Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

2. ἀμφὶ σέ, Πηλέως υἱέ] ὅτι τῆς ὑπαιθρίου στρατιᾶς ἡγεμὼν [*](B=)ἦν. §. προσφωνεῖ δὲ ὁ ποιητὴς ἡρωικοῖς μὲν προσώποις πέντε, Ἀχιλλεῖ Μενελάῳ (Il. 4. 127) Μελανίππῳ (Il. 15. 582) Πατρόκλῳ (Il. 16. 20) Εὐμαίῳ (Od. 14. 55), θεῶν δὲ Ἀπόλλωνι· “ἀμφὶ σέ. ἤιε Φοῖβε” (152).

[*](A=B-)

μάχης ἀκόρητος] ἐὰν πληθυντικῶς γράφωμεν, ἐπὶ τέλους ἡ στιγμὴ τίθεται· ἐὰν δὲ ἑνικῶς “ἀκόρητον,” ἐπὶ Ἀχιλλέως κειμένου τοῦ ὀνόματος, ἐπὶ τὸ “ἀκόρητον” 〈βραχὺ διαστέλλεται〉.

[*](B-)

4. Θέμιστι κέλευσεν] πρὸς μὲν τὰς ψιλὰς ἀγγελίας Ἴριδι χρῆται· ὅταν δὲ μεῖζόν τι δέῃ διοικῆσαι, τὸν Ἑρμῆν ἀποστέλλει· νῦν δέ, ὡς νομιμωτάτης ἐσομένης τῆς ἀγορᾶς καὶ τέλος ἐπιθεῖναι μελλούσης τοῖς πράγμασι, πρὸς τὴν σύγκλητον τῇ Θέμιδι χρῆται, οὐχ ὡς κήρυκι ἀλλ᾿ ὅτι καὶ τὰς τῶν “ἀνδρῶν ἀγορὰς ἠμὲν λύει ἠδὲ καθίζει” (Od. 2. 69) διὰ τὸ κατὰ νόμους ἐγχειρεῖν τοῖς πρακτέοις ἢ μή· καὶ Ὧραι δὲ αὐτῆς παῖδες, ἐπεὶ τῇ δικαιοπραγίᾳ τὰ φυόμενα σῴζεται.

[*](B=)

Ζεὺς δὲ Θέμιστι κέλευσε] μεγαλοφυὴς ἡ Ἀχιλλέως ἔξοδος, ὅπου γε ἐκκλησία θεῶν διʼ αὐτὸν γίνεται καὶ θεομαχία.

[*](A +)

κρατὸς ἀπʼ Οὐλύμποιο πολυπτύχου] βέλτιον τοῖς ἄνω προσ- νέμειν.

[*](B+)

ἄλλως: κρατὸς ἀπʼ Οὐλύμποιο] ἐκεῖσε γὰρ ὁ οἶκος τοῦ Διός. [*](B-)§. “πολυπτύχου” δὲ πολλὰς ἀνακλίσεις ἔχοντος· ἢ ἰσχυροῦ, ἀπὸ [*](4. ἀνεγρ. corruptum ‖ 5. ἐλ. πολέμοιο codd. Il. ‖ 7. ὁρμήσεως B ‖ 9. addidi ‖ 10. Πηλέος B ‖ ὑπαιθρίου scripsi: ὑπαιτίου ‖ στρατιᾶς B: -είας ‖ 15. εἴπωμεν B, γρ. ‖ 16. post ἀκ. omisi ἐπὶ Ἀχιλλέως κειμένων et supplevi, cf. A B ‖ 21. σύγκλησιν ‖ 24, 25. σῳζόμενα φύεται: corr. W ‖ 31. ἀνακλίσεις etiam B Eust.: ἀποκλίσεις D)

309
τῶν πολυπτύχων ἀσπίδων· ἢ ὅτι η´ σφαίρας ἔχει ὁ οὐρανός, μίαν τῶν ἀπλανῶν, ἑπτὰ τῶν πλανήτων.

7. οὕτε τις οὖν ποταμῶν—νόσφʼ Ὠκεανοῖο] πρόγονος γὰρ θεῶν [*](A -) (Il. 14. 201, 302), ἵνα μὴ τοῖς ἀπογόνοις ἑαυτοῦ παρῇ πολεμοῦσιν. ἄλλως: οὔτε τις οὖν ποταμῶν] προοικονομεῖ Ἀχιλλεῖ ἀντίπαλον προαγαγεῖν Σκάμανδρον τὸν ποταμόν (Il. 21. 233).

νόσφʼ Ὠκεανοῖο] τὴν Γῆν παρῆκε μὴ διορισάμενος εἴτε παραγέγονεν [*](B +) εἴτε οὔ. ἀλλὰ καὶ βέλτιον περὶ αὐτῆς ὑπονοεῖν ὡς ἀπολειπομένης τοῦ συλλόγου. ἢ τάχα ὡς ὡμολογημένον αὐτὸ παρῆκεν ὁ ποιητής· ἀνάγκη γὰρ μένοντος τοῦ Ὠκεανοῦ καὶ τὴν Γῆν μένειν· περὶ γὰρ ταύτην τὸ ὕδωρ.

8. οὕτʼ ἄρα νυμφάων] τὴν γὰρ Λητῶ μίαν τῶν νυμφῶν οἴεται, ὅθεν καὶ παίζουσι μετὰ τῆς Ἀρτέμιδος αἱ νύμφαι· “γέγηθε δέ τε φρένα Λητώ” (Od. 6. 106).

9. καὶ πίσεα] πίω πίσω πῖσος, ὡς μύω μύσω μύσος· τοῖς γὰρ [*](E +) μιαιφόνοις οὐκ ἐξῆν προσφωνεῖν τινα.

11. αἰθούσῃσιν] αἱ αἴθουσαι ἐξέδραι στυλωταί εἰσιν ἢ τόποι [*](A+B-) ὑφʼ ἡλίου καταλαμπόμενοι. §. τινὲς δὲ γράφουσιν “ἐνίδρανον,” [*](A+) καθέδρας οἰηθέντες εἶναι τὰς αἰθούσας.

12. * Ἥφαιστος—ἰδυίῃσιν πραπίδεσσιν] παντοδαπὸς τεχνίτης.

13. Διὸς ἔνδον] ἐν Διός, ὡς “εἴσω ἁλὸς εὐρέα κόλπον” (Il. [*](A+) 21. 125) ἀντὶ τοῦ εἰς ἁλὸς κόλπον.

13, 14. οὐδʼ ἐνοσίχθων νηκούστησε] ἐπεὶ πρότερον ἐξελαθῆναί [*](A~B=) φησιν αὐτὸν τῆς μάχης ὑπὸ τοῦ Διός (Il. 15. 218), ὥσπερ τι παράδοξον εἰσάγει, ὅτι οὐκ ἐμνησικάκησε τῆς ὕβρεως ἀλλὰ πειθαρχῶν φαίνεται, καὶ οὐ μόνον συνῆλθεν ἀλλὰ καὶ τοῦ λόγου κατάρχει (16).

16. τίπτʼ αὖτʼ, ἀργικέραυνε] ἀξίωμα ἐμφαίνει αὐτοῦ ὡς προλαμ- [*](B=) βάνοντος τοὺς λόγους τοῦ Διός. §. τὸ δὲ “αὖτε” παραπληροῖ, ἢ [*](B=) σημαίνει τὸ πάλιν, ἵνα φαίνηται ἀπομνημονεύων ἠθικῶς τῶν πρόσθεν, ὅτε αὐτοῖς ἀπηγόρευε μάχεσθαι (Il. 8. 7).

21. * ὧν] λείπει ἀνδρῶν.

[*](B=)

μέλουσί μοι ὀλλύμενοί περ] “πατήρ” γὰρ “ἀνδρῶν τε θεῶν [*](B=) τε·” παρέλκει δὲ ὁ “πέρ.”

[*](4. παρείη Eust. ‖ 5. ποτσμῷ ‖ 9. ὡμολογημένον αὐτὸ B: -ων -ῷ ‖ 15. πεὶσος B ‖ 16. προσβλέπειν τινί B ‖ 17. στυλωταὶ A: στύλων τε ‖ 23. ἐξελοθῆναι B: ἐξελασθῆναι ‖ 27. ποραλ. B ‖ 32. μέλλουσι ut textus )
310
[*](ΑB=)

23. ἥμενος] τὸ “ἥμενος” βέλτιον τοῖς ἄνω συνάπτειν, ἵνα μὴ δύο μετοχαὶ ἀσυνδέτως κέωνται.

[*](B=)

τέρψομαι] διὰ τὸ σῴξεσθαι τὸ μοιρίδιον, ἢ ἁλισκομένης τῆς Ἰλίου. ἐπάγει γοῦν τὴν αἰτίαν, “εἰ γὰρ Ἀχιλλεὺς οἶος ἐπὶ Τρώεσσι μαχεῖται, οὐδὲ μίνυνθʼ ἕξουσι” (26, 7).

[*](B=)

25. ἀμφοτέροισι δʼ ἀρήγεθʼ] τοῖς μὲν Ἀχαιοῖς, μὴ ὑπὸ τοῦ Ἀπόλλωνος νῦν Ἀχιλλεὺς τοξευθῇ, τοῖς δὲ Τρωσί, μὴ ὑπὸ Ἀχιλλέως πάντες ἀπόλωνται. ἐκτραγῳδῶν δὲ τὰς ποιήσεις θεῶν παρατάξεις συμμίσγει αὐταῖς.

[*](B=)

26. εἰ γὰρ Ἀχιλλεὺς οἶος] δόξειεν ἂν τοὐναντίον ἢ ὁ Ζεὺς βούλεται γίνεσθαι τῶν θεῶν ἐκπεμπομένων ἐπὶ τὴν μάχην. ὃ μὲν γάρ φησιν, εἰ μὴ παραγένοιντο, οὐδὲ πρὸς ὀλίγον ἀνθέξουσιν οἱ Τρῶες μαχόμενοι τῷ Ἀχιλλεῖ, ἐκ δὲ τοῦ ἀφικνεῖσθαι αὐτοὺς μᾶλλον ἰσχυρότερος γίνεται τῷ εἶναι τοὺς Ἑλληνικοὺς θεοὺς ἰσχυ- ροτέρους τῶν Τρωικῶν· εἰ δὲ καὶ ἴσοι ἦσαν, περιττὴ 〈ὰν〉 ἦν ἡ ἐπικουρία τῶν θεῶν. ἐὰν γὰρ δύο ἀνίσοις ἴσα προστεθῇ, τὰ ὅλα ἐστὶν ἄνισα· ἡ γὰρ αὐτὴ ὑπεροχὴ τῶν ἐξ ἀρχῆς ὑπερεχόντων μένει. ἐροῦμεν δέ, ὡς οὐ διὰ τὴν μάχην τῶν θεῶν ἡ κάθοδος γέγονεν, ἀλλʼ ἵνα πρόφασις ἀπάτης Ἀχιλλεῖ γένηται 〈δἰ〉 Ἀπόλλωνος (Il. 21. 599), δυνηθῇ δὲ καὶ Σκάμανδρος παρεμποδίσαι Ἀχιλλεῖ.

28. καὶ δέ τε μιν καὶ πρόσθεν] ἔτι καὶ πρόσθεν αὐτὸν ὁρῶντες ἔτρεμον.

* καὶ δέ τε μιν] διὰ τοῦ “καὶ δέ τι μιν.”

[*](A+)

29. *αἰνῶς] δύναται τό “αἰνῶς” ἑκατέροις συντάσσεσθαι.

30. δείδω μὴ καὶ τεῖχος] τινὲς γράφουσιν ἀντὶ τοῦ “δείδω, μὴ καὶ τεῖχος” “οὐ μέντοι μοῖρʼ ἐστὶν ἔτι ζῳοῦ Ἀχιλῆος Ἰλίου ἐκπέρσαι εὐναιόμενον πτολίεθρον· πέρσει δουράτεός 〈θʼ〉 ἵππος καὶ μῆτις Ἐπειοῦ.” πῶς γὰρ ὁ εἰδὼς “μοῖράν τʼ ἀμμορίην τε” (Od. 20. 76) νῦν διστάζει:

[*](A+ B -)

ὑπὲρ μόρον] Ἀριστοφάνης καὶ οἱ πλείους ὑφʼ ἓν προηνέγκαντο τὸ “ὑπέρμορον,” ὡς ὑπέρβιον· ἀντὶ ἐπιρ〈ρ〉ήματος δὲ τοῦ ὑπερμόρως κεῖται, ὡς καὶ τὸ πληθυντικόν, “ἔνθα κεν Ἀργείοισιν ὑπέρμορα” (Il. 2. 155). δύναται μέντοι καὶ ἐνθάδε καὶ ἐν τῇ Ὀδυσσείᾳ (1. 35) “ὣς καὶ νῦν Αἴγισθος ὑπὲρ μόρον” κατὰ διάλυσιν ἀναγινώσκεσθαι.

[*](1. ἄνω A: ἄλλοις ut B ‖ 11. ὁ B: οἱ ‖ 19. suppl. ‖ 22. τοῦ ῑ A: τοῦτο ‖ 25. Ἀχιλλῆος ‖ 26. πέρσει δουράτεός θʼ Spitzner, πέρσε δὲ δουράτεος coni. Heyne, δουράτεος δʼ ἴππος πέρσει Nauck, πέρσει δουράτεος Ludwich: ἔπερσε δουράτεος)
311

33. Ἥρη μέν] Ἥρα εἰς νόμιμον γάμον ἀδικηθέντι Μενελάῳ [*](A=) βοηθεῖ, Ἀθηνᾶ δὲ τοῖς δικαίως καὶ φρονίμως μαχομένοις.

[*](B=)

34. ἠδὲ Ποσειδάων] νησιῶται γὰρ οἱ πλείους Ἑλλήνων· καὶ “εἰς Ἑλίκην τε καὶ Αἰγὰς δῶρʼ ἀνάγουσιν” (Il. 8. 203)· ἢ διὰ Λαομέδοντα.

ἐριούνης] ὁ ἐρευνητικός—λόγος γάρ ἐστιν—ἢ ὁ μέγιστα ὠφελῶν πλεονάζοντος τοῦ υ, οἱ δὲ τραγικοὶ τὸν καταχθόνιον· ἐπεὶ οὖν μετὰ [*](B-) λόγου ποιοῦνται τὴν μάχην οἱ Ἕλληνες, βοηθεῖ αὐτοῖς· ἅμα δὲ καὶ διὰ Κυ〈λ〉λήνην.

36. Ἥφαιστος δʼ ἅμα] πολέμιος Ἄρει, φίλος Ἀθηνᾷ. “Ἥφαιστος δέδαεν καὶ Παλλὰς Ἀθήνη” (Od. 6. 233), [*](B-) καὶ “μητρὶ φίλῃ ἐπίηρα φέρων” (Il. 1. 572). καὶ ὅτι τεχνικὸν τὸ Ἑλληνικόν.

βλεμεαίνων] οἷον βλεμεαίνων ὡς ὑδρηλὸς διὰ τὸ πῦρ (I. 18. 398)· ἢ ἐπεὶ τὰ ἄνω δεινός ἐστι καὶ “πέλωρ αἴητον” (ib. 410).