Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

406. ὣς ἄρα—ἐρυγόντα] πρὸς τὴν ἐπανάληψιν τοῦ “ἤρυγεν” (404) τὸ σημεῖον.

ἐρυγόντα] παροξυτονητέον τὴν μετοχήν· β´ γάρ ἐστιν ἀόριστος, [*](A +) ὡς ἐδήλωσε τὸ “ἤρυγεν ἑλκόμενος” (404).

410. πόδεσ〈σ〉ι δὲ πάντας ἐνίκα] τοὺς νόθους· ὁ γὰρ Πολίτης [*](B=) “σκοπὸς ἷζε ποδωκ〈ε〉ίῃσι πεποιθώς” (Il. 2. 792). ἐπινοεῖ δὲ ἑκάστῳ τὸ πρὸς διήγησιν ἡδύ.

411. ποδῶν ἀρετὴν ἀναφαίνων] τὸ πλεονέκτημά φησιν ἀνέπεισεν [*](B=) αὐτὸν ἀντιστῆναι Ἀχιλλεῖ ἐλπίσαντα ταχέως ἀναφεύξεσθαι.

414. νῶτα παραΐσσοντος] παρακλίνοντος τὰ νῶτα.

[*](B=)

〈παρ〉αΐσσοντα] σύντομος ὁ λόγος τοῦ πρὸς τιμωρίαν σπεύδοντος, καίτοι πρὸς Αἰνείαν πλείους ἀποτέταται λόγους.

ὅθι ζωστῆρος ὀχῆες] ἢ διʼ ὅλου κρίκοις συνέχεσθαι τὸν ζωστῆρα [*](B=) πρὸς τὸν θώρακα νοητέον, ἢ καθʼ ὑπερβατὸν ἐκδεκτέον, “ἀντικρὺ δὲ διέσχε παρʼ ὀμφαλόν, ὅθι ζωστῆρος ὀχῆες χρύσειοι σύνεχον.ʼ

415. καὶ διπλόος ἤντετο θώρηξ] ὅτι διπλοῖ οἱ θώρακες κατὰ τὸν [*](AB=) τῆς ζώσεως τόπον.

[*](1. τῷ θεῷ B: τῶν θεῶν ‖ 4. ἀνερυγγάνων sec. ut B: -ον ‖ 5. suppl. sec. ‖ 7. ὑμήν B: ἄδην ‖ 10. ἑτέρων Eust., ἑτερὼν B: ἑταίρων ‖ ἑτερῶνιος B Eust.: ἑταιρὼνιος ‖ supplevi ex Eust. ‖ 10, 11. ἐτυμώνιος Eust.: ἑτοιμώνιιος ut B ‖ 11. καὶ Eust.: ὁ ‖ ἀνεμώλιος Eust.: ἀνεμόνος ‖ 13. ἀνεμώνιος ante I. omisi ‖ 22. supplevi ex B ‖ 25. φεύξεσθαι B)
380
[*](B=)

418. προτὶ οἷ δʼ ἔλαβʼ ἔντερα χερσὶ λιασθείς] προσέλαβεν ἑαυτοῦ τὰ ἔντερα ἀποκυλισθείς.

[*](A= B-)

ἄλλως: προτὶ οἷ] περισπαστέον τὴν “οἷ·” ἔστι γὰρ πρὸς ἑαυτόν.

[*](B=)

422. ἀλλʼ ἀντίος ἦλθε] ὁ γὰρ ἔλεος ἀμελεῖν αὐτὸν τῆς ψυχῆς τε καὶ τῆς ἐντολῆς Ἀπόλλωνος ποιεῖ.

[*](B =)

424. ἀνέπαλτο] ἐδήλωσεν ὑπὸ τῆς ἡδονῆς ἑαυτοῦ μείζω γενό- μενον.

[*](B=)

425. ἐσεμάσ〈σ〉ατο θυμόν] ἥψατο τῆς ψυχῆς, ἢ ἐκηλίδωσεν.

[*](B=)

427. *ἀνὰ πτολέμοιο γεφύρας] ἐν τοῖς μεταξὺ τῶν στάσεων διαστήμασιν.

[*](B=)

434. σὺ μὲν ἐσθλός] εἰρωνεία· προείρηται “τὸν δʼ οὐ ταρβήσας”

[*](B +)

435. θεῶν ἐν γούνασι κεῖται] ἱκεσίαις ἢ λιταῖς ἢ κόλποις.

[*](A=)

436. χειρότερος] χέρ〈ε〉ιος χερ〈ε〉ιότερος, συγκοπῇ καὶ πλεο- νασμῷ χειρότερος.

437. καὶ ἐμὸν βέλος ὀξὺ πάροιθεν] “πάροιθεν” ὅτε τὸν Πάτρο- κλον ἀνῄρηκεν (Il. 16. 820).

[*](A =)

ὀξὺ πάροιθεν] συναπτέον τὸ ὀξὺ πάροιθεν·” δηλοῖ γὰρ τὸ ‘ὠξυμμένον κατὰ τὸ ἔμπροσθεν.’

[*](AB=)

439. νοιῇ] ἐπὶ τὸ “πνοιῇ” βραχὺ διασταλτέον πρὸς τὸ σαφέ- στερον.

ἄλλως: πνοιῇ Ἀχιλλῆος πάλιν ἔτραπεν] καταγέλαστα ταῦτα, ὥς φησιν Πρακλέων.

[*](B=)

440. ψύξασα] τῇ κινήσει τῆς χειρὸς 〈ἡρέμα ἐξανεμίσασα〉 “ψύχεος ἱμείρων κατελέξατο” (Od. 10. 155).

[*](A +)

ἄλλως: ψύξασα] πνεύσασα, φυσήσασα.

[*](A+B=)

451. μέλλεις εὔχεσθαι, ἰὼν ἐς δοῦπον ἀκόντων] ᾧ ἔοικας εὔ- χεσθαι παραγενόμενος εἰς τὰς μάχας.

[*](B=)

452. ἡ θῆν σʼ ἐξανύω] καὶ τῆς νῦν ἀποτυχίας εἰς θεοὺς ἀνήγαγε τὴν αἰτίαν καὶ τῆς αὖθις ἐπιτυχίας.

[*](A +)

ἄλλως: θῆν] περισπαστέον τὸν “η” ἔστι γὰρ βεβαιωτικός. [*](AB-)ἐξανύω] βαρυντέον τὸ “ἀνύω·” ἐνεστῶτος γάρ ἐστιν ἀντὶ μέλ- λοντος, ὡς τὸ ἐρύω (Il. 22. 67).

[*](2. ἀποκλιθεὶς B ‖ 15. χέριος χεριώτερος: supplevi et correxi ex A ‖ 25. suppl. W ex B ‖ 26. παρελέξατο B ‖ 31. αὖθις B: αὐτῆς 33. ἐνεατὼς B)
331

454. νῦν δʼ ἄλλους] ὡς πρόσθεν ἀποτυχῶν τοῦ Αἰνείου εἰς τὸ [*](B=) πλῆθος τρέπεται (194), οὕτω καὶ νῦν.

*ἐπιείσομαι] ἐπιπορεύσομαι.

456. ὃ δὲ τὸν μὲν ἔασε] ἐπιτρέχει τὸν τῶν βαρβάρων θάνατον, [*](B=) ἐπὶ τῇ εὐχερείᾳ καὶ ὀξύτητι τοῦ Ἀχιλλέως ταχύνας τὸν λόγον.