Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

257. ὡς δʼ ὅτʼ ἀνὴρ ὀχετηγός] ἀπὸ τοῦ ἁδροῦ ἐπὶ τὸ ἰσχνὸν ἔρχεται καὶ ἀνθηρόν. ἡ δὲ παραβολὴ πρὸς τὴν ταχεῖαν ἐπιφορὰν καὶ τὴν παραλλαγὴν τοῦ ὕδατος. κόσμου δὲ ἕνεκα παρεδιηγήσατο τὰ λοιπά. “ἠύτε κούρη νηπίη, ἥ θʼ ἅμα μητρὶ θέουσα” (Il. 16. 7, 8) καὶ τὰ ἑξῆς· παραφυλάττει δὲ τὴν ἐπεξεργασίαν· “ἀπὸ κρήνης” τὴν φορὰν τοῦ ὕδατος πρὸς τὸ δαψιλὲς τῆς ἐπιρρύσεως, ἐν κατάντει δὲ χωρίῳ (258) πρὸς τὸ συνεχὲς καὶ ταχὺ τοῦ ῥεύματος.

[*](B=)

ὀχετηγός] ὑδραγωγός· ὀχετοὶ γὰρ αἱ ἐπιρρύσεις.

258. ὕδατι ῥόον ἡγεμονεύει] “ἡγεμονεύει” ὁδηγῶν τὸν ῥόον τοῦ ὕδατος.

[*](B=)

259. μάκελλα ἡ σκαλὶς ἡ μονόθεν κέλλουσα καὶ κινοῦσα· δί- κελλα γὰρ ἡ διχόθεν κέλλουσα.

[*](B=)

ἀμάρη ἡ ὑδρορόη, παρὰ τὸ τῇ ἄμῃ αἴρειν, ἢ παρὰ τὸ μὴ ἐᾶν τὰ παραπεφυκότα αὐτῇ μαραίνεσθαι.

[*](B=)

ἄλλως: ἀμάρης ἐξ ἔχματα βάλλων] τὰ κωλύματα τῆς διώρυχος ἐκβάλλων.

[*](B=)

260. *ὑπὸ ψηφῖδες] ἡ “ὑπό” πρὸς τὸ “ὀχλεῦνται” (261), ἵνʼ ᾖ ‘ὑποκινοῦνταιι.’

[*](B=)

261. κελαρύζει] μετὰ κελάδου ῥεῖ, κατὰ ἀντίθεσιν λακερύζει.

[*](A-)

262. φθάνει] Ἀρίσταρχος ἐξέτεινε τὸ α διὰ τὸ μέτρον· Ζηνο- δοτος “φθανεῖ” ὡς νοσεῖ.

[*](B=)

264. * λαιψηρόν] λίαν ταχύν.

[*](B=)

265. ἱ〈σ〉σάκι δʼ ὁρμήσειε] τινὲς ἀντὶ τοῦ διανοήσειε. §. γράφε- [*](AB =)ται καὶ “οἰμήσειε.” προκρίνει δὲ τὴν διὰ τοῦ ρ γραφὴν Ἀρίσταρχοε.

[*](1. fr. om. Rose, cf. l. 7 ‖ 2. μέλανα B: μέλαινα 3. μελανας B: μέ- λαινας ‖ 7. schol. post μαρ. l. 22 scriptum: traieci ‖ fr. om. Rose, cf. Schrader Porph. p. 274; in Zoicis Aristotelis haec lecta esse iniuria negatur’ W 19. μάκελλα pro lemmate scriptum; item ἀμόρη ‖ μονόθεν κ. Eunt. : μσκ. ‖ 21. αῖρειν scripsi, cf. E. M. s. v. ἀμάρα: ῥεῖν ut B ‖ 27. λακερύει B: - ἵζει)
351

266, 7. εἴ μιν ἅπαντες ἀθάνατοι φοβέουσι] ἀντὶ τοῦ εἰ μηδένα [*](B=) βοηθὸν ἔχει, ἀλλὰ πάντας ἐπιβούλους· ἢ εἰ ἄρα δύναταί τισι τῶν θεῶν καὶ εἰς μάχην ἐλθεῖν.

269. πλάζʼ ὤμους καθύπερθεν] ὅλον τὸ πεδίον πέλαγος γεγενη- [*](B-) μένον ὑπὸ τοῦ ποταμοῦ ἔδειξεν, ὥστε καὶ τοὺς ὤμους ἐπικλύζειν τοῦ Ἀχιλλέως. καὶ πρὸς μὲν ἀλήθειαν ταῦτα οὐ πιθανά—τί γὰρ ἐπράττετο περὶ τοὺς ἄλλους στρατιώτας; ἀπίθανον γὰρ μόνον τον Ἀχιλλέα ὑπὸ τοῦ ποταμοῦ ταῦτα πάσχειν—ὡς δὲ ἐν ποιήσει παράδεκτα. καὶ οὕτω τῇ ἀπαγγελίᾳ κατώρθωται, ὥστʼ οὐδʼ ἀνίησι τὸν ἀκροατὴν ἐπιλογίσασθαί τι τῶν λεγομένων, εἰ ἀληθὲς ἦν ἢ μή· ὅτι γὰρ εἰς τὸ πεδίον τραπόμενον τὸν ποταμὸν ταῦτα δρᾶν φησι, δῆλον ἐκ τοῦ “ἄψορρον δʼ ἄρα κῦμα” (382).

