Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

296. θείοιο Μύνητος] ποικίλως ἐμνήσθη τοῦ ἀνδρὸς κοινῇ τε καὶ 〈ε〉ιδικῇ προσηγορίᾳ, καὶ μετὰ ταῦτα θεῖον αὐτὸν καλεῖ.

[*](B -)

298. Φουριδίην] λείπει τὸ ὡς, ὡς 'Τηλεμάχῳ ἑτάρω 〈τε〉 κασιγνήτω 〈τε ἔσεσθον〉” (Od. 21. 216).

[*](B=)

ἄξειν τʼ ἐν〈ὶ〉 νηυσίν] ἐπίτασιν ἔχει ταῦτα· οὐ γὰρ μόνον ἄχρι τῆς ἐν Ἰλίῳ διατριβῆς 〈ἔλεγεν ἔχειν αὐτὴν ὅμευνον〉, ἀλλὰ καὶ ναυτικῷ στόλῳ πολυτελῶς ἀγαγὼν εἰς Φθίαν ἐκεῖ τὸν γάμον ἐπιτελέσειν· ὡς πρᾷος δὲ πολλὴν ὑπέφαινεν αὐτῇ ἐλπίδα.

[*](B=)

300. μείλιχον ἀεί] ἐπεὶ ἐδόκει τοῖς θρήνοις ὑπερεκπίπτειν ἀλλό- τριον τῷ γένει ἄνθρωπον οὕτως ὀλοφυρομένη, δαιμονίως ἄμφω ὁ [*](1. τὸ προθ. B ‖ τῆς B: τῇ ‖ 2. δὲ scripsi: γὰρ ‖ 5. με ἠγγύησαν B: ἐνεγγύησαν ‖ 8. ὅτι ante καὶ del. W ‖ Πηλέως ‖ 17. prius supplevi ex B ‖ ἐκουφίζετο ‖ 18. ἐπέσπον B: -ων ‖ 24. supplevi ex B ‖ 25. κουρίδιον ‖ 25, 26. ἑταίρῳ κασιγνήτῳ ‖ 28. supplevi ex B ‖ 29. ἐπιτελέσαι B ‖ 32. ἄνθρωπον B: ὠπῶν)

303
ποιητὴς τετήρηκε, καὶ πάθος ἐπαγόμενος διὰ τοῦ προσώπου τῆς Βρισηίδος καὶ ὑπὲρ τοῦ πιθανὸν τὸν λόγον καταστῆναι αἰτίαν θεὶς τῆς τοιαύτης εὐνοίας τὴν ἀπὸ τοῦ Πατρόκλου κηδεμονίαν πρὸς τὴν γυναῖκα.

ἄλλως: μείλιχον ἀεί] διδάσκει ἀντιποιεῖσθαι πρᾳότητος. εἴγε [*](B=) καὶ μετὰ θάνατον εὔνοιαν πορίζεται τοῖς ἔχουσιν.

302. Πάτροκλον πρόφασιν] οὐ γὰρ ἤσαν πειραθεῖσαι αὐτοῦ.

306. κελεύετε] παρακαλεῖτε· καὶ “ἐπῄνεον ὡς ἐκέλευον” (Il. 4. 380) ἀντὶ τοῦ παρεκάλουν.

ποτῆτος] ποτῆς· ἐκ τοῦ ‘ποιότης’ συγκέκοπται.

308. δύντα δʼ ἐς ἠέλιον] ἕως δύνει ὁ ἥλιος.

310. δοιὼ δʼ Ἀτρείδα μενέτην καὶ δῖος Ὀδυσσεύς] εἰκότως ὡς [*](B=) ἂν βασιλεῖς 〈καὶ〉 Ὀδυσσεύς—διαλλακτὴς γὰρ γέγονεν—ἀαλλὰ καὶ ὁ Νέστωρ διὰ τὴν ἡλικίαν καὶ ὁ Ἰδομενεὺς ὁμοίως. Φοῖνιξ δὲ οὐ μόνον διὰ τὴν ἡλικίαν, ἀλλὰ καὶ 〈ώς〉 διδάσκαλος Ἀχιλλέως. πῶς δὲ Αἴας συγγενὴς ὢν οὐ συμπάρεστιν: ὀργίζεται διὰ τὴν πρεσβείαν· βαρύμηνις γάρ. καὶ πῶς τὸν ἐπιτάφιον ἀγωνίζεται (Il. 23. 838); ἀρετῆς χάριν καὶ φιλίας Πατρόκλου.

καὶ δῖος Ὀδυσσεύς] συνεδεκτέον τὸ ‘ἔμενεν.ʼ

312. τέρποντες] πειρώμενοι τέρπειν, ἢ ἀποτρέποντες τῆς λύπης. [*](Β=) οἶδε δὲ καὶ τὸ παραμυθητικὸν μέρος τῆς φιλοσοφίας ὁ ποιητής.

313. πολέμου στόμα] τὸ τομώτατον καὶ ἀναλωτικώτατον.

[*](B=)

314. ἀνενείκατο] ἀνήνεγκεν ἐκ στέρνων τὴν φωνὴν ἀθρόαν.

