Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

387, 8. ἐκ δʼ ἄρα σύριγγος—ἐσπάσατ’ ἔγχος—τὸ μὲν οὐ δύνατʼ ἄλλος Ἀχαιῶν] 〈καὶ) ἐπὶ Πατρόκλου κεῖνται (Il. 16. 141), ἵνα [*](B=)γνῶμεν διὰ τί παρέλιπεν αὐτὸ Πάτροκλος. §. “βριθ” δὲ ἐπώδυνον· τὸ γὰρ βάρος ἐπὶ δοράτων ἄχρηστον.

389. ἐπίστατο] εἰώθει· ποιεῖ γὰρ Ἀχιλλέα παρὰ Χείρωνι διδασ- κόμενον πάλλειν τὴν μελίαν.

[*](A+)

392. *Ἄλκιμος] ὁ Ἀλκιμέδων (Il. 16. 197).

393. ἀμφὶ δὲ καλὰ λέπαδνʼ ἔσαν] ‘θέσαν’ ἀντὶ τοῦ “ἔσαν” κατὰ παράληψιν τοῦ θ.

[*](B=)

λέπαδνα] τοὺς καθιεμένους κατὰ τῶν ἱππείων τραχήλων 〈περι〉στη- θίους ἱμάντας.

[*](B=)

390. 〈χειρὶ λαβὼν〉 ἀραρυῖαν] χειρὶ ἀραρυῖαν, οὐκ ἐξολισθαί- νουσαν τῆς χειρός.

[*](B=)

398. ὥς τʼ ἠλέκτωρ] περὶ τοῦ θώρακος ἔφη “φαεινότερον πυρὸς αὐγῆςŽ” (Il. 18. 610)· περὶ δὲ τοῦ σάκους “σέλας γένετʼ ἠύτε μήνης” (374)· περὶ δὲ τῆς κόρυθος “ἡ δʼ ἀστὴρ ὣς ἀπέλαμπεν” (381)· εἰκότως οὖν αὐτὸν τὸν ὡπλισμένον ἡλίῳ ἀπεικάζει.

[*](AB+)

ἠλέκτωρ] ὁ εἰς λέκτρον μὴ ἐρχόμενος· ἢ παρὰ τὸ μὴ κοιμᾶσθαι [*](4. ὁμοίωσις B ‖ ἀσπίδα B: -ος ‖ 5. κράνος B: -ους ‖ 7. ἐπὶ Suidas s. v. κτείς: ἐπεὶ 15. αὖτε A: οὗται ‖ 19. suppl. ex B ‖ 27. supplevi ex B)

307
εἰλούμενον· διὸ ἵππους αὐτῷ οὐχ ὑποζεύγνυσι, τὸν δὲ οὐρανὸν ὄχημα αὐτοῦ φησιν. ἢ μᾶλλον ὁ μὴ κοιμίζων· τὰ γὰρ εἰς τωρ κατʼ ἐνερ- γείας τάσσει, σημάντωρ κοσμήτωρ. λέγω δὲ τὸ κοιμίζω· “λέξον δή με τάχιστα” (Il. 24. 635).

Ὑπερίων] καὶ ὅτε γὰρ δοκοῦμεν αὐτὸν κάτω φέρεσθαι, κυκλοῖ [*](B=) τὴν γῆν καὶ ὑπεράνω ἡμῶν ἐστιν.

401. ἄλλως δὴ φράζεσθε] ἄλλως φράζεσθε ἢ ὡς ἐπὶ Πατρόκλῳ. [*](B-) ἔστι δὲ ὁ μὲν Αὐτομέδων θνητός, οἱ δὲ ἵπποι ἀθάνατοι· διὸ μᾶλλον ἐγκαλεῖ τοῖς σῴζειν δυναμένοις. ἢ ὅτι διὰ τῶν ἵππων καὶ τῷ ἡνιόχῳ ἐγκαλεῖ, ἢ ὅτι “τάχα κεν καὶ ἀναίτιον αἰτιόῳτο” (Il. 11. 654).

402. * ἑῶμεν] κορεσθῶμεν.

[*](A+)

403. μηδʼ ὡς Πάτροκλον] ἠθικὰ ταῦτα· εἰώθαμεν γὰρ καὶ τοῖς παρατυχοπυσιν ἐγκαλεῖν.

405. ἤμυσε] παρέκλινε τὴν κεφαλήν, ἐπιστρέφων ἑαυτὸν ὥστε [*](AB=) ἀντίος τῷ Ἀχιλλεῖ γενέσθαι, καὶ πρὸς αὐτὸν φθέγγεται.

406. ζεύγλης] ζεύγλη τὸ ὑπὸ τὸν ζυγὸν μέρος, εἰς ὃ ὁ τράχηλος [*](Β=) ἐντίθεται.

407. αὐδήεντα] λογικοῦ ζῴου φωνὴν ἔχοντα. οὐκ εὐπρεπὲς δέ, [*]() φασί, τὴν Ἥραν παραιτίαν λύπης γενέσθαι τῷ Ἀχιλλεῖ. ῥητέον δὲ ὅτι εἰς πρᾶγμα τολμηρὸν καταβαίνων ὁ ποιητὴς τὸ φωνῆς μετέ- χοντας ἵππους εἰσάγειν θεῷ περιάπτει τὴν αἰτίαν, καὶ Ἥρᾳ, ἐπεὶ φωνή ἐστιν ἀὴρ πεπληγμένος. τί δὲ ἄτοπον, ὅπου γε καὶ Θέτις προεῖπεν (Il. 18. 96) “αὐτίκα γάρ τοι ἔπειτα μεθʼ Ἕκτορα πότμος;ʼ”

ἄλλως: αὐδήεντα] εἰ θείας μετέχουσι φύσεως, τί ἄτοπον καὶ φωνεῖν; πρῶτος δὲ Ὅμηρος τοῦτο ἐποίησεν, Ἥσίοδος ἐπὶ τοῦ ἱέρακος (Opp. 203), Ἀρχίλοχος ἐπὶ τοῦ ἀετοῦ (fr. 86 B.) καὶ Αἴσωπος ὕστερον κατεχρήσα〈ν〉το.

411. νωχελία παρὰ τὸ μή δύνασ θαι κέλλειν· ὅθεν καὶ χελώνη λέγεται.

[*](Β=)

413. *ἀλλὰ θεῶν ὤριστος] ἥλιος γὰρ μείζων τῶν ἀστέρων.

[*](B=)

415. ἅμα πνοιῇ Ζεφύροιο] τοῦτο γὰρ παρὰ τοῦ πατρὸς Ζεφύρου ἔχουσιν· ἢ ὑπερβολικῶς.

416. 〈ἥν περ ἐλαφροτάτην φάσʼ ἔμμεναι·〉 ἀλλά σοι αὐτῷ] τὴν εὐλογίαν τοῦ πατρὸς ἄλλοθεν, οὐκ οἴκοθεν κομίζει· δῆλον δέ, ὡς ἀθάνατοι ὄντες τῶν ἀνθρωπίνων ἐπύθοντο λόγων.

[*](2. ἡμᾶς pro μὴ B ‖ 13. παρακαλοῦσιν: corr. W ‖ 19. φασὶ B: φησὶ ‖ 27. suppl. W ‖ 28. νωχελία pro lemmate scriptum ‖ 29. ὁ post γὰρ ut B; del. W ‖ 33. εὐλογίαν tentavi: ἁμαρτίαν ‖ 34. ἐπύθοντο scripsi: πύθονται)
308
[*](B+)

417. θεῷ τε καὶ ἀνέρι] φασὶν ὡς ἐν σχήματι Πάριδος Ἀπόλλων ἐτόξευσεν αὐτόν.

[*](A~B=)

418. Ἐρινύεσ ἔσχεθον αὐδήν] ἐπίσκοποι γάρ εἰσι τῶν παρὰ φύσιν. ἢ τὸν περὶ θανάτου λόγον ἀνεγράψαντο.

[*](B -)

423. ἄδην ἐλάσαι κακότητος] ἀθρόως κορέσαι ἢ συγκλεῖσαι. [*](B=)§. μεγαλοφυῶς δὲ οὐδὲ πλησίον τοῦ κινδύνου γενόμενος ἀποτρέπεται τῆς ὁρμῆς ὥσπερ πρὸ τοῦ θανάτου ἀνδρίσασθαι μέλλων.

424. * ἐν πρώτοις] ἀντὶ τοῦ εἰς ἥρωας τοὺς τῶν Ἀχαιῶν.