Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

249. πολὺς νομός] “νομός,” ὥστε πολλὰ νεμεθῆναι καὶ ἐπι- δραμεῖν καὶ ψέξαι καὶ ἐπαινέσαι· πρῶτος γὰρ τῶν Ἀκαδημαϊκῶν οἶδε τὸν εἰς ἑκάτερα λόγον.

[*](B-)

ἄλλως: πολὺς νομός] τινὲς “νόμος·” κάλλιον δὲ ὀξύνειν, παντα- χόθεν τοῦ λόγου ἰόντος καὶ νεμομένου.

[*](B-)

250. ὁπ〈π〉οῖόν κʼ εἴπῃσθα ἔπος] καθολικὸς ὁ λόγος ἀμοιβὴν δεικνὺς φαύλων τε καὶ χρηστῶν λόγων· ὃν Ἡσίοδος ἐμέρισεν, “εἰ δὲ κακὸν εἴπεις” (Opp. 721).

[*](A+B=)

251. τίη ἔριδας] ὁ “η” τῷ μὲν “τί” ὑποτασσόμενος ὀξύνεται, τῷ δʼ “ἐπεί” περισπᾶται.

[*](9. supplevi ex A ‖ 13. Στρυμοῦς scripsi cf. schol. A ad Γ 250, Τρυμοῦς Bekker: πουμοῦς ‖ 24. πολυκωπον W: πολύκαρπον ‖ 34. ἐγκλίνεται A)
323

252. ὥς τε γυναῖκας] φησὶ γὰρ Ἀριστοτέλης (H. A. 608b 10) [*](B=) ‘γυνὴ ἀνδρὸς ἐπιφθονώτερον, μεμψιμοιρότερον, φιλολοίδορον 〈μᾶλ- λον〉, φιλοπληκτικώτερον, μᾶλλον ἀρίδακρυ.ʼ

253. αἵ τε χολωσάμεναι ἔριδος περί] περὶ ἔριδος εἰς χόλον [*](B=) ἀχθεῖσαι. τοῦτο ἐπὶ βαρβάρων γυναικῶν.

255. πόλλʼ ἔτεά τε καὶ οὐκί] “πολλά τʼ ἐόντα καὶ οὐκί” οὕτως [*](A=B-) αἱ Ἀριστάρχου, ἀντὶ τοῦ “τά τε ταῖς ἀληθεία〈ι〉ς ὄντα καὶ οὔ.ʼ τὰ δὲ εἰκαιότερα τῶν ἀντιγράφων “πόλλʼ ἐτεά τε.”

259. ἐν δινῷ σάκει] τῷ δινωτῷ· “δινωτὴν φορέεσκε, δύω κανόνεσσʼ [*](A +) ἀραρυῖαν” (Il. 13. 407)· καὶ ἔστι τὸ μὲν “δινῷ” διὰ τοῦ ῑ, τὸ δὲ “σάκει” κανὰ διαίρεσιν τρισυλλάβως, τὸ δὲ “ἔλασε” διά τοῦ ε.

*δεῖν] δινῷ” τῷ δινωτῷ.

265. ῥηίδια] δυνατά. “ἔνθ᾿ οὔ κεν ῥέα ἵππος” (Il. 12. 58)· [*](B-) εἰσὶ δὲ τρωτὰ τὰ Ἡφαιστότευκτα, ὡς δῆλον ἐξ ὧν Ἕκτωρ φέρων τὰ Ἀχιλλέως ὑπὸ Ἰδομενέως βάλλεται — “ἐν καυλῷ δʼ ἐάγη δόλιχον δόρυ” (Il. 17. 607)—καὶ αὐτὸς ὑπὸ Ἀστεροπαίου, “οὐδὲ διαπρό” δυνήσατο (Il. 21. 164) Ἄρης τε τιτρώσκεται “νείατον ἐς κενεῶνα (Il. 5. 857) καὶ Ἀρηίθοος, “ἅ οἱ πόρε χάλκεος Ἄρης” (Il. 7. 146). καὶ Διομήδης (Il. 5. 99 conl. 8. 195)· καὶ νῦν δύο γε πτύχες. φησὶν οὖν, ὅτι τρωτὰ μέν, “οὐ ῥηίδια” δέ. ἡ δὲ κνημίς (Il. 21. 594), ὡς περιφερὴς καὶ εὐόλισθος, οὐ βέβληται· οἱ δὲ τὸ “ἔλασ〈σ〉ε” (269) συνέκρουσεν, ὡς μὴ τὰς πτύχας πάσας δυνηθέντος συγκροῦσαι τοῦ πολεμίου.

266. οὐδʼ ὑποείκειν] οὐχ ὅσον τρωθῆναι, ἀλλʼ οὐδʼ ἐνδοῦναι πρὸς [*](A=) τὰ ἑξῆς ἀθετούμενα (269–72).

267. οὐδὲ τότʼ Αἰνείαο] οὐκ ἀρκεῖ τὸ “ἄτρωτα ἦν,ʼ ἀλλʼ “οὐδ᾿ Αἰνείας ἔτρωσεν αὐτά” φησιν.

269—72. ἀλλὰ δύω μὲν ἔλασ〈σ〉ε—] οὗτοι καὶ προηθετοῦντο [*](A +) παρʼ ἐνίοις τῶν σοφιστῶν, ἐν ἐνίοις δὲ ἐφέροντο.

ἔλασ〈σ〉ε διὰ πτύχας] ἔπληξε· “πολέες γὰρ ἐπʼ αὐτῷ χαλκὸν ἔλασ〈σ〉αν” (Il. 24. 421).

270. ἐπεὶ πέντε πτύχας] φησὶν ὁ Αὐτόχθων πρώτην εἶναι τὴν [*](B=) [*](1. Ἀριστοφάνης B, ὁ κωμικὸς Eust. ‖ 2. φθονερώτερον Ar. codd. ‖ sup- plevi ex Aristot. ‖ φιλοπληκτικώτερον etiam Eust.: πληκτικώτερον Ar. codd. ‖ 4. χόλον B: -ἦν ‖ 6. τε ὄντα: corr. Lehrs; π. τά τε κ. A 1 7. ταῖς A: τῆς ‖ supplevi ex A ‖ 9. δεινῷ in lemmate ‖ φορέουσα A ‖ 11. δὲ τὸ ‖ scripsi: σ ‖ 15. ἐν καυλῷ post Ἰδ. del. W ‖ 19. δύο γε W: διὰ τὸ ‖ 20. πρῶτα: corr. Bekker ‖ 22. μηδὲ πτ. coni. Beker ‖ 28. δύο ‖ 30. πολλέες )

324
χρυσῆν ὡς τιμίαν, δευτέραν δὲ τὴν χαλκῆν ὡς ἰσχυράν, μέσας τὰς δύο κασσιτερίνας συνάπτειν δυναμένας τὰς πτύχας καὶ πάλιν τὴν χαλκῆν.

[*](B=)

271. τὰς δύο χαλκείας] μέσην νομιστέον τὴν χρυσῆν· ἁπαλώ- τερος γὰρ ὢν ὁ χρυσὸς ἐκλελυμένον τὸ δόρυ μετὰ τὴν τῶν χαλκῶν βίαν εὐχερῶς ὑποδέξεται. ὅτι 〈γὰρ〉 οὐκ ἦν ἐν τῇ ἐπιφανείᾳ τῆς ἀσπίδος ὁ χρυσός, δηλοὶ διʼ ὧν φησι τεχνώμενον Ἥφαιστον τὴν ἀσπίδα τὸ μὲν τορεύειν ἐκ χαλκοῦ τὸ δὲ ἐκ κασσιτέρου, μηδέποτε δὲ ἐκ χαλκοῦ, 〈τοιούτου〉 τοῦ ἐδάφους ὑπόντος· τινὲς δέ φασι πρώτην εἶναι τὴν χαλκῆν, δευτέραν δὲ τὴν κασσιτερίνην, τρίτην τὴν χρυσῆν, τετάρτην κασσιτερίνην, πέμπτην χαλκῆν.

[*](B=)

272. τὴν δὲ μίαν χρυσῆν] ὅτι μὲν ἐν τῇ ἐπιφανείᾳ ἡ χρυσῆ, δῆλον ἐξ ὗν φησι “χρυσείη περ ἐοῦσα” (Il. 18. 549) καὶ οὐκ ἂν τὴν καλ- λιστεύουσαν ἀπέκρυψεν· τὸ δὲ “ἔσχετο” τῆς ὁρμῆς ἐπαύσατο· οὐχ ὅτι οὐκ ἔτρωσεν, ἀλλʼ ὅτι τὸ πλατὺ τῆς ἐπιδορατίδος οὐ διῆλθεν ἀλλʼ ἐνεσχέθη κατὰ τὸ μέρος τοῦτο ἐν τῷ χρυσῷ. τοῦ 〈γὰρ〉 δόρατος ἡ μὲν ἀκμὴ τιτρώσκει, τὸ δὲ πλάτος τέμνει. τὴν μὲν οὖν ἐκ τῆς ἀκμῆς νύξιν ἐδέξατο ὁ χρυσὸς καὶ διὰ τοῦτο καὶ 〈ὁ〉 ὑποκείμενος χαλκός, τὴν δὲ ἐκ τοῦ πλάτους τομὴν οὐκέτι παρεδέξατο ὁ χρυσός· οὐκοῦν ἡ πρὸς τὸ πλάτος τοῦ σιδήρου ἀντίβασις τῆς χρυσῆς ἐπέσχε τὴν διʼ ὅλου διακοπὴν τῆς ἀσπίδος.

[*](A +)

273. δεύτερος αὖτʼ Ἀχιλεύς] Ζηνόδοτος “δεύτερον αὖτʼ Ἀχι- λεὺς μελίην ἰθυπτίωνα ἀσπίδα νύξʼ εὔχχαλκον ἀμύμονος Αἰνείαο,” ὥστε ἐκ χειρὸς τετρῶσθαι ἀλλὰ μὴ βεβλῆσθαι.

[*](B=)

275. ἄντυγʼ ὑπὸ πρώτην] τὴν ἄκραν, ὡς τὸ “ἐν πρώτῳ ῥυμῷ” [*](B=)(Il. 6. 40). §. πρὸς τὸ εὐκατάκλειστον δὲ λεπτύνεται ὁ χαλκός.

[*](B=)

277. λάκε] διεκόπη, ὡς καὶ ἐν τοῖς ἱματίοις λακίδας λέγουσι τὰς διακοπάς.

[*](A +)

279. * σαφῶς παρίστησιν, ὅτι βέβληται.

[*](A+)

283. * ἄγχι πάγη] τὸ “ἄγχι” παγῆναι οὐκ ἄλλως ἐστὶν ἢ ἐκ προέσεως.

284. ἐπόρουσε] καὶ τοῦτο σημεῖόν ἐστι τοῦ ἠκοντικέναι τὸ δόρυ.

[*](A =)