Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

65. περὶ δʼ ἤθελε] ἐπιτείνει τὸ φιλόζωον, ὅπως συγγνώμην ἔχῃ παρατείνων τὰ τῆς δεήσεως.

[*](1. καὶ λοῦσ᾿ textus Od., λούσας ‖ 6. τί δὴ μὴ tentavi: τί μή Bekker, τοῦ ἄγον μὴ ‖ 9. Λῃμνείας ‖ 10. schol. ad 36 iterum scriptum ‖ 14. ἐξαλλαγείσης ‖ 18. ἔφυγον ut B: corr. W ‖ 26. φυσίζωος ut textus ‖ 28. περιμένει sec. ut B: πεμιτέμνει pr. ‖ 30. suppl. W ex B ‖ οὐτῷ B ‖ 31. ἔχοι ut B)
339

67. δόρυ μακρόν] ὅτι κατὰ τὸ σιωπώμενον ἀνέλαβε τὸ δόρυ.

[*](A =)

68. οὐτάμεναι] ὥστε οὐκ ἀφῆκε τὸ δόρυ ἀλλ᾿ ἐνέπηξε τῇ γῇ. τὸ γὰρ οὐτῆσαι ἐπὶ τοῦ τρῶσαι. §. ἔστι δὲ ὥσπερ ἐν γραφῇ θεάσασθαι [*](B=) τὸν μὲν ἐπανατεινόμενον τὸ δόρυ τρῶσαι θέλοντα, τὸν δὲ φθάσαντα τὴν πληγὴν καὶ τοῖς γόνασι προσπίπτοντα, καὶ τὴν μὲν αἰχμὴν τῇ γῇ προσπεπηγυῖαν, τὸν δὲ καὶ τῶν γονάτων ἐχόμενον καὶ τὸ δόρυ κατέχοντα τοῦ κτείνοντος.

70. χροὸς ἄμεναι] “ἄσασθε κλαυθμοῖο” (Il. 24.717). §. ἐναγώνιον δὲ τὸ ἐνιαχοῦ ἀποτυγχάνειν καὶ παρέχειν καιρὸν τοῖς ἐλεεινολογήμασιν.

73. καί μιν λισσόμενος] τοῦτον τινες προστιθέασιν οὐ φερόμενον [*](A=) ἐν ταῖς Ἀριστάρχου. τινὲς δὲ γράφουσι “καί ῥʼ ὀλοφυρόμενος.”

74. αἴδεο] ὡς ἱκέτην προσδέχου. δύο γὰρ πρὸς σωτηρίαν [*](B =) ἀνυστικά, αἰδὼς καὶ ἔλεος.

75. ἀντί τοι] ὡς ἀντιάνειρα( Il. 3. 183) καὶ ἀντίκλειδα. §. “ἱκέταο” [*](B =) δὲ τοῦ εἰς τὴν ἑστίαν ἥκοντος καὶ ἱκετεύοντος. πιθανὴ δὲ ἡ ἐπανάλη- ψις· ὁ γὰρ αἰχμάλωτος ἱκέτην ἑαυτόνφησιν—ἱκέτην γάρ, φησί, κυρίως καλοῦμεν τὸν ἑκουσίως καταφυγόντα—ὁ δὲ τῷ ὁμωρόφιος γεγονέναι καὶ τροφῆς μετεσχηκέναι εἰς τὸ τῶν ἱκετῶν δίκαιον ἑαυτὸν τάττει.

*ἀντί τοι εἴμ᾿ ἱκέταο] ἴσος ἱκέτῃ.

[*](A+B=)

76. *“πρώτῳ” ξένων.

ἀκτήν] ἡ ἄγουσα ἡμᾶς καὶ πορεύεσθαι ποιοῦσα. ἄτοπον δὲ τὸν μετα- [*](B+) δόντα τροφῆς, ἐξ ἧς ἄνθρωποι ζῶμεν, τῆς ζωῆς ἀφαιρεῖσθαι. καὶ “Δη- μητέρος” φησὶν εἰς δεισιδαιμονίαν παρακαλῶν. καὶ ὃ μὲν εἰς τροφὴνἐπὶ τῷ πωλῆσαι παρέλαβεν, ὃ δὲ τοῦτο εἰς τὸ τῶν ἱκετῶν δίκαιον ἔταξεν. καὶ θαυμάσαι ἄξιον τὴν εὐπορίαν τοῦ ποιητοῦ. πολεμίῳ γὰρ προσώπῳ λόγον περιθεὶς ὅμως εὐπόρησε πρὸς τὴν σωτηρίαν εὐλόγου προφάσεως.

80. λύμην] εὐκτικῶς· πρὸς ὅ φησι “μή μοι ἄποινα πιφαύσκεο” [*](B-) (99)· ἀφʼ οὗ καὶ πληθυντικαὶ κατὰ ἀναδιπλασιασμόν, “λέλυντο δὲ γυῖα ἑκάστου” (Od. 18. 238). συνέσταλται δὲ διὰ 〈τὸ〉 μέτρον.

