Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

366. οὐδʼ ἔθελε προρέειν] οὐκ ἠδύνατο. καὶ “ποιῆσαι δύναται· τοὶ δὲ φθινύθουσιν ἔδοντες” (Od. 1. 250) καὶ “ἤθελε Μηριόνης, [*](B=)μάλα δʼ ἤθελε 〈Νέστορος υίός)” (Il. 10. 229). §. “ἀυτμή” ἐξατμιζο- μένη πυρώδης πνοή. τὸ μὲν 〈γὰρ〉 καθαρὸν ὕδωρ ὡς τὴν ἰδίαν φύσιν ἔχον ἀκολούθως ὅπῃ θέλει ῥεῖ, τὸ δὲ θερμαινό〈μενο〉ν βραδύ- πορον γίνεται, πολὺ τῆς δυνάμεως ἀφῃρημένον· καὶ ὁ μὲν Ἥφαιστος ἡ πυρώδης ἐστὶν ὅλη οὐσία, ὁ δὲ Σκάμανδρος μέρος τῆς οὐσίας.

[*](B=)

369. * τίπτε] ἐπὶ τίνι αἰτίᾳ.

[*](B-)

ἐμὸν ῥόον ἔχραε κήδει] “ἔχραε” ὥρμησεν, ὥστε λυπεῖν· “μητέρι μοε μνηστῆρες ἐπέχραον” (Od. 2. 50).

[*](6. δὲ τὰ scripsi: αὑτὰ ‖ 12. μελδομένου scripsi: ἠμελλομένου ‖ 27. supplevi ex B ‖ ὡς B: εἰς ‖ 28. supplevi ex B ‖ 29. γίνεται sec. ut B: γρ. pr. ‖ ὁ μἐν scripsi: ὅτι)
359

370. ἐξ ἄλλων] παρὰ τοὺς ἄλλους Ἑλληνικοὺς θεούς, ἢ ὑπὲρ [*](AB-) τοὺς ἄλλους συμμάχους 〈τῶν〉 Τρώων ὥρμησέ με λυπεῖν. βέλτιον οὖν ἡ συνήθεια τοῖς ἄνω συντάσσει τὸ “ἐξ ἄλλων.”

οὐ μέν τοι ἐγὼ τόσον αἴτιός εἰμι] τοῦ μὴ ἁλίσκεσθαι τὴν Τροίαν.

373. ἐπὶ καὶ τόδʼ ὀμοῦμαι] ἐπὶ τούτοις καὶ τοδε ὀμοῦμαι μετὰ [*](B=) τὸ λῆξαι, ἢ ἐπομοῦμαι.

374. ἐπὶ Τρώεσ〈σ〉ιν ἀλεξήσειν] τὸ ἑξῆς ἐπαλεξήσειν.

[*](B=)

375. μαλερῷ] παρὰ τὴν ἀλέαν πλεονασμῷ τοῦ μ. ἢ παρὰ τὸ [*](B +) μαλεῖν, ὅ ἐστιν ἀφανίζειν.

376. καιομένη] ἀναφωνεῖ τὸ τέλος τῆς ἱστορίας εὐκαίρως ὁ [*](B=) ποιητής· οὐ γὰρ προκόψει μέχρι τούτων τὸ σύγγραμμα τῷ Ὁμήρῳ.

379. ἀγακλεές] εὔκαιρον πρὸς τὴν νίκην τὸ ἐπίθετον.

[*](B=)

380. στυφελίζειν] σκληρῶς τύπτειν.

[*](B+)

382. ἄψορρον δʼ ἄρα κῦμα] ἐπιφερὲς ὂν τὸ ἔπος ἐδήλωσε τὴν κατάστασιν καὶ πρόχυσιν τοῦ ποταμοῦ, ὡς τὴν ἔπαρσιν τὸ “ ἀκρο- κελαινιόων” (249).

385. ἐν δʼ ἄλλοισι] τὸ ἑξῆς ‘ἐνέπεσεν.’ §. ἔνδοξος δὲ Ἀχιλλεύς. οὗ τὴν γένεσιν ᾄδουσι θεοὶ καὶ τὴν τελευτὴν καὶ τὸν πόλεμον.

388. ἀμφὶ δὲ σάλπιγξεν μέγας οὐρανός] εὖ πόλεμον θεῶν κελεύ- [*](B=) σματι οὐρανοῦ διήγειρεν. ἢ περιήχησε διαδεδομένης τῆς φωνῆς, ὅ φησιν ἀλλαχοῦ “ἠχὴ δʼ ἀμφοτέρων ἵκετ᾿ αἰθέρα” (Il. 13. 837). καινὸν δὲ ἐζήτησε διανόημα σαλπίζειν τὸν οὐρανὸν φήσας· εἰ γὰρ εἶπεν ‘ἐβρόντησεν,’ οὐδὲν παράδοξον οὐδὲ καταπληκτικὸν 〈ἄν〉 εἰσῆγεν.

