Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

27. δυώδεκα λέξατο] ὡς εἰς θυσίαν μέλλων παριστάνειν τὴν [*](B=)καλουμένην δωδεκάδα. §. μεγάλην δὲ τὴν ὑπεροχὴν διὰ τούτου παρί- στησιν ἐπιλέξασθαι αὐτὸν τοὺς αἰχμαλώτους λέγων οἵους καὶ ὅσους ἠβούλετο, εἶτα καὶ τούτους καθʼ ἕνα συνδῆσαι ὥσπερ ἀνδράποδα προτείνοντα〈ς〉 τὰς χεῖρας.

[*](5. ἔνθορε A: ἔκθορε ‖ 17. δὲ scripsi: τε ‖ 21. καταδύσεις B ‖ 34. supplevi ex B)
337

29. ἐξῆγε θύραζε] καταχρηστικῶς, ὡς καὶ “ἐκ πόντοιο θύραζε” (Il. 16. 408).

31. τοὺς αὐτοὶ φορέεσκον] περιπαθῶς ἄγαν· ταῦτα γὰρ ἀφορμὴ [*](B=) γέγονε τῶν δεσμῶν αὐτοῖς, ἃ εἰς σωτηρίαν ἐπήγοντο.

ἐὺ στρεπτοῖσι χιτῶσιν] ἀντὶ τοῦ 〈εὐ〉κλώστοις· ἐνήθετο γὰρ καὶ [*](B =) ἡ κρόκη. οὐδέπω δὲ ἐγινώσκετο τρῖψις κρόκης, ἀλλὰ νῆσις· Μέ- νανδρος “ κρόκην δὲ νήσεις στήμονα” (fr. 301 M.).

34. ἐνθʼ υἱεῖ] περισπαστέον καὶ διὰ τῆς ει διφθόγγου γραπτέον [*](B=) τὸ ει· καὶ γάρ ἐστιν ἀπὸ τῆς υἱεύς.

ἄλλως: ἔνθʼ υἱεῖ Πριάμοιο] μετέβαλεν εἰς ἄλλην διάθεσιν ποι- [*](B=) κίλλων τὴν διήγησιν. πρῶτος οὖν καὶ τὸ τῶν περιπετειῶν εἶδος ἔδειξε, ποικίλον ὂν καὶ θεατρικὸν καὶ κινητικόν. πάντα δὲ λέγων ἀληθοποιεῖται τὸν λόγον.

36. * οὐκ ἐθέλοντα] ἀντὶ τοῦ πρὸς βίαν.

37. ἐννύχιος] εἶπε γὰρ “πολλὰς μὲν ἀύπνους νύκτας ἴαυον” (II. 9. 325).

δʼ ἐρινεὸν—τάμνε νέους ὄρπηκας] ἀπὸ τοῦ γενικοῦ εἰς τὸ εἰδικὸν [*](A + B-) μεταβέβηκεν. ὄρπηξ δὲ ψιλοῦται· ἔστι γὰρ παρὰ τὸ ὄρω, πλεονα- σμῷ τοῦ π, εἰ καὶ〈ὁ〉 λόγος κελεύει αὐτὸ δασύνεσθαι· τὸ γὰρ α καὶ τὸ ε εἰς ρ καταλήξαντα ἑπομένου τοῦ π δασύνεσθαι θέλει, ἅρπη ἕρπε· οἷς συνεξομοιοῦσι καὶ τὸ ὄρπηξ.

ἄλλως: ὃ δʼ ἐρινεὸν ὀξέι χαλκῷ τάμνε] εἰ διαστείλαιμεν βραχὺ [*](AB +) ἐπὶ τὸ “τάμνε,” εὐλογώτερον ἂν γένοιτο τὸ σχῆμα.

ἄλλως: ὃ δʼ ἐρινεόν] ἀντὶ τοῦ ἐρινεοῦ, ὡς “γυναῖκά τε θήσατο [*](A+B-) μαζόν” (Il. 24. 58) καὶ “οἰνοχόον βάλε χεῖρα” (Od. 18. 396). τινὲς δὲ ἀντὶ τοῦ ξύλου. οὐ γὰρ εὐθετεῖ ὁ ἐρινεὸς εἰς ἅρματα· εἴη ἂν οὖν ξύλον ἀντὶ τοῦ ξύλου τεθεικώς.

39. τῷ δʼ ἄρʼ ἀνώιστον] ἀναγκαίως προεκτίθεται τὰ περὶ αὐτὸν [*](B=) ἅπαντα, ἵνα ἑξῆς ἱκετεύοντος αὐτοῦ γνώριμος ὁ λόγος καθεστήκῃ.

ἀνώιστον] ἀνεπιλόγιστον· νωίσασθαι γὰρ τὸ νοῆσαι. παρὰ τὸ [*](B-) 〈ὀ〉ίσασθαι ἀνόιστον καὶ κατʼ ἐπέκτασιν.

