῶ—ὁ δὲ Ἀρίσταρχος δίχα τοῦ ῑ, ἀπὸ τοῦ ἁμαρτήδην λέγων ἀποκεκόφθαι τὴν λέξιν, κακῶς.

δούρασιν ἀμφίς] δίχα· “τὼ δʼ ἀμφὶς φρονέοντε” (Il. 13. [*](B=) 345). “ἐύξοον ἀμφὶς ἐέργει᾿ (ib. 706) εἰς ἑκάτερα διείργει· καὶ “εἴριον ἀμφὶς ἀνέλκει (Il. 12. 434)· “ἀμφὶς ἐάγη” (Il. 11. 559)· ἀμφίβολον δὲ πότερον ‘ἁμαρτῇ ἀνέσχετοʼ ἢ ‘ἀμαρτῇ ἀμφίς.’ ἐξ ἑκατέρου μέρους· ὃ καὶ ἄμεινον· περιδέξιος γάρ ἐστιν.

*ἀμφίς] “ἄμφω” ἡ Μασσαλιωτική.

163. περιδέξιος] τινὲς ἀντὶ τοῦ ὑπερδέξιος, μεγαλοδέξιος ὡς “πε- [*](B=) ρίεσσι γυναικῶν” (Od. 18. 248). οἳ δὲ ἀμφιδέξιος. §. τὴν δὲ ἀσπίδα ἀπέβαλεν ὡς δύσχρηστον ἐν ὕδασιν· δύναται δὲ καὶ πελτάριον ἔχειν, ὡς οἱ τοξόται.

165. χρυσὸς γὰρ ἐρύκακε] οὐκοῦν ἐπιπόλαιος ἦν ὁ χρυσός. εἰ δέ [*](B=) φησιν, ὅτι μέχρι τινὸς ἔρρηξεν, μέσην τακτέον τὴν χρυσῆν πτύχα κατὰ Πορφύριον.

166. * ἐπιγράβδην] ὡς ἐπιξέει〈ν〉.

167. σύτο δʼ αἷμα] ὑπὸ μόνου τούτου Ἀχιλλεὺς τιτρώσκεται.

[*](AB=)

ἣ δʼ ὑπὲρ αὐτοῦ] ὡς τὸ “νεφέλη δέ μιν—τὸ μὲν οὔποτʼ ἐρωεῖ” (Od. 12. 74, 5), οὕτω καὶ νῦν πρὸς τὴν συνώνυμον μελίαν ὑπήν- τησεν (162).

169. ἰθυπτίωνα] ἀπὸ τοῦ “ἰθὺ βέλος πέτεται” (Il. 20. 99)· [*](B=) μεταφορικῶς δὲ ἀπὸ τοῦ φοροῦντος τὸ πλεονέκτημα ἐπὶ τὸ φορού- μενον μετήγαγεν. ἔστιν οὖν ‘κατʼ εὐθὺ πετομένην.᾿

ἄλλως: ἰθυπτίωνα] Ἀρίσταρχος “ἰθυκτίωνα,” ὅ ἐστιν ἐπʼ εὐθείας [*](A -) ἔχουσαν τὰς κτηδόνας καὶ τὰς ἐν τοῖς ξύλοις διαφύσεις.

172. μεσ〈σ〉οπαλές] μέχρι τοῦ μέσου παλλόμενον· οὕτω γὰρ τὸ [*](B -) μετὰ βίας ἐκπεμφθὲν σημαίνει, ὅτι μέχρι τοῦ μέσου καταπεπηγὸς τὸ δόρυ περὶ τὸν οὐρίαχον ἐπάλλετο. δηλοῖ δὲ καὶ τὸ ὑποκείμενον ἔδαφος τελματῶδες ὄν. τοῦτο δὲ οἰκονομεῖ. ἵνʼ ἑξῆς ἐπιχτιρῶν Ἀστεροπαῖος ἀνελκύσαι αὐτὸ 〈ἀ〉δύνατος ᾖ, ἢ ὅτι πᾶν δόρυ ἐκ μέσου πάλλεται.

*μεσσοπαγές] “ μεσοπαλές·” οὕτω διὰ τοῦ λ.

[*](A+)[*](2. δίχα scripsi cf. A: διὰ ‖ 10. μεγαλοδέξιος B: μεγάλως δεξιὸς ‖ 13. πελτάριον Bekker: πελάρτιον ‖ 24. πετομένην B: -ον ‖ 25. Ζηνόδοτος A ‖ 26. κτηδόνας scripsi: κτεδόνας A, κτιδόνας Eust., ἀκτεδόνας )
346
[*](A +)

173. Πηλείδης δέ] ἐπανείληφεν, ὡς περὶ ἑτέρου διαλεγόμενος.

[*](A +)

174. *ἆλτ᾿ ἐπὶ οἷ] ἀπόλυτος ἡ “εἷ.”