Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

175. *οὐ δύνατʼ ἐκ κρημνοῖο] γραφικῶς.

179. ἄορι] τῷ δόρατι· Φιλητᾶς “καί κεν Ἀθηναίης δολιχαόρου” ἀντὶ τοῦ “μέγα δόρυ ἐχούσης.ʼ

[*](B=)

*Ἀχιλεὺς σχεδόν] λείπει 〈τὸ〉 ‘ἐλθών.

[*](B-)

181. χολάδες] τὰ ἔντερα, ἀπὸ τῆς κοιλότητος ἢ τοῦ κεχαλάσθαι, ὅθεν καὶ κῶλον· οἳ δὲ 〈ἅτι〉 τὰ ἔντερα τὴν ξανθὴν ἔχει χολήν· τῆς γὰρ χολῆς ἣ μὲν ξανθή, ὅθεν ὁ ἴκτερος, ἣ δὲ μέλαινα, ἀφʼ ἧς αἱ μελαγχολίαι.

[*](B-)

184, 5. Κρονίωνος παισίν] ἀντὶ τοῦ ἐκγόνοις. Αἰακοῦ γὰρ καὶ Ἐνδηίδος τῆς Σκείρωνος Πηλεύς, οὗ Ἀχιλλεύς.

[*](A+B=)

185. ποταμοῖό περ] περισσὸς ὁ “κέῤ.” §. Ἀρίσταρχος δὲ τὸ [*](A+)“ἐκγεγαῶτι” κατὰ δοτικήν.

[*](B-)

186. φῆσθα] προπερισπαστέον· παρατατικοῦ γάρ ἐστιν. Τυραν- νίω〈ν〉 δὲ βαρύνει ὡς ἐνεστῶτος χρόνου καὶ μετὰ τοῦ ι γράφει.

ποταμοῦ γένος] ἀλλὰ καὶ Αἴγινα Ἀσωποῦ· οὐκ εὐτελίζει οὖν τοὺς ποταμούς, ἀλλὰ Δία προκρίνει, ἄλλως τε τὰ τῶν πατέρων ἀεὶ προ- κρίνει ὁ ποιητής.

189. Αἰακός] ἐπειδὴ ἀετῷ εἰκασθεὶς ἐμίγη αὐτῇ, τὸν παῖδα Αἰακὸν ὠνόμασεν.

[*](B+)

190. ἁλιμυρηέντων] κυρίως μύρεσθαι τὸ ἐπὶ μόρῳ τινὸς θρηνεῖν. φησὶ δὲ “οὐδέ τι πῃ δύναμαι προχέειν ῥόον εἰς ἅλα δῖαν” (219).

192. καὶ γάρ σοι ποταμός] ἤτοι περὶ τοῦ Ἀξιοῦ φησιν οἷον πάρεστί σοι ποταμὸς ὁ πρόγονος’ ἢ καὶ μᾶλλον ‘παρεστί σοι ὁ Ξάνθος,ʼ ἵνα διὰ τούτου ἐπὶ τὴν ὀργὴν προκαλῆται τὸν Ξάνθον.

[*](AB +)

ἄλλως: καὶ γάρ σοι ποταμός] ἢ συναπτέον μέχρι τοῦ χραισμεῖν, ἢ στικτέον ἐπὶ τὸ “μέγας·” 〈ὑποστικτέον δὲ μετὰ τὸ “εἰ δύναταί τι”〉.

194. οὐδὲ κρείων Ἀχελώιος] ἡ ἀρχαία Ἑλλὰς περὶ Δωδώνην καὶ Σελλοὺς ἔκειτο, ὅθεν ὁ Ἀχελῷος ἐκρέων διʼ Αἰτωλίας ἐς τὸν Ἀμβρα- κικὸν ἐξῄει κόλπον, ἄχρις οὗ Ἡροκλῆς αὐτὸν ἀπέστρεψεν· μέγιστος οὖν τῶν ταύτῃ ποταμῶν ὁ Ἀχελῷος. διὸ Ἀχελῷος πᾶν πηγαῖον ὕδωρ· [*](7. ἃ post ἔντερα omisi ut B ‖ 8. supplevi ex B ‖ 12. Ἐνδηίδος scripsi cf. Paus. II 29, 10 alios, Μενεδηίδος coni. Bekker: Μενεδηίδης ‖ 16. suppl. sec. ‖ 28, 29. suppl. ex A ‖ 30. ἀρχὴ ‖ 32. ἐπέστρεψεν ‖ 33. Ἀχελῴος alt. W: -ον)

347
καὶ τὸ ἐν Δωδώνῃ δὲ μαντεῖον 〈ἐν〉 ἅπασι τοῖς χρησμοῖς κελεύει θύειν Ἀχελῴῳ.

Ἀχελώιος] πρεσβύτερον τῶν ἄλλων ἥγηνται τὸν Ἀχελῷον· διὸ [*](B +) καὶ κρείοντα αὐτόν φησιν.

