Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

105. περὶ δʼ αὖ Πριάμοιο] ὃ μὲν ὡς ἐπὶ τῇ εὐγενείᾳ προὐβάλετο (88), ὃ δὲ διὰ τοῦτο φονεύειν αὐτόν φησιν.

[*](9. ἀνάσσειν lemma ‖ ν τὸ ἀνάσσειν: corr. Hoffinann ‖ 14. ἐπὶ textus ‖ 15. πολλάς ‖ 18. supplevi ex B ‖ 19. δἐ post τ. del. W ‖ 24. ἐν ante τῷ ut B: omisi)
341

ἄλλως: περὶ δʼ αὖ Πριάμοιο] ὃ μὲν ἔλεγεν ὅτι οὐκ εἰμὶ Ἑκάβης, [*](B=) ὃ δὲ ἀντέθηκεν ὅτι Πριάμου παῖς ἐστιν.

106. ἀλλὰ φίλος, θάνε καὶ σύ] τινὲς ἀξιοῦσι μετὰ τὸ “θάνε” [*](B =) στίζειν, ἵνʼ ᾖ “φίλος θάνεν ὁ Πάτροκλος.ʼ

ἄλλως: ἀλλὰ φίλος, θάνε καὶ σύ] πιθανὴ ἡ εἰρωνεία καὶ πρὸς [*](B=) τὸν ξενίαν προβαλλόμενον (76). θανάτου δὲ κρείσσων ὢν παραμυ- θεῖται τὸν ἀγεννῶς τοῦ ζῆν ἐφιέμενον.

*οὕτως] διὰ τοῦ ο αἱ πᾶσαι.

[*](A=)

108. καλός τε μέγας τε] ὁπότερον γὰρ ἂν θατέρου στερηθῇ, πρὸς σωματικὸν κόσμον ἀτελές.

110. ἀλλʼ ἐπί τοι καὶ ἐμοί] οὐκ ἀναστρεπτέον τὴν “ἐπί·” τὸ [*](A ~ B-) γὰρ ἑξῆς ἐστιν “ἐπʼ ἐμοί,ʼ ἵνʼ ἀλλὰ καὶ ἐπʼ ἐμοὶ ἔσσεται·ʼ τινὲς δὲ τελείαν δόντες ἐν τῷ προτέρῳ τὸν ἑξῆς ὡς ἀπὸ ἄλλης ἀρχῆς προφέρονται τὸν “ἔσσεται ἢ ἠώς” καὶ τὴν επι ἀναστρέφουσιν, ἵνʼ ᾖ ‘ἔπεστιν·ʼ οὕτως Ἀρίσταρχος καὶ Νικίας. ἄμεινον δὲ τὸ πρῶτον. ὥσπερ ἔχει καὶ τὰ τῆς παραδόσεως.

ἄλλως: ἀλλʼ ἐπί τοι καὶ ἐμοί] στικτέον κατὰ τὸ τέλος τοῦ [*](AB-) στίχου, ὡς καὶ τοῖς περὶ Ἀρίσταρχον δοκεῖ, καὶ τὸ ἑξῆς ἀπὸ ἄλλης ἀρχῆς, “ἔσσεται 〈ἢ〉 ἠὼς ἢ δείλη.” τὸ δὲ λεγόμενον τοιοῦτον· ἔστ〈α〉ι τις ὄρθρος ἢ μεσημβρία ἢ δειλινὴ ὥρα, καθʼ ἣν κἀμέ τις ἀνελεῖ. καὶ χωρὶς τοῦ σ τὸ “δείλη,” ὡς καὶ Δίδυμός φησιν.

111. ἠώς] ἔωθεν ἕως μεσημβρίας, ὡς τὸ “ὄφρα μὲν ἠὼς ἦν” (Il. 8. 66) καὶ “πᾶσαν δʼ ἠοίην” (Od. 4. 447) “ἔνδιος δʼ ὁ γέρων” (ib. 450), ἡ δὲ μετὰ μεσημβρίαν ἕως ἑσπέρας δείλη· ἧς τὸ μὲν πρῶτον δείλην πρωίην, τὸ δὲ πρὸς ἑσπέραν δείλην ὀψίαν Ἀττικοί φασιν. τρισὶ δὲ διαστήμασιν ὥρισε τὴν ἡμέραν διὰ τὸ μηδέπω ὡροσκοπίαν παραδεδόσθαι.