40. 〈Λῆμνον〉 ἐυκτιμένην] ἤδη γὰρ αὐτὴν ᾤκουν Ἕλληνες τῶν Ἀργοναυτῶν· κυρίως δὲ περάσαι τὸ εἰς πέραν ἀποδόσθαι.

*Λῆμνον] λείπει ἡ εἰς.

[*](5. supplevi ex B ‖ 6. οὐδέπω W: οὐδέποτε ut B ‖ 7. νήσει καὶ στ. B ‖ 15. γὰρ post μ. omisi ‖ 29. καθεστῇ B ‖ 31. ἀνώιστον ‖ 33. scho- lion ad v. 58 scriptum: traiecit W)
338

41. ἄγων] ἴσως κελεύσας Πατρόκλῳ, ὡς καὶ “λούσασʼ ἐν πο- ταμῷ” (Od. 7. 296).

[*](B=)

42. ξεῖνός μιν ἐλύσατο] ἐπιξενωθεὶς ἠλευθέρωσεν. §. τὸ δὲ ἑξῆς, [*](AB=)ξεῖνός μιν ἐλύσατο Ἴμβριος Ἠετίων.

43. Ἴμβριος Ἠετίων] πρὸς τὴν ὁμωνυμίαν, καὶ ὅτι φίλοι τοῖς Ἕλλησιν οἱ Λήμνιοι, ἐχθροὶ δὲ τοῖς Τρωσίν, ἐπεί τοι διὰ τί δὴ μὴ τὸν υἱὸν τοῦ βασιλέως ἀπέδωκαν;

Ἀρίσβη〈ν〉] μεταξὺ Περκώτης καὶ τῆς Ἀβύδου.

[*](B=)

46. * ἐλθὼν ἐκ Λήμνοιο] σωθεὶς ἀπὸ τῆς Λημνίας δουλείας.

[*](B=)

48. καὶ οὐκ ἐθέλοντα] περισσὸς ὁ “καί.” ἴσως δὲ τὸ φιλόψυχον αὐτοῦ κωμῳδεῖ καὶ διὰ τοῦ πρώτου (36).

[*](B=)

50. *γυμνόν] οὕτω γὰρ καὶ ἐγνωρίσθη.

οὐδ᾿ ἔχεν ἔγχος] ὅμοιον τὸ σχῆμα τῷ “ἰοῖσίντε τιτυσκόμενοι λάεσσί τʼ ἔβαλλον” (Il. 3. 80)· ἴσως δὲ καὶ διὰ τῆ, ἐξαλλαγῆς χλευάζει τὸ πρόσωπον, ὡς οὐδὲ τῶν ἀμυντηρίων ἑαυτῷ τι καταλιπεῖν ὑπέμεινεν.

54. * ὦ πόποι] “πόποι” οἱ θεοὶ παρὰ τὸ ἐποπτεύειν πάντα.

[*](B=)

55. ἦ μάλα δὴ Τρῶες] ὑπερβολικῶς εἶπε, τάχα Τρῶες καὶ ἐξ Ἅιδου φεύξονται, ὅπου θαλασσοκρατούντων Ἑλλήνων ἀπὸ νήσου ἔφυγεν.

[*](A-B=)

μεγαλήτορες] Πῖος στίζει εἰς τὸ “μεγαλήτορες,” εἶτα τὸ ἑξῆς ἐν ἤθει φησὶν ἀναφωνήσας διαναστήσονται ἄρα καὶ οἱ τεθνεῶτες, εἴ- περ καὶ οὗτος ἴσχυσε διαπεραιωθῆναι.᾿

[*](A +)

57. φυγὼν ὑπὸ 〈νηλεὲς ἦμαρ〉] ἐπεὶ οὐδέποτε πρόθεσις ἀντὶ προ- θέσεως κειμένη ἀναστρέφεται.

[*](B=)

60. ἀλλʼ ἄγε δὴ—δουρός] γενναῖον ἦθος καὶ ἐπάνω τῶν δεινῶν κείμενον ἡ εἰρωνεία παρίστησιν.

63. 〈γῆ〉 φυσίζοος] οὐ καλὸν τὸ ἐπίθετον ἐπὶ νεκρῶν καὶ τύμβων ταττόμενον.

[*](B=)

64. ὣς ὥρμαινε μένων] ὃ μὲν περιμένει διὰ τὴν ὑπεροχὴν τε- θαρρηκὼς ἑαυτῷ καὶ οὐχ οἷον ἁρπάζων τὸν καιρόν, ὃ δὲ ἐμπέδως 〈πάντα〉 ὁρῶν ἄφυκτα ἑαυτῷ αὐτὸς πρόσεισιν.

[*](B=)