195. ἄλλως: “οδτε” διὰ τοῦ τέ· τινὲς δὲ οὐ γράφουσι τὸν στίχον [*](A +) θέλοντες ἐξ Ἀχελῴου ῥεῖν· τὸν γὰρ αὺτὸν Ὠκεανῷ Ἀχελῷόν φασιν.

196. πᾶσα θάλασσα] δηλονότι ὅλη· ἢ ἐπεὶ πολλὰ πελάγη εἰσίν, [*](AB=) Ἀτλαντικόν, Λιγυστικόν, Τυρρηνικόν, Λιβυκόν, Μυρτῷον, Αἰγύπτιον, Παμφύλιον, Ἰκάριον, Αἰγαῖον, Ἑλλήσποντος, Μέλας κόλπος, Εὔ- ξεινος, Κασπία, Ἐρυθρά.

197. καὶ φρείατα μακρά] βαθέα· καὶ “ἠιόνος προπάροιθε βα- [*](B=) θείης” (Il. 2. 92) ἀντὶ τοῦ τῆς μακρᾶς. §. “νάουσι” δὲ πιδύουσιν.

200. καὶ ἐκ κρημνοῖο] ἀντιπέφρακε τῇ ὄχθῃ τὸν κρημνόν.

[*](A +)

202. δίαινε] διαίνεσθαι κυρίως τὸ ἐκ Διὸς βρέχεσθαι.

203. ἐγχέλυες] χωρίζει αὐτὰς τῶν ἰχθύων, ἐπεὶ οὔτε ἐξ ὀχείας [*](A + B-) γίνονται οὔτε ζῷα τίκτουσι οὔτε σπερματικοὺς ἔχουσι πόρους οὐδʼ εἰς θῆλυ καὶ ἄρρεν διακρίνονται, ἀλλʼ ἐκ τῶν καλουμένων γῆς ἐντέρων αὐτόματα συνίστανται ἐν τῷ πηλῷ, ζῶσι δὲ ὄμβρῳ καὶ ὕδατι. φασὶ δὲ καὶ ἀλληλοφάγους αὐτὰς εἶναι καὶ ζῆν ἑπτὰ ἢ ὀκτὼ ἔτη. καὶ ἐν τῷ ἀγορανομικῷ δὲ νόμῳ Ἀθηναίων διέσταλται ἰχθύων καὶ ἐγχελύων τέλη. καί φησιν, ὡς καὶ οἱ ἐν βάθει ἰχθύες ἀνέβρασσον ἐσθίοντες αὐτό〈ν〉· ἢ ὅτι μάλιστα τῶν ἄλλων ἰχθύων σαρκοφαγοῦσιν.

204. δημὸν ἐρεπτόμενοι ἐπινεφρίδιον κείοντες] περὶ γὰρ τοὺς [*](B =) νεφροὺς πολλή ἐστιν ἡ πιμελή. εἴρηνται δὲ νεφροί, ἀφʼ ὧν νεῖ- φεται τὰ οὖρα. κυρίως δὲ τὸ ἀπὸ τῆς ἔρας τῇ γλώσσῃ ἐπαίρειν ἐρέπτεσθαι. §. συναπτέον δὲ ὅλον τὸν στίχον· τὸ γὰρ ἑξῆς ἐστι δημὸν [*](AB=) ἐπινεφρίδιον. τὸ δὲ “ἐρεπτόμενοι” καὶ “κείροντες” δισσολογεῖται.

κείροντες] ἀπλήστως ἐσθίοντες· ὅθεν ὁ κόρος.

[*](AB=)

205. Παίονας ἀγκυλοτόξους] . . . διεπολέμουν γὰρ πρὸς τοὺς ὁμόρους Θεσσαλούς· διὸ τὴν διαφορὰν συνέστησεν. ὡς Λυδίων καὶ Λυκίων.

206. * πεφοβήατο] συνδεδιωγμένοι ἦσαν.

[*](1. suppl. ‖ 3. μείζονα pro πρ. B ‖ 5. lemma οὐδἐ κρείων post ἅλως omisi, cf. A ‖ 15. praescripsit pr. in margine ὅρα περὶ ἐγχελύων ‖ 16. οὐδʼ scripsi: οὐκ ‖ 22. supplevi ex B ‖ 29. II. ἱπποκορυστὰς in textu ‖ lacunam indicavi, in qua distinctum erat inter II. ἀγκυλοτόξους (Il. 10. 428) et II. ἱπποκορυστὰς (Il. 16. 287, Thessalorum vicinos ‖ 30. lacunam indicavi ‖ pro Λυδίων coni. W Κιλίκων)
348

214. περὶ μὲν κρατέεις, περὶ δʼ αἴσυλα ῥέζεις] τοιοῦτόν τι ἐστὶν ὃ λέγει ‘ἐν ᾧ διὰ τοὺς θεοὺς κρατεῖς, ἀδικεῖς.’

[*](B=)

αἴσυλα] ἐστερημένα αἴσης, ὅ ἐστι τῆς ἰσότητος. §. οὐκ ἀνα- [*](AB=)στρεπτέον δὲ τὴν “περί·” ἔστι γὰρ ἀντὶ τοῦ περισσῶς.