Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

342. μέγα] ἀντὶ τοῦ ἀθρόως.

346. ἐφέηκα] οὐκ εἶπεν ‘ἔνυξα’ ἢ ‘οὔτασα·’ μάχεται οὖν ἡ [*](A +)Ζηνοδότειος γραφή (cf. ad v. 273).

[*](2. supplevi ex B ‖ 3. δόρατι B ‖ 11. λέξεσι B ‖ 12. supplevi ex Strab. XII 542 ‖ Ἀμειβος ἢ ἀμύμων Eust., ἀμύμων Strabo ‖ 13. δώματʼ ἔναιον Strabo Eust. ‖ 14. νεικείων pr. primitus ut A: νεικίων pr. postea ‖ 14, 15. Ῥιανὸς τὸν Cramer ex A: ῥεῖα νόστον ‖ 15. supplevi ex A ‖ 16. μουσαῖον A ‖ κεῖνος A ‖ 17. ἀτέει A: ἀτελεῖ)
327

357. τοσ〈σ〉ούσ〈δʼ〉 ἀνθρώπους] οἱ περὶ Ἀρίσταρχον ἐν παρολκῇ [*](A +) λαμβάνουσι τὸν “δε·” οὕτω καὶ ἡ παράδοσις. ὁ δὲ Ἀσκαλωνίτης περισπῶ τὸ “το〈σ〉σοῦς.ʼ

362. στιχὸς εἶμι διαμπερές] ἕως τοῦ πέρατος τῆς φάλαγγος.

[*](B +)

367. καί κεν ἐγὼν ἐπέεσσι] εἰς τὰ ἔργα κελεύει ἀφορᾶν, οὐκ [*](B+) εἰς τὰς ἐπαγγελίας.

370. κολούει] ἀτελὲς ποιεῖ, ὡς τὸ “ἐνικλᾶν, ὅτ〈τ〉ι νοήσω” [*](B+) (Il. 8. 408).

372. εἰ πυρὶ χεῖρας ἔοικε] ποικίλον τὸ διανόημα, καὶ πολὺν ἐν [*](AB=) βραχεῖ νοῦν ἔχον καὶ διὰ τῆς ἀναλήψεως ἐμφαῖνον ὑπερβολὴν τῆς ἀμφοῖν δυνάμεως, πυρὸς μὲν ὀξύτητα, σιδήρου δὲ καρτερίαν παρα- λαβόν.

376. μηκέτι πάμπαν— προμάχιζε] μὴ προμάχει, ἀλλὰ σὺν τοῖς [*](B =) ἄλλοις αὐτὸν δέχου.

ἄλλως: μηκέτι πάμπαν] ταμιεύεται ὁ ποιητὴς τὸ πρόσωπον [*](B=) Ἕκτορος εἰς τὰ τελευταῖα.

378. 〈ἠὲ βάλῃ〉 ἠὲ σχεδὸν ἄορι τύψῃ] ἀντὶ τοῦ “σχέδην” [*](A+) ἀντέθηκε δὲ αὐτῷ τὸ “βάλῃ.”

383. ἐσθλὸν Ὀτρυντείδην] ἔθος μὲν αὐτῷ ποικίλλειν ἐν ταῖς [*](B=) ἐπιδιηγήσεσι τὸν λόγον, νυνὶ δὲ καιριώτατα χρῆται τῷ τοιούτῳ εἴδει· μετὰ γὰρ τοσαύτας μάχας καὶ ἀναιρέσεις ἔδει καλλωπίσμασι χρήσασθαι ἔξωθεν διὰ τὸ προσκορές, ἅμα δὲ καὶ περὶ τοῦ συστῆσαι τὸν πρῶτον ὑπʼ Ἀχιλλέως ἀνῃρημένον, ὅτι οὐκ ἦν τῶν τυχόντων.

384. * ὃν νύμφη τέκε] ἔν τισι τῶν φαύλων ἀντιγράφων μετὰ τοῦ [*](A=) τ “τὸν νύμφη τέκε.”

385. Ὕλης ἐν πίονι δήμῳ] Ὕδη διὰ τοῦ δ ἡ τῆς Λυδίας πόλις, [*](A-B=) Ὕλη δὲ τῆς Βοιωτίας διὰ τοῦ λ· “Ὕλῃ ἔνι οἰκία ναίων (Il. 7. 221).

386. τὸν δʼ ἰθὺς μεμαῶτα] σημειοῦνται τινές, ὅτι “εἰς εὐθὺ [*](A=B-) ὁρμῶντα.ʼ

387. πᾶσα κεάσθη] “πᾶσα” ἀντὶ τοῦ ὅλη· “πάντα νέκυν [*](AB-) καταείνυον” (Il. 23. 135).

388. δούπησεν] ἐκ τοῦ παρακολουθοῦντος, ἀντὶ τοῦ ἀπέθανεν.

[*](A + B=)

390. ἐνθάδε] δεικτικῶς, ὡς “ἐνθάδε κʼ αὖθι μένων” (Od. 5. 208). [*](AB +) [*](4. lemmati supra add. sec. διὰ τῆς τάξεως ἔλθω ‖ 7. νοήσω etiam in textu ‖ 9. ποικίλον B: ἀγκύλον ‖ 10. ἐπαναλήψεως B ‖ 16. Ἔκτορος delet W ‖ 17. ἀέρι τύψει ‖ 23. πρώτως B ‖ 33. κʼ αὖθι μ. A: καθημ.)

328
§. σημειωτέον δέ, ὡς διὰ ἀκριβείας ἴσασιν ἀλλήλους, ὡς καὶ Δόλωνα 〈οἱ〉 περὶ Διομήδην (Il. 10. 447).

391. ὅθι τοι τέμενος πατρῴιον] κώμη ἐστὶ Λυδίας Ἀλαδα, ἔνθα φησὶν Ἡροδοτος (? 93). . . . βωμὸν Ἰφιτίωνος καὶ ἄγαλμα λίθινον Κολοσσικὸν ἠκρωτηριασμένον ἀρχαίῳ τύπῳ εἰργασμένον· καὶ τοὺς περὶ τὴν λίμνην καλάμους συνδονεῖσθαι εἰλειδίοις, ὥς φησιν “ὅθι τοι τέμενος πατρῳιόν ἐστιν.”

392. Ὕλλῳ ἐπʼ ἰχθυόεντι] Ὕλλος νῦν Φρύγιος καλεῖται· ἐκ- βάλλει δὲ μεταξὺ Θυατείρων καὶ Σάρδεων.

[*](B=)

ἄλλως: Ὕλλῳ ἐπʼ ἰχθυόεντι καὶ Ἕρμῳ δινήεντι] τὸ σχῆμα [*](B=)ὁμοιόπτωτον. §. ἐν βραχεῖ δὲ τό τε πλῆθος ἔδειξε τῶν ἰχθύων τοῦ τε Ἕρμου τὸ ταχὺ τῶν ῥευμάτων· καὶ γὰρ δύσπλωτός ἐστιν.

[*](B=)

394. ἐπὶ σώτροις δατέοντο] ἐναργῶς ἔδειξεν αἰκισμὸν σώματος ὑπὸ τῶν παραθεόντων τροχῶν διαιρουμένου.

[*](B=)

395. Δημολέοντα] ἐν ὀλίγοις ὅλα δεδήλωκε, τὸ ὄνομα, τὸν τρόπον, τὸν πατέρα, τὸν τόπον ἐφʼ ὃν ἡ πληγή, ὅτι ἐπὶ τὴν κεφαλὴν καὶ ὅτι διὰ τῆς κυνέης, καὶ κατὰ ποῖον μέρος τῆς κεφαλῆς, καὶ μέχρι ποῦ διῆλθεν. ὅτι “ῥῆξʼ ὀστέον (390).

[*](A=)

* Δημολεόντα] Ἀρίσταρχος· 〈τινὲς δὲ〉 “Δηιλέοντα.”

[*](AB-)