[*](B =)

316. * λαρόν] ἡδὺ καὶ ἀπολαυστικόν.

[*](B-)

παρὰ δεῖπνον] ἀπὸ τῶν γινομένων ὁ θρῆνος· ἐπεὶ γὰρ ᾔτουν [*](B=) αὐτὸν φαγεῖν, ὑπομιμνήσκεται τραπέζης ἣν ὁ φίλος αὐτῷ παρετίθει πολλάκις. ἠθικὸν δὲ τὸ ὡς ζῶντι διαλέγεσθαι τῷ νεκρῷ. καὶ “λαρὸν δεῖπνον” φησὶ τὸ ὑπὸ τῶν τοῦ φιλουμένου χειρῶν παρατιθέ- μενον.

317. ὀτραλέως] ἀντὶ τοῦ ‘καὶ τοὺς ἄλλους παροξύνων.’ §. ση. [*](B+) μειωτέον δὲ ὅτι καὶ πρὸ τῆς μήνιδος παρατάξεις ἐγίνοντο.

[*](B=)

322. τοῦ πατρός] ἡ προσθήκη τοῦ ἄρθρου τὴν ἐξοχὴν παρίστησιν. [*](B =) τοῦτο δέ, ὅτι ὃ μὲν ηὔχετο πρὸ τοῦ παιδὸς ἀποθανεῖν, τῷ δὲ ὠφείλετο [*](1. ἐπαγόμενος B: ἐπεἲ (vel ἔτει) ὁ ἀγόμενος ‖ 5. μειλίχιον ‖ 11. εἰς ὀ. ‖ 13, 15. supplevi ex B ‖ 28. φίλου B ‖ 28, 29. παρατιθέμενον B: παρα- τεθεμένον ‖ 30. παροτρύνων B)

304
τὸ ζῆν, καὶ ὅτι πρόσφατον πάθος τοῦ μέλλοντος ἐπικρατεῖ. καὶ ἄλλως δὲ ἐπὶ νεότητος οὐκ ἔστι νεμεσητὸν τὸ λεγόμενον.

322, 6. οὐδʼ εἴ κεν τοῦ πατρὸς—ὐὲ τόν] σχῆμα ἀπὸ γενικῆς ἐπὶ αἰτιατικὴν τὴν μετάβασιν ἔχον.

[*](B+)

323. τέρεν] καὶ “θαλερόν·” τὰ γὰρ θάλλοντα ἁπαλὰ φύλ〈λ〉α ἔχει.

324.* ἀλλοδαπῷ] παραγωγή, οὐ σύνθεσις, ὥς φησιν Ἐπαφρόδιτος.

[*](B +)

325. ῥιγεδανῆς] στυγητῆς· τὰ γὰρ λυπηρὰ ψύχει παραβάλλει· καὶ περὶ αὑτῆς φησιν Ἑλένη “〈δῶᾶερ〉 ἐμεῖο, κυνὸς κακομηχάνου, ὀκρυοέσσης” (Il. 6. 344).

[*](B-)

326. ὃς Σκύρῳ—ἐνὶ τρέφεται] τινὲς μὲν ἐκεῖ ἐκτεθῆναι αὐτὸν ὑπὸ Θέτιδος, ὃ δὲ τὴν μικρὰν Ἰλιάδα ἀναζευγνύντα αὐτὸν ἀπὸ Τηλέφου προσορμισθῆναι ἐκεῖ· “Πηλείδην δʼ Ἀχιλῆα φέρε σκῦρόνδε θύελλα· ἔνθα γʼ ἐς ἀργαλέον λιμένʼ ἵκετο νυκτὸς ἐκείνης” (fr. 4 K.). ἔστι δὲ νῆσος ἐπὶ τῇ Εὐβοίᾳ λιμένας ἔχουσα Ἀχίλλειον καὶ Κρήσιον. ᾤκησαν δὲ αὐτοῦ καὶ Δόλοπες, μοῖρα Θεσσαλῶν. Νεο- πτίλελμος δὲ ἀπὸ τοῦ πατρὸς ὠνόμασται, ὅτι νέος ὢν ἐπολέμησεν. ἔστι δέ, ὥς τινες, ἐξ Ἰφιγενείας· φησὶ γὰρ Δοῦρις, ὅτι κλαπεῖσα εἰς Σκῦρον ἐξετέθη. οὐκ ἦσαν δὲ ἀπὸ τῆς ἁρπαγῆς Ἑλένης ἕως τῆς ἁλώσεως κ´ ἔτη· οὐκέτι γὰρ ἂν καιρὸν εἶχε γαμηθῆναι Πηνελόπη· καὶ Τηλέμαχος ἦν ἂν λ´ ἐτῶν “παῖς—νήπις, οὔτε πόνων εὖ εἰδὼς οὔτʼ ἀγοράων” (Od. 4. 817, 8), καὶ “καὶ οὔ πω χερσὶ πέποιθα ἄνδρʼ ἀπαλέξασθαι” (Od. 16. 71).

327. Νεοπτόλεμος] τὴν ἰδίαν ἀτυχίαν ὀδύρεται ