Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

396. ἐσθλὸν ἀλεξητῆρα μάχης] ἓν ἐκ τῶν τριῶν λέξεων ση- μαίνεται, ἐν πολέμῳ ἀγαθόν· δυνατὸν δὲ καὶ ἐν τῷ “ἐσθλόν” στίζειν.

[*](B=)

397. κατὰ κρόταφον] καὶ ἡ περὶ τὰς πληγὰς ποικιλία θαυμασία. ἄμφω γὰρ κατὰ τῆς κεφαλῆς τέτρωνται· ἀλλʼ ὃ μὲν πρόσω ἱέμενος κατὰ μέσην τὴν κεφαλὴν πλήσσεται, ὃ δὲ ἤδη παρατρέχων, ὡς ἔοικε, καὶ εἰς φυγὴν ὁρμώμενος διὰ τοῦ κροτάφου, ὁ δὲ τρίτος κατὰ τὸ μετάφρενον ἀπεστραμμένος τιτρώσκεται.

403. θυμὸν ἄισθε] ἀπέπνεεν.

[*](A+B-)

404. ἤρυγεν ἑλκόμενος] Νηλεύς, φασίν, ἐ. Μιλήτῳ ἱερὸν Πο- σειδῶνος Ἑλικωνίου ἱδρύσατο κατὰ μίμησιν τοῦ ἐν Ἑλίκῃ τῆς Ἀχαΐας. σύνηθες δὲ τοῖς αὐτόσε καθʼ ἕκαστον ἔτος ἐπιτελεῖν τὰς [*](2. suppl. Bekker ‖ 3. Τάλα Isigonus Paradox. ed. West. p. 191 ‖ 4. lacunam indicavi ‖ Ἰφιτίονος ‖ 6. cf. Strabo XIII 626 φασὶ δʼ ἐνταῦθα χορεύειν τοὺς καλάθους (corr. καλάμους) κατὰ τὰς ἑορτάς cf. Gaede, de Dem. Scepsio p. 40 ‖ εἰλειδίοις corruptum ‖ 7. ἦεν ‖ 8. φρύγιος Strabo: Ὀρρύγιος ‖ 13. ἐν σώτροις αἰκισμὸν B: ἀλισμὸν ‖ 14. διαιρουμένου B: -ον ‖ 19. supplevi ex A ‖ 25. διὰ B: κατὰ ‖ 28. ἤραγεν ‖ Νηλεὺς A D Eust.: Ἁπλεὺς ‖ 30. τοῖς ἐκεῖ B ‖ ἐπιτελεῖν W, ἐκτελεῖν ego conieceram: ἐγ- κυκλεῖν ut B)

329
θυσίας τῷ θεῷ σημεῖα λαμβάνουσιν ἀπὸ τῆς τῶν ταύρων ἐρυγῆς· βοώντων γὰρ τῶν ταύρων δοκοῦσιν εὐμενῆ τε εἶναι τὸν θεὸν καὶ τὴν θυσίαν ἀσπάζεσθαι.

ἄλλως: ἤρυγεν] εἰκότως ἀνερυγγάνων τὸ αἷμα καὶ ὀξέως ἀπο- [*](B-) θνήσκει· τὴν γὰρ τραχεῖαν ἀρτηρίαν διεκόπη 〈καὶ〉 τὸν στόμαχον διήρηται, ὅ ἐστι τὸν οἰσοφάγον, καὶ μέχρι τοῦ θυμοῦ φθάνει τὸ δόρυ. θυμὸς δέ ἐστιν ὑμὴν μεταξὺ τῶν κλειδῶν κείμενος πρὸς τὸ μὴ πλήττεσθαι ὑπὸ τοῦ ὀστοῦ τὴν τραχεῖαν ἀρτηρίαν.

Ἑλικώνιον] Αἰολεῖς παρὰ τὰς γενικὰς τῶν πρωτοτύπων ποιοῦσι [*](B-) κτητικοὺς τύπους, ἑτέρων ἑτερώνιος, ἄλ〈λ〉ων ἀλ〈λ〉ώνιος, ἐτυμώ- νιος, ἀνεμώνιος καὶ διὰ τὴν εὐφωνίαν ἀνεμώλιος, Ἑλικῶν Ἑλικώνιος· φησὶν οὖν τὸν ἐν Ἑλίκῃ τῆς Ἀχαίας τιμώμενον. τὰ δὲ διὰ τοῦ ιος, εἰ μὲν τὸ πρωτότυπον εἰς ος, διὰ τοῦ ησιος, Ἰθακήσιος ἀπὸ τοῦ Ἴθακος, Ὀχήσιος, βροτήσιος, ἐτήσιος, μεθοδήσιος, εἰ δὲ τρέποιτο τὸ η τοῦ πρωτοτύπου εἰς ᾱ παρὰ Δωριεῦσι, διὰ τοῦ ᾱ, Πρυμνάσιον, Κορυφάσιον. οὕτως ἔχει καὶ τὸ κοράσιον, ὃ μᾶλλόν ἐστι Μακεδονικόν.

406. ὣς ἄρα—ἐρυγόντα] πρὸς τὴν ἐπανάληψιν τοῦ “ἤρυγεν” (404) τὸ σημεῖον.

ἐρυγόντα] παροξυτονητέον τὴν μετοχήν· β´ γάρ ἐστιν ἀόριστος, [*](A +) ὡς ἐδήλωσε τὸ “ἤρυγεν ἑλκόμενος” (404).

410. πόδεσ〈σ〉ι δὲ πάντας ἐνίκα] τοὺς νόθους· ὁ γὰρ Πολίτης [*](B=) “σκοπὸς ἷζε ποδωκ〈ε〉ίῃσι πεποιθώς” (Il. 2. 792). ἐπινοεῖ δὲ ἑκάστῳ τὸ πρὸς διήγησιν ἡδύ.

411. ποδῶν ἀρετὴν ἀναφαίνων] τὸ πλεονέκτημά φησιν ἀνέπεισεν [*](B=) αὐτὸν ἀντιστῆναι Ἀχιλλεῖ ἐλπίσαντα ταχέως ἀναφεύξεσθαι.

414. νῶτα παραΐσσοντος] παρακλίνοντος τὰ νῶτα.

[*](B=)

〈παρ〉αΐσσοντα] σύντομος ὁ λόγος τοῦ πρὸς τιμωρίαν σπεύδοντος, καίτοι πρὸς Αἰνείαν πλείους ἀποτέταται λόγους.

ὅθι ζωστῆρος ὀχῆες] ἢ διʼ ὅλου κρίκοις συνέχεσθαι τὸν ζωστῆρα [*](B=) πρὸς τὸν θώρακα νοητέον, ἢ καθʼ ὑπερβατὸν ἐκδεκτέον, “ἀντικρὺ δὲ διέσχε παρʼ ὀμφαλόν, ὅθι ζωστῆρος ὀχῆες χρύσειοι σύνεχον.ʼ

415. καὶ διπλόος ἤντετο θώρηξ] ὅτι διπλοῖ οἱ θώρακες κατὰ τὸν [*](AB=) τῆς ζώσεως τόπον.

[*](1. τῷ θεῷ B: τῶν θεῶν ‖ 4. ἀνερυγγάνων sec. ut B: -ον ‖ 5. suppl. sec. ‖ 7. ὑμήν B: ἄδην ‖ 10. ἑτέρων Eust., ἑτερὼν B: ἑταίρων ‖ ἑτερῶνιος B Eust.: ἑταιρὼνιος ‖ supplevi ex Eust. ‖ 10, 11. ἐτυμώνιος Eust.: ἑτοιμώνιιος ut B ‖ 11. καὶ Eust.: ὁ ‖ ἀνεμώλιος Eust.: ἀνεμόνος ‖ 13. ἀνεμώνιος ante I. omisi ‖ 22. supplevi ex B ‖ 25. φεύξεσθαι B)
380
[*](B=)

418. προτὶ οἷ δʼ ἔλαβʼ ἔντερα χερσὶ λιασθείς] προσέλαβεν ἑαυτοῦ τὰ ἔντερα ἀποκυλισθείς.

[*](A= B-)

ἄλλως: προτὶ οἷ] περισπαστέον τὴν “οἷ·” ἔστι γὰρ πρὸς ἑαυτόν.

[*](B=)

422. ἀλλʼ ἀντίος ἦλθε] ὁ γὰρ ἔλεος ἀμελεῖν αὐτὸν τῆς ψυχῆς τε καὶ τῆς ἐντολῆς Ἀπόλλωνος ποιεῖ.

[*](B =)

424. ἀνέπαλτο] ἐδήλωσεν ὑπὸ τῆς ἡδονῆς ἑαυτοῦ μείζω γενό- μενον.

[*](B=)

425. ἐσεμάσ〈σ〉ατο θυμόν] ἥψατο τῆς ψυχῆς, ἢ ἐκηλίδωσεν.

[*](B=)

427. *ἀνὰ πτολέμοιο γεφύρας] ἐν τοῖς μεταξὺ τῶν στάσεων διαστήμασιν.

[*](B=)

434. σὺ μὲν ἐσθλός] εἰρωνεία· προείρηται “τὸν δʼ οὐ ταρβήσας”

[*](B +)

435. θεῶν ἐν γούνασι κεῖται] ἱκεσίαις ἢ λιταῖς ἢ κόλποις.

[*](A=)

436. χειρότερος] χέρ〈ε〉ιος χερ〈ε〉ιότερος, συγκοπῇ καὶ πλεο- νασμῷ χειρότερος.

437. καὶ ἐμὸν βέλος ὀξὺ πάροιθεν] “πάροιθεν” ὅτε τὸν Πάτρο- κλον ἀνῄρηκεν (Il. 16. 820).

[*](A =)

ὀξὺ πάροιθεν] συναπτέον τὸ ὀξὺ πάροιθεν·” δηλοῖ γὰρ τὸ ‘ὠξυμμένον κατὰ τὸ ἔμπροσθεν.’

[*](AB=)

439. νοιῇ] ἐπὶ τὸ “πνοιῇ” βραχὺ διασταλτέον πρὸς τὸ σαφέ- στερον.

ἄλλως: πνοιῇ Ἀχιλλῆος πάλιν ἔτραπεν] καταγέλαστα ταῦτα, ὥς φησιν Πρακλέων.

[*](B=)

440. ψύξασα] τῇ κινήσει τῆς χειρὸς 〈ἡρέμα ἐξανεμίσασα〉 “ψύχεος ἱμείρων κατελέξατο” (Od. 10. 155).

[*](A +)

ἄλλως: ψύξασα] πνεύσασα, φυσήσασα.

[*](A+B=)