83. μέλλω που ἀπέχθεσθαι] ἔοικα ἀπεχθὴς γεγονέναι. §. ἄκρως [*](A + B=) δὲ διαγράφει δειλόν, ἀπεγνωκότα μέν, ὅμως δὲ δεόμενον τῆς σω- [*](B=) τηρίας. ἔχεται γὰρ ἁπάντων ἡ ἀμείνων ἐλπίς.

[*](5. πίπτοντα B ‖ 8. ἄσασθαι ‖ 11. ταῖς A: τοῖς 14. ἀντίκλεις apud Poll. x 22 ‖ 16. φησὶ alt. delet W ut B ‖ 17. ὁμωρόφιος Bekker: ὁμορρόφιος B, ὁμορόφιος ‖ 24. ἔλαβεν B, παρέλαβεν: ἔταξεν scripsi ex l. 19, τάττει coni. W 26. εὐλόγου B: -ως ‖ 28. ἀφʼ W: ἐφʼ ‖ 31, 32. ‘aut post σωτ. deest 〈τυχεῖν〉 aut verba τῆς—ἐλπίς sunt scriptoris nescio cuiusʼ W)
340
[*](B=)

85. Λαοθόη] ἵνα δείξῃ, ὅτι καὶ πρὸς μητρὸς εὐγενής ἐστιν. ἅμα δὲ ὅτι οἱ ἐν τύχαις μεγίσταις ἐλεοῦνται ἀτυχοῦντες.

86. Ἄλτεω, ὃς Λελέγεσ〈σ〉ιν] φασὶ Πρίαμον πρὸ τῆς Ἑκάβης γῆμαι τὴν Λαοθόην, πασῶν τῶν Ἀσιατίδων εὐγενείας ἕνεκα προκρί- ναντα τὸν γάμον τῆς κόρης.

[*](B=)

ἄλλως: Ἄλταο] τὸ αὐτὸ ὄνομα διχῶς ἐσχημάτισεν, “Ἄλταο” ὡς Ἀτρείδαο καὶ “Ἄλτεω” ὡς Μεν⌈έλεω⌋.

[*](AB=)

ἄλλως: Ἄλτεω] πρὸς τὴν ἐπανάληψιν τοῦ ὀνόματος τὸ σημεῖον.

[*](A-)

Λελέγεσ〈σ〉ι—ἀνάσσει] Ἀρίσταρχος σὺν τῷ ῑ τὸ “ἀνάσσει·” οἳ δὲ χωρίς· οὐκ ἀλόγως γὰρ περὶ Πηδάσου ὡς πεπορθημένης, “πέρσε δὲ Λυρνησσὸν καὶ Πήδασον” (Il. 20. 92), εἰ μὴ ἄρα φαίη- μεν πεπορθῆσθαι μὲν πρότερον τὴν Πήδασον, ἀνειληφέναι δὲ πάλιν τὴν ἀρχὴν τὸν Ἄλτην.

87. ὑπὸ Σατνιόεντι] ‘ἐπὶ’ τοῖς ποταμοῖς φαμεν κεῖσθαι τὰς πόλεις.

[*](B=)

88. τοῦ δʼ ἔχε θυγατέρα] αὔξει τὸ γένος Πρίαμον λέγων ἐπιδεδι- κάσθαι τὴν συγγένειαν Ἄλτου· ἀλλοτριῶν δὲ ἑαυτὸν τοῦ γένους Ἕκτορός 〈φησι〉, “πολλὰς δὲ καὶ ἄλλας.”

89. σὺ δʼ ἄμφω δειροτομήσεις] “σὺ δέ” ἐν ἐρωτήσει τινές, ἵνα μὴ εἰδὼς πάλιν παρακαλῇ. καταχρηστικῶς δὲ ‘ἀναιρήσεις.’

[*](A +)

95. οὐχ ὁμογάστριος] Ζηνόδοτος “ἰογάστριος,” ἐπεὶ ἐν ἄλλοις ἔφη “ἰῆς ἐκ νηδύος ἦσαν” (Il. 24. 496) καὶ “ἰῇ ἄρα γεινόμεθʼ αἴσῃ” (Il. 22. 477).

[*](B=)

96. ἐνηέα τε] τῷ ἐπιθέτῳ τοῦ φίλου μαλάσσειν αὐτὸν οἴεται, διδάσκων αὐτὸν ζηλοῦν τὴν προσήνειαν τοῦ φίλου.

[*](B=)

99. νήπιε] διὰ τοῦ ἐπιθέτου πᾶσαν ἐλπίδα τοῦ πείθειν ἐξέκοψεν. μή μοι ἄποινα] τινές, ἐπεὶ ἔλεγεν “ἑκατόμβοιον δέ τοι ἦλφον” (79)· ἢ ἐπεὶ διὰ τοῦ “μή με κτεῖνε” (95) τοῦτο ὑπέφηνεν, ἢ διὰ τοῦ “νῦν δʼ ἐλύμην” (80).

100. * ἐπισπεῖν αἴσιμον ἦμαρ] ἐπὶ τὴν πεπρωμένην ἐλθεῖν.

[*](AB=)

101. πεφιδέσθαι] παροξυτόνως, ὡς τὸ “ἱκέσθαι” (Il. 1. 19)· ἔστι γὰρ μέσος δεύτερος ἀόριστος.

[*](B=)