πλάζʼ ὤμους] πλάσσεν. ἔπλησ〈σ〉εν, ὡς καὶ “δύο τʼ ἤματα κύ- ματι πηγῷ πλάζετο” (Od. 5. 388)· ἀλλὰ καὶ “πλάζε δὲ πίνοντας” (Od. 2. 396) καὶ “πλάζει δʼ ἀπὸ πατρίδος αἴης” (Od. 1. 75).

ὑψόσε πο〈σ〉σὶν ἐπήδα] ἵνα ὑπερβάληται τὸ κῦμα.

[*](B-)

271. λάβρος ὕπαιθα ῥέων, κονίην δʼ ὑπέρεπτε πόδοιιν] ὡς προ- φθάσαντος τοῦ ῥεύματος τὸν ἥρωα.

κονίην δʼ ὑπέρεπτε ποδοῖιν] ὑπήσθιεν, ὑπέσπα. ἐμφαντικῶς δὲ [*](B=) τὴν κατὰ μικρὸν ὑπονοστοῦσαν γῆν ἔδειξεν, ὅπως ἀκρατὴς εἴη τῆς βάσεως ὁ ἥρως.

273. ὡς οὔ τις με θεῶν ἐλεεινὸν ὑπέστη] ἐμὲ τὸν ἐλεεινόν. ἢ [*](B=) λείπει τὸ ὄντα. §. τὸν ἀκλεῆ δὲ θάνατον ὀδύρεται. καὶ Λεωνίδας ὁ [*](B=) Λάκων χεῖρα βληθεὶς ὠδύρετο, ὅτι μὴ ἔχων τὴν χεῖρα τελευτᾷ.

274. ἔπειτα—καὶ τί πάθοιμι] “ἔπειτα” μετὰ τὸ σωθῆναι ἐκ τοῦ ποταμοῦ.

275. *οὐρανιώνων] θεῶν· οὐ γὰρ Θέτις οὐρανία.

276. ψέυδεσ〈σ〉ιν ἔθελγεν] μεγαλοπρεπῶς τῇ τοιούτου θανάτου [*](B=) ἐλπίδι θέλγεσθαί φησιν ὥσπερ ἡδέσι λόγοις πιστεύσας· λυπεῖ οὖν αὐτὸν οὐχ ἡ τελευτὴ ἀλλʼ ὁ τρόπος.

ἄλλως: ψεύδεσ〈σ〉ιν] ὡς βέλεσιν, ἀπὸ τοῦ ψεῦδος. οὐ γὰρ [*](A+B=) ἐπίκειταί τινι ἐπιθετικῶς.

278. λαιψηροῖς—βελέεο〈σ〉ιν] τοῖς αἰφνίδιον ἀποκτείνουσιν.

[*](B=)[*](13. δύο ἔτι 14. πελάζετο ‖ 17. λάβρος textus: λάβρως ‖ 23, 24. ὁ Λάκων Bekker: ὁ δʼ ἄκων 28. ἐπὶ post μ. ut B: omisi ‖ 32. ἐπιθετικῶς B: -ῷ ‖ 33. ἀποκτείνουσιν B: ἀποκτέννουσιν)
352
[*](B=)

279. ὥς μʼ ὄφελ’ Ἕκτωρ κτεῖναι] ὅρα τὸ μεγαλοφυές· οὐ γὰρ μόνον τὸν ἐν πολέμῳ θάνατον αἱρεῖται, ἀλλὰ καὶ ὑπὸ τοῦ ἀρίστου ἀναιρεθῆναι. ἔοικεν οὖν καὶ ἡ Θέτις δικαίως ἀποκρύψασθαι τὴν ἀλήθειαν καὶ τὸν Ἀπόλλω ἀντὶ τοῦ Ἀλεξάνδρου παραλαβεῖν (278).

[*](B=)

τέτροφε] ἀντὶ τοῦ ἐτράφη· τὰ γὰρ ἐνεργητικὰ τούτου τοῦ ῥή- ματος ἀντὶ παθητικῶν τάσσει.

[*](B=)

280. ἀγαθὸν δέ κεν ἐξενάριξεν] οὐχ ὅτι καὶ νῦν οὐκ ἀγαθὸς ὁ Ἀχιλλεύς, κἂν ὑπὸ τοῦ ποταμοῦ διαφθαρῇ, ἀλλὰ τοιοῦτόν ἐστιν ὃ λέγει, ἀγαθὸν ὄντα καὶ πράττοντά τι γενναῖον.

[*](A+)

281. λευγαλέῳ] χαλεπῷ, οὐ ‘διύγρῳ” ὡς Ἡσίοδος. τί γὰρ ἐπὶ τοῦ “λευγάλεοί τʼ ἐσόμε〈σ〉θα” (Od. 2. 61),

282. ἐρχθέντʼ 〈ἐν μεγάλῳ ποταμῷ〉] παρὰ τὸ ἔρσαι· κυρίως τὸ [*](A - B=)ἐν ὕδατι ἀπολέσθαι. §. ψιλωτέον δέ. ἔστι γὰρ παρὰ τὸ εἴργω. Ἀττικοὶ δὲ δασύνουσιν. §. ἐν τῇ Μασσαλιωτικῇ “εἱρχθέντα.”

[*](B=)

παῖδα συφορβόν] πρὸς τὸ ἀγεννὲς καὶ εὐτελὲς τοῦ θανάτου· καὶ διὰ τῆς ἡλικίας καὶ διὰ τοῦ ἐπιτηδεύματος ταπεινοῖ τὸ πρόσωπον· παιδὶ δὲ συφορβῷ ἑαυτὸν εἰκάζει ὁ λέγων “καλός τε μέγας τε” [*](A =)(108). §. σημειοῦνται δέ τινες ὡς ἅπαξ εἰρημένον.

[*](B=)