σάλπιγξεν] πάλιν σάλπιγγα αὐτὸς μὲν οἶδε, τοὺς δὲ ἥρωας οὐκ[*](A+) εἰσάγει χρωμένους (cf. Il. 18. 219).

389. 〈ἐ〉γέλασ〈σ〉ε δέ οἱ φίλον ἦτορ] διὰ τὸ ἥκιστα ἐπιχειρη- [*](B-) θῆναι παρὰ τῶν διχονοούντων· καὶ Μένανδρος (fr. inc. 30) “καὶ τοῦτο θύων οὐδεπώποτʼ ηὐξάμην ἐγὼ τὸ σώζειν τὴν ἐμὴν οἰκίαν, ἀλλὰ παρέλιπον οἰκετῶν εἶναι στάσιν ἔνδον παῤ αὑτῷ πρᾶγμα χρησιμώτα- τὸν.” τοιοῦτο καὶ τὸ “χαῖρε νόῳ, ὅτʼ ἄριστοι Ἀχαιῶν δηριόωντο” (Od. 8. 78). ἢ ἐπεὶ ὁρᾷ περὶ ἀρετῆς αὐτοὺς ἀγωνιζομένους, χαίρει ὁ Ζεύς.

[*](2. supplevi ex B 10. καιομένην ‖ 14. ἐπιφερἐς corruptum ‖ 19. πόλεμον B: πολέμων ‖ 23. supplevi ex B ‖ 28, 29. οὐδέποτε θύων εὐξάμην ἄλλως σώζεσθαι τὴν οἰκίαν ἡ στάσιν οἰκετῶν εἶναι ἐν αὐτῇ B ‖ 28. σῷζειν Buecheler Mus. Rhen. 42 p. 200: σῷζον ‖ 〈 Δί᾿〉 οἰκίαν supplet Buech., 〈συν〉οικίαν Fiorillo apud Meinekium ‖ ἀλλʼ σὺ coni. Buech. ‖ 29. αὑτῷ Meineke: αὐτῷ ‖ 30. χαίρειν οἵῳ ὅτʼ)
360
[*](B=)

392. ῥινοτόρος] πρῶτον γὰρ δεῖ τῆς τῶν ἀσπίδων τρώσεως, εἶτα τῶν σωμάτων ἐφικέσθαι.

[*](A+)

394. κυνάμυια] ἀναιδὴς καὶ θρασεῖα· ἢ αἱμοπότις, ὅ ἐστι κρότων. 〈ἢ〉 ἔστι κινόμυια ἡ κινοῦσα τοὺς μύας τῶν ὀφθαλμῶν καὶ μὴ ἠρε- [*](A + B=)μαῖον ἔχουσα τὸ βλέμμα. §. 〈“ἄητον”〉 (395) μέγα, παρὰ τὴν αἶαν.

*κυνάμυια] συνθέτως.

395. θάρσος ἄητον ἔχουσα] δύναται καθʼ ἑαυτὸ λέγεσθαι τὸ ἡμιστίχιον κατὰ κλητικὴν πτῶσιν ‘ὦ θάρσος ἄητον ἔχουσα.ʼ

ἄλλως: θάρσος ἄητον] ᾐώρητο ἢ ὥρμα ἀλλήλοις ἀντιπνεόντων. μέγας δέ σε θυμὸς ἀνῆκεν] μετεωρισμὸς δέ σε ψυχῆς ἀνέπεισεν.

[*](B=)

396. ἢ οὐ μέμνῃ] κακῶς ἥττης ἑαυτοῦ ὑπομιμνῄσκει—ἔδει γὰρ αὐτόν, ὡς Ζεὺς “ἢ οὐ μέμνῃ, ὅτε τʼ ἐκρέμω ὑψόθεν” (ll. 15. 18)— ἢ θέλει αὐτὴν πλῆξαι ὡς δίκην νῦν ληψόμενος.

397. *πανόψιον] φανερῶς, οὐ πειρωμένη λανθάνει〈ν〉.

[*](A+B-)

πανόψιον] πάντων ἔσχατον—ἡ γαρ ὀψία ἔσχατος καιρός—ἵνα λέγῃ ‘τὸ δὲ πάντων ἔσχατον αὐτὴ λαβοῦσα τὸ ἔγχος ἔπληξάς με.ʼ ἢ τὸ ὁλόλαμπρον, ὡς ταὐτὸν εἶναι τῷ πάνοπτον πρωτοτύπῳ. Ἀντί- μαχος δὲ γράφει “ὑπονόσφιον.” καὶ τίποτε δι᾿ αὐτοῦ θέλει δηλοῦ- σθαι ἄμεινον;

[*](B=)

398. ἰθὺς ἐμεῦ ὦσας] ἐξ ἐναντίας μου ἤρεισας δόρυ.

[*](B=)

399. ἀποτισέμεν] ἐκτίσειν διὰ τιμωρίας.