Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

288. ἔνθα κεν Αἰνείας] πάντα ἤρτηται ἕως τοῦ “εἰ μὴ ἄρʼ ὀξὺ [*](5, 15. supplevi ex B ‖ 8. suppl. 15. χρυσέῳ ‖ 17. διʼαὐτοῦ ὑ. B ‖ supplevi ex B ‖ 21. Ἀχιλλεύς prius ‖ 22. ἰθυπτίωνα A: -ονα; μελίῃ ἰθυπτίωνι coni. Hegne ‖ ἀσπίδα A: ἔπειτα ‖ νύξʼ εὔχαλκον A, νύξʼ ἐς χαλκὸν coni. Villoiso: νύξε χαλκὸν ‖ 24. τὸ ἐν B: ἐν τῷ ‖ 26. λέγει cf. B D ‖ 30. προέσεως A: προαιρέσεως ‖ 31. ἠκοντηκέναι)

325
νόησε” (291)· διορθωτέον οὖν αὐτὰ ὡς τὰ ἐν τῇ Βῆτα (261) “εἰ μὴ ἐγώ σε λαβών” καὶ τὰ ἑξῆς.

289. ἢ κόρυθʼ ἠὲ σάκος, 〈τό οἱ ἤρκεσε〉] ἢ τὸ σάκος, ἢ αὐτὸ [*](AB=) τὸ πρᾶγμα τὸ βληθῆναι τὴν κόρυθα ἢ τὸ σάκος, ἅπερ οὐκ ἤμελλε βληθέντα ὄλελθρον ἐπάξειν τῷ Ἀχιλλεῖ· ἰσχυρὰ γὰρ ἤσαν.

290. σχεδὸν ἄορι] ἀντὶ τοῦ ἐγγύς, καὶ οὐχ ὡς ἡμεῖς. §. πρὸς τὸ σχῆμα, “τὸν δὲ—τὴν ψυχὴν ἀφείλετο.ʼ

[*](A=)

291. Ποσειδάων] πῶς ἡ Ἀφροδίτη τὸν υἱὸν οὐ σῴζει; δέδιεν [*](B +) Ἀθηνᾶν.

292. αὐτίκ〈α δʼ〉 ἀθανάτοισι] ἅμα τῷ διανοήματι δεῖ νοῆσαι [*](B-) καὶ τὸν λόγον τῶν θεῶν, εἴγε καὶ τὸ ἔργον αὐτῶν τοιοῦτόν ἐστιν. “ὡς δʼ ὅταν ἀίξῃ νόος ἀνέρος” (Il. 15. 80) καὶ “τρὶς μὲν ὀρέξατʼ ἰών” (Il. 13. 20).

293. ἡ μοι ἄχος—Αἰνείαο] λείπει ἡ περί, ‘περὶ Αἰνειόυ.ʼ

[*](A+B=)

299. δῶρα θεοῖσι] καὶ ἐν Ὀδυσσεία (1. 66, 7) “ὃς περὶ μὲν νόον [*](A+) ἐστὶ βροτῶν, περὶ δʼ ἱρὰ θεοῖσιν ἀθανάτοισιν ἔδωκε·” καὶ οὐδὲ ἐκεῖσε εἶπεν ‘ἡμῖν.ʼ

304. Δαρδάνου] προϊστόρησεν ἤδη (215), τίς ὁ Δάρδανος, ἵνα μὴ νῦν ζητῶμεν.

306. ἤχθηρε Κρονίων] διὰ τὴν παράβασιν τῶν ὅρκων.

[*](B=)

307. Αἰνείαο βίη] οἳ μὲν διὰ Ῥωμαίους φασίν, ἅπερ εἰδέναι τὸν ποιητὴν ἐκ τῶν Σιβύλλης χρησμῶν, οἳ δὲ ὅτι Αἰολεῖς ἐξέβαλον τοὺς ἀπογόνους Αἰνείου· πταίουσι δὲ ὅσοι φασὶ τοῦτο εἰδυῖαν Ἀφρο- δίτην μηχανήσασθαι τὸν Τρωικὸν πόλεμον.

ἄλλως : Αἰνείαο βίη] τινὲς “Αἰνείω γενεή.”

[*](A+)

311. * δὶς περισσεύει ὁ “κέν.”

[*](A+)

313. πολεῖς ὠμόσ〈σ〉αμεν ὅρκους] καὶ γάρ φησιν “ἴστω νῦν τόδε γαῖα καὶ οὐρανὸς—καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ—σή θ᾿ ἱερὴ κεφαλὴ καὶ νωίτερον λέχος” (Il. 15. 36–9).