*δείλης] ὅλαι εὐθεῖαί εἰσιν· διχῶς οὖν τοῦ ς ἡ δείλη.

[*](AB+)

112. Ἄρῃ ἐκ θυμὸν ἕληται] τῷ σιδήρῳ· συνείληπται δὲ ἀπὸ τοῦ [*](B-) Ἄρηι. τινὲς δὲ “ἀρῇ” βλάβῃ, βέλους ἢ δόρατος.

113. ἢ ὅγε δουρὶ βαλὼν ἢ ἀπὸ νευρῆφιν] πέπεισται γὰρ ὡς οὐδεὶς [*](B =) αὐτῷ συνελθὼν συστάδην ἀνελεῖ.

114. τοῦ δʼ αὐτοῦ λύτο] “αὐτοῦ ” ἐν ᾦ ἦν τόπῳ ἱκετεύων.

[*](B=)[*](8. schol. supra v. 107 scriptum: traieci ut A ‖ 12. τὸ ἑξῆς post ἦ del. W ‖ 13. ἅλλης dubitanter W. cf. l. 18: τινὸς ‖ 21. ἀνελεῖ W, ἀνέλῃ A: ἀναιρεῖ ‖ 24. ἦς W: ἣ 28. ὅλῳ ‖ 32. μαχεῖται B)
342
[*](AB=)

115. χεῖρε πετάσ〈σ〉ας] ἀπογνοὺς ἤδη τὸν σύντομον αἱρεῖται θάνατον.

[*](B-)

120. ποταμόνδε λαβών] τὸ μὲν τοὺς ἐν τῷ ποταμῷ ὄντας ἐμ- βάντα ἀναιρεῖν συγγνωστόν, τὸ δὲ καὶ τοὺς ἐν τῇ γῇ ἀναιρουμένους εἰς τὸ ῥεῖθρον ἐμβάλλειν αἰτίαν πιθανὴν παρέχει τῷ ποταμῷ εἰς τὴν κατʼ Ἀχιλλέως ἐπιβουλήν. ἔπειτα καὶ κατʼ αὐτοῦ βλασφημεῖ, “εὐδ᾿ ὑμῖν ποταμός περ ἐύρροος ἀργυροδίνης ἀρκέσει” (130). θηρώμενος οὖν ὁ ποιητὴς τὴν πρὸς τὸν ποταμὸν μάχην ζητεῖ πιθανὰς αἰτίας.

[*](AB-)

122. ἐνταυθοῖ νῦν ἧσο] περισπαστέον τὸ “ἐνταυθοῖ·” ἔστι γὰρ ἀπὸ τοῦ ἐνταῦθα Ἀττικῶς· τὸ δὲ “ἧσο” δασυντέον. τινὲς δὲ ψιλοῦ- σιν, ἵνʼ ᾖ ἀπὸ τοῦ ἴσθι· ἔνιοι δὲ γράφουσιν “ἐνταυθοῖ νῦν κεῖσο,” ἄμεινον δὲ τὸ πρῶτον.

ἄλλως: ἐνταυθοῖ] Ἀττικόν ἐστιν. οἳ δὲ ἀπὸ τοῦ ἐνταυθί. §. “ἧσε” [*](B=)δὲ δίαγε ἢ ὕπαρχε.

[*](B-)

123. ἀκηδέες] οὐ κηδόμενοι· οἳ δέ, ὡς “ἀνηλεές” ἐπὶ τοῦ Λυκάονος (57).

[*](B+)

οὐδέ σε μήτηρ] ἐπεὶ πολλὰ περὶ τῆς μητρὸς προὐβάλετο “μινυν- θάδιον δέ με μήτηρ γείνατο—τῆς δὲ δύω γενόμε〈σ〉θα” (84 sqq.). ὥσπερ ἐμπιπλάμενος τῆς κατὰ τῶν πολεμίων κολάσεως τοῦτό φησιν.

