Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

339. μνησάμενοι τὰ ἕκαστος] ὅμοιόν ἐστι τῷ “Πάτροκλον πρό- φασιν” (302).

ἄλλως: μνησάμενοι τὰ ἕκαστος] ὅμοιόν ἐστι τῷ “οἳ δὲ ἕκαστος —σπείσαντες” (Il. 9. 656, 7).

[*](1. τοῦ B: δήπου ‖ 2. λέγειν B ‖ 5. τέρεν καὶ θολερὸν pro lemmate scriptum: discrevi ‖ 8. περιβάλλει ut B ‖ 9. αὐτῆς φ. εἴνεκ᾿ ἐμεῖο ‖ 13. φέρε Σκῦρονδε B Eust.: φέρεν οὔρωδε ‖ 14. ἔνθʼ ὅ γ´ Eust. ‖ εἰς ‖ ἵκετα Eust.: ἄκετο ‖ 15. ἐπἲ W: πρὸς Eust., ἐν ut B ‖ 16. αὐτοῦ W: ἐν αὐτῇ Eust., αὐτὸ 20. οὐκέτι W: οὐκ ἂν ‖ 22. καὶ ἐπεὶ οὕτω)
305

342. δὴ πάμπαν] ἔθος ἔχει ἀπὸ τοῦ “δῇ” ἄρχεσθαι· ἔδει γὰρ ‘πάμπαν δή.ʼ

ἀποίχεαι] κεχώρισαι. §. “ἑῆος” δὲ ἀγαθοῦ, παρὰ τὸ ἑῶ. [*](B =) ὅθεν καὶ “ἠοίη” (Hes. Scut. 1).

[*](B+)

343. μέμβλεται] συγκοπῇ καὶ πλεονασμῷ τοῦ β.

ἄλλως: μέμβλεται] διδάσκει μὴ ἀμνηστεῖν τῶν φίλων.

344. προπάροιθε] χρονικὸν καὶ τοπικόν.

347. 〈ἀμβροσίην〉 ἐρατεινήν] εὐωχίας αἰτίαν· αὕτη γὰρ ἐρατεινή· “δαιτὸς ἐπηράτου” (Il. 9. 228). §. ἄσιτον μὲν αὐτὸν ποιεῖ διὰ τὸ πάθος τοῦ φίλου, διὰ δὲ τὸ 〈ἄ〉πιστον εἰς θεοὺς ἀνάγει τὴν αἰτίαν.

350. ἅρπῃ] τῷ ἰκτίνῳ. οἳ δέ, ζῷον θαλάσσιον πολεμοῦν λάρῳ καὶ [*](A = B -) βρένθῳ (Aristot. H. A. p. 609 24). φιλεῖ δὲ τὴν τροφὴν ἣν ἂν συνάγῃ φυλάσσειν ἐπὶ τοῖς κάρφεσι, καὶ ταύτην ἐπιχορηγεῖν τοῖς νεοσσοῖς· οἰκείως οὖν εἴκασε τὴν Ἀθηνᾶν. οἳ δέ, ὅτι ἐφʼ ὕψους ἱπτάμενον εὐχερῶς ὅπου θέλει καταράσσει.

357. ταρφειαί] κυρίως ἐπὶ τῆς εὐτραφοῦς ὕλης ἡ λέξις.

*Διός] τοῦ ἀέρος.

358. αἰθρηγενέος] τοῦ γεννῶντος αἰθρίαν, τουτέστι τὸ ψῦχος. [*](B -) ἐνίοτε δὲ καὶ τὸν αἰθρίας αἴτιον· ἔστι δὲ μαχόμενον τῷ “ψυχραὶ νιφάδες᾿ (357). §. . . . αὕτη γὰρ προτέρᾳ ἐκδόσει συμφωνεῖ.

361. κραταιγύαλοι] περιφραστικῶς ἀντὶ τοῦ κραταιοί.

[*](A -)

362. γέλασ〈σ〉ε δὲ πᾶσα περὶ χθών] περιήστραψεν· ἀπὸ γὰρ [*](B=) τῶν τοιούτων περιστίλψεων διάχυσις γίνεται τοῦ περὶ γῆν ἀέρος. τινὲς δὲ τὸ “περί” ἀντὶ τοῦ περισσῶς.