323. ἀσπίδος ἐξέρυσεν] ἀθετοῦσί τινες τοὺς στίχους (322–4) ὡς [*](A + B=) ἐναντίους τοῖς προκειμένοις. οὐ γάρ ἐστιν ἐν τῇ ἀσπίδι τὸ δόρυ· φησὶ γὰρ “ἣ δὲ διὰ πρὸ Πηλιὰς ἤιξε〈ν〉 μελίη” (276) καὶ “ἐγχείη δʼ ἄρʼ ὑπὲρ νώτου ἐνὶ γαίῃ ἔστη” (Il. 21. 69). ἔοικε δὲ τοιοῦτόν τι [*](6. σχεδὸν ante ἐγγὺς om. Bekker ‖ 6, 7. πρὸς τὸ σχῆμα τὸν δὲ A: καὶ σχη- μάτων δέ ‖ 10. κινῆσαι B ‖ 16. ἱερὰ ‖ 21. scil. Alexander Polyhistor, cf. Her- mae Berolinensis t. XVII 329 ‖ 25. Αἰνείω A: -αο ‖ 22. scil. Demetrius Scepsius ‖ 27. πολλεῖς ‖ 31. ἔστη coni. Bekker ‖ 32. ἢ δέ codd. Il.: ὡς )

326
σχῆμα περὶ τὴν πληγὴν γεγενῆσθαι· κατὰ μὲν γὰρ τὴν αἰχμὴν ἐ〈μ〉πεπήγει τῇ γῇ, κατὰ δὲ τὸν στύρακα τῇ ἀσπίδι· ὅθεν τῆς ἀσπίδος προσερειδομένης τῷ σώματι τὸ ξίφος ἐπισπάσασθαι μὴ δυνά- μενος ὥρμησεν ἐπὶ τὸν λίθον.

325. Αἰνείαν δʼ ἔσ〈σ〉ευεν] πολλή τις ἔμφασις Ποσειδῶνος τὸν ἥρωα τοσοῦτον διάστημα μετεωρίσαντος.

[*](A+B=)

327. ἀπὸ χειρὸς ὐρούσας] ἄμεινον μὴ ἀναστρέφειν τὴν “ἀπό,” ἵνʼ ᾖ ‘ἀπορούσας.ʼ

[*](A + B-)

329. Καύκωνες] περὶ Παφλαγονίαν φασὶν οἰκεῖν τοὺς Καύκωνας. καὶ πῶς οὐ συγκατέλεξεν αὐτοὺς ἐν τῷ Καταλόγῳ (cf. Il. 2. 855); ἢ οὖν ἐπήλυδές εἰσιν ἢ ἐν τοῖς Λέλεξι περιέχονται. τινὲς δὲ καὶ φέρουσι τὸ “Καύκωνας 〈δʼ〉 αὖτʼ ἦγε Πολυκλέος υἱὸς Ἅμειβος, οἳ περὶ Παρθένιον ποταμὸν κλυτὰ δώματα ναῖον.”

[*](A=)

331. καί μιν φωνήσας] Ζηνόδοτος “καί μιν νεικ〈ε〉ίων.” Ῥιανὸς “τὸν καὶ νεικ〈ε〉ίων προσέφη.”

[*](A + B=)

332. ἀτέοντα] ἀφροντιστοῦντα· Καλλίμαχος “Μουσέων κε〈ι〉νὸς ἀνὴρ ἀτέει” (fr. 537 Schn.).

[*](A+B=)

ἄλλως: ἀτέοντα] ἀφροντιστοῦντα, “ὃ δὲ πρῶτον μὲν ἀτίζων” (166)· ἢ φρενοβλαβοῦντα.

[*](AB =)

ἄλλως: ἀτέοντα] ὡς νοέοντα· ἔστι γὰρ τῆς πρώτης συζυγίας τῶν περισπωμένων.

[*](A=B-)

334. ὃς σεῦ ἅμα] ὀρθοτονητέον διὰ τὴν ἀντιδιαστολήν, ὡς ἐν τῷ “ὃς σεῦ ἄνευθεν ἐών” (Il. 2. 27).

[*](B=)

* φίλτερος] πολλάκις γὰρ καὶ τοῦ ἰσχυροῦ περιγίνεται ὁ θεοφιλής.

[*](B=)

335. ἀλλʼ ἀναχωρῆσαι] οὐ μόνον διασώζει, ἀλλὰ καὶ εἰς τὸ μέλλον ὑποθήκας τῆς σωτηρίας δίδωσιν.

[*](B-)

συμβλήσεαι] ἀπροοράτως συμβάλῃς· πρὸς κατάπληξιν τοῦτο· φησὶ γὰρ “Μοῖραν δʼ οὔ τινά φημι πεφυγμένον” (Il. 6. 488).