124. *ἐνθεμένη] κηδεύσασα.

[*](A+B=)

125. *εἴσω ἁλός] ἀντὶ τοῦ εἰς ἁλός.

[*](A+B=)

126. θρῴσκων τις κατὰ κῦμα] οὕτως αἱ Ἀριστάρχου “μέλαιναν φρῖκʼ ἐπαίξειι,” ἡ δὲ Χία “μελαίνῃ φρίχʼ ὑπαΐξει.” οὕτω δὲ αὐτὸ Ἀρίσταρχος ἐξηγήσατο· τῶν ἰχθύων τις κατὰ τὸ κῦμα θρῴσκων, ὅ ἐστι κολυμβῶν, ἐπὶ τὴν φρῖκα ἀίξει, ἵνα φάγῃ σε φερόμενον. δεῖ γὰρ τὸν μέλλοντα ἰχθὺν φερομένου τινὸς γεύεσθαι ἄνω μετέωρον ἐπὶ τὴν φρῖκα τῆς θαλάσσης ἐλθεῖν. τὸ δὲ πᾶν οὕτως· νεοσφαγὴς μὲν οὖν ὢν καταδύσῃ ἐπὶ τὸ βάθος τοῦ ποταμοῦ, ἔνθα σὺν τοῖς ἰχθύσιν ὢν ἀπολιχμηθήσῃ τοῦ αἵματος· ἐπὶ πλέον δέ σε ἄταφον ὄντα καὶ μετεωρισθέντα ἐκβαλεῖ παρὰ θάλασσαν ὁ ποταμός, ἔνθα τις τῶν [*](1. ἤδη W: κἂν ut A ‖ 3, 4. ἐπιβάντα ut B ‖ 11. ἧσον ‖ 15. iteratur *ὕπαρχε ‖ 18, 19. μινυνθάδιος ‖ 19. δύο ‖ 25. ἐπαίξει etiam B: ὑπαΐξει A ‖ μελαίνῃ Heyne: μελαίνη ‖ φρῖχʼ ‖ ὑπαΐξει B: ὑπαΐξαι ‖ αὐτὸ W: -ὸς ‖ 27, 28. ὑπὸ A ‖ 31. ἀπολικμηθήσῃ)

343
ἰχθύων σε κατέδεται ἐπὶ τὴν φρῖκα φερόμενος. Φιλητᾶς δὲ ἀρε- κό μονος τῇ “ὑπαλύξει” γραφῇ φησιν, ὡς ἐκεῖνος ὁ λιπανθεὶς ἰχθὺς ὑπὸ τοῦ δημοῦ τὴν ψυχρασίαν ὑπαλύξει.

127. *ἰχθὺς ὅς κε φάγῃσι] Ἀριστοφάνης “ ὥς κε φάγῃσι.”

[*](A=)

129. *κεραΐζων] ἐρημῶν.

130. οὐδʼ ὑμῖν ποταμός περ] ἕως τοῦ “οὓς ἐπὶ νηυσὶ θοῇσιν” [*](A +) (135) Ἀριστοφάνης ἠθέτηκεν ὡς παρεμβληθέντας ὑπὸ τῶν ἀπορούν- των διὰ τί ὁ ποταμὸς ὀργίζεται, καίτοι σαφῶς αὐτοῦ λέγοντος “Ξάνθος ἐπεὶ κεχόλωτο δαϊκταμένων αἰζηῶν” (146)· εἰ γὰρ ἐβλασφημήθη ὁ ποταμός, ἔλεγεν ἂν τοῦτο πρὸς Ἥραν (369) καὶ Ἥφαιστον (357).

131. * δηθά] νῦν ἀντὶ τοῦ ‘ἐκ πολλοῦ χρόνο.᾿ πολεῖς] οὕτω τινές· ἠθέτει δὲ αὐτοὺς Ἀριστοφάνης· ἄμεινον οὖν [*](A +) “πολέας.”

132. *μώνυχας] τὰ ὁρμητικώτατα γὰρ τῶν ζῴων αὐτῷ ἀφιᾶσιν.