Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

401. οὐδὲ Διὸς δάμνησι κεραυνός] αὐτοῦ γὰρ ὅπλον. §. οὐχ ὡς τοῦ Ἄρεος ἐκεῖσε βαλόντος, ἀλλὰ τῆς Ἀθηνᾶς μετενεγκούσης πρὸς τὸ μὴ τρωθῆναι.

[*](B=)

402. *τῇ] ἐκεῖ.

[*](B=)

405. *οὖρον ἀρούρης] ὅριον γῆς.

[*](B=)

406. βάλε—κατ᾿ αὐχένα] διὰ τί κατʼ αὐχένα βάλλεται Ἄρης; ὅτι ὑψαύχην ἡ ὕβρις.

[*](A-B=)

407. πόσον ἔχει τὸ πέλεθρον; τὸ πλέθρον ἔχει πόδας ἑκατόν, [*](B=)πήχεις δὲ ἑξ ήκοντα ἓξ δίμοιρον. §. εἰ δὲ ζητοίης πῶς ἔφθασεν ὁ Διομήδης τὸν τηλικοῦτον τρῶσαι, ἴσθι ὡς Ἀθήνης συνεργούσης.

[*](2. ἀφικέσθαι ‖ 3. αἱμοποτεῖ: corr, W ‖ 3, 4. κρότονοί εἰσι κ. ‖ 4. κινόμυια Eunt.: κυνῶν μυῖα ‖ τοὺς μύας Eust., τὸν μῦν coni. Heyne: μυίαν sec., μοῦ /// pr. ‖ 9. θυμὸς ἄητον ‖ 15. δὲ post π. del. Bekker ‖ suppl. Bekker ‖ 23. ὅπλον W ex A: ὀπτέον ‖ 24. Διὸς coni. W pro Ἄρεος ‖ 28. διὰ τί—Ἄρης ante πόσον l. 30 scripta: traieci)
361

408, * ἀμφαράβησε] ἄραβος κυρίως ἡ ἐν Ἄρει βοή.

[*](B+)

410, 1. ὅσσον ἀρείων εὔχομʼ ἐγών] ἔστι γὰρ ἣ μὲν ἐξ ἀνδρὸς μόνου, [*](B-) ὃ δὲ καὶ ἐκ γυναικός. καὶ ἣ μὲν ἔνοπλος γεννηθεῖσα συμπεφυκυῖαν τοῖς ὅπλοις τὴν ἀρετὴν ἔχει· καὶ ταύτης ὁ πατὴρ ἅμα τῇ γενέσει νίκην ἐποίησεν· ἄλλως τε τὸ δίκαιον ἐπικρατεῖν ἀεὶ πέφυκεν.

412. Ἐρινύας] κατάρας. “οὕτω” δέ, πρὸς τοὺς κρείσσονας [*](B=) ἐθέλων μάχεσθαι.

415. * πάλιν τράπεν] παρέτρεψεν.

416. τὸν δʼ ἄγε χειρὸς ἑλοῦσα 〈—Ἀφροδίτη〉] δεῖ γὰρ κρᾶσιν [*](B-) εἶναι τῶν ἠθῶν· Ἁρμονίαν γοῦν παῖδα ἐσχήκασιν· ἢ ὅτι τὸ πλέον διὰ γυναῖκας οἱ πόλεμοι. ἀνταμείβεται γὰρ αὐτῷ τῆς χρήσεως τῶν ἵππων· Ἥρα δὲ ἀπέχεται τῆς Ἀφροδίτης διὰ τὸν κεστόν.

417. μόγις δʼ ἐσαγείρατο θυμόν] τὸ ζωτικὸν πνεῦμα συνέλεξεν.[*](B=) §. ἐν παρατατικῷ δὲ τὸ “ἐσαγείρατο” Ἀρίσταρχος.

[*](B-)

419. αὐτίκʼ Ἀθηναίην] ὅτι τὸν πολέμιον αὐτῆς ὠφελεῖν ἐπι- χειρεῖ.

422. *κλόνον] ἐν κλίνεται τὰ πράγματα.

[*](A=)

424. ἐπιεισαμένη] ἐφορμήσασα, “εἴσομαι ἐξ ἁλόθεν” (Il. 21. [*](A+B-) 335)· ἢ ἀντὶ τοῦ ἐπελθοῦσα.

πρὸς στήθεα] ὅπου ἡ ἀφροσύνη· 〈ἀντ〉ήρκει δὲ οὐδὲ τῇ πληγῇ [*](B-) τῆς χειρός.

428. τοιοῦτοι νῦν πάντες] ἀεὶ τὸ “νῦν” φυλάσσον τὸν χρόνον καὶ [*](A + B-) τὸν τόνον φυλάσσει· ἤν που δὲ συσταλῇ διὰ μέτρον, ἐγκλίνεται· “δεῦρό νυν ἢ τρίποδος” (Il. 23. 485)· “ἐκτελέει ὅσα πού νυν ἐέλ- πεται” (Il. 10. 105).

430. τλήμονες] εὔτολμοι. οἱ δὲ τραγικοὶ ἐπὶ δυστυχοῦς τιθέασι [*](A ~ B=) τὴν λέξιν.

435. κρείων] ὁ τῆς αὐξήσεως αἴτιος· ὑγρὸς γάρ, καὶ κραίνειν [*](AB=) τὸ πληροῦν.

436. διέσταμεν] οὐ πολεμοῦμεν, οὐ μιγνύμεθα—μιγῆναι γὰρ [*](A + B=) λέγει τὸ πολεμῆσαι—ὡς αἰσχρὸν μὲν τῶν ὁμοφύλων μαχομένων ἀργεῖν, καὶ πρεσβύτην 〈δὲ〉 ἄρχειν μάχης 〈δεινότερον〉.

437. ἀμαχητί] συστελλόμενον Δώριον, ἐκτεινόμενον δὲ Ἀττικόν.

[*](4. ταύτης Eust.: -ην ‖ 8. πάλεν textus ‖ 11. πόλεμοι B Eust.: -ιοι ‖ ἀνταμείβεται B: ἀνταμείβετο ‖ αὐτῶν ‖ 22. νῦν alterum B: ‖ 23. ἤν B: εἰ ‖ 30. μιγῆναι scripsi: μίγνυσθαι B, μιγνύναι ‖ 32. suppl. ex B)
362
[*](B=)

440. * καλόν] τὸ ἄρχειν.

[*](B=)

441. *ἔχες] εἶχες.

[*](A =)