365. ὀδόντων—καναχή⌋ ἔπριε τοὺς ὀδοντας, οὐχ ὡς Δόλων (Il.10.375).

366. ἐν δέ οἱ ἦτορ δῦνʼ ἄχος] μετὰ τὰς τοῦ σώματος ἐκφράσεις εἶτα καὶ τῆς ψυχῆς τὴν διάθεσιν δηλοῖ.

368. * κάμε τεύχων] ὁ τρόπος ἀντίφρασις.

374. ἀπάνευθε σέλας γένετο] πόρρω διέβη ἡ ἔκλαμψις.

ἠύτε μήνης] καλῶς οὐχ ἡλίῳ εἴκασται διὰ τὴν τῶν ὑλῶν μελανό- [*](B=) τητᾷ· ἐπιθέουσι γάρ τινες καὶ τῇ σελήνῃ μέλαιναι φαντασίαι ἐν τῷ περιλάμπειν.

[*](1. πάμπαν sec.: πάντα pr. ‖ 3. τὸν ἐῶ Et. M. s. v. ἐῆος: ἠῶ ut B ‖ 4. ἠοίη B: ἡ οἴη ‖ 10. suppl. W 12. βρένθῳ Aristot. codd.: βρέννῳ ut AA ‖ 12, 13. ἂν συνάγῃ A B: ἀνάγει ‖ 13. κάρφεσιν Eust.: γάμφεσι B, τάρφεσιν ut A ‖ ἐπιχορηγεῖν B: -εῖ ut A ‖ 15. καταράσσει Eust.: καταρράσσει ut A B ‖ 20. lacunam indicavi; dicere Didymus de v. 365-8 etiam in posteriore Aristarchi editione secundum schol. A ad v. 365 servatis videtur ‖ 25. ἐπρία ‖ 30. ὑλῶν sec. ut Eust.: ἄλλων pr. ut B )
306

* μήνης] ἔνθεν τὸ σκοτεινῶς σημαίνειν μηνύειν φαμέν.

[*](B-)

377. τοὺς δὲ—ἄελλαι] οὐκ ἐῶνται, φησίν, ὑπὸ τῶν πνοῶν πλη- σιάσαι τῇ γῇ, ὡς καὶ ἐπʼ Ὀδυσσέως (Od. 5. 435).

[*](B=)

381. ἣ δʼ ἀστὴρ ὣς ἀπέλαμπεν] πιθανὴ ἡ ὁμοιότης· ἀσπίδα μὲν σελήνῃ (374), κράνος δὲ ἀστέρι, Ἀχιλλέα δὲ ἡλίῳ παραβάλλει (398).

[*](B=)

382. ἵππουρις] καταχρηστικῶς. §. “ἔθειραι” δὲ αἱ τημελη- [*](B-)θεῖσαι τρίχες. κακῶς οὖν Καλλίμαχος “ἐπὶ κτενὸς ἔσκον ἔθειραι” (fr. 308 Sehn.).

[*](B=)

384. πειρήθη] ἁλλόμενος, ὅπως εἰδῇ πότερον ἔσφιγκται ἢ σα- λεύεται περὶ τῷ σώματι.

385. εἴ οἱ ἐφαρμόσ〈σ〉ειε] ἡ συμμετρία γὰρ αὐτὰ ποιεῖ κοῦφα, ὡς εἰ μείζονα ἦν βαρέα 〈ν〉 ὑπῆρχεν· καὶ τὰ πτερὰ δὲ πολλὴν ἁρμονίαν ἔχουσιν.

[*](B=)

ἐντρέχοι] εἰ συνάλλεσθαι τοῖς ὅπλοις δύναιτο.

[*](A =)

386. εὖτε] συστολὴ ἀπὸ τοῦ ‘ἡύτεʼ §. γράφεται “αὖτε,” ἵνα [*](A +)λείπῃ τὸ ὡς.

[*](B +)

ἄειρε δὲ ποιμένα λαῶν] τινὲς “ἐμετεώριζεν ὁ κόσμος.’

[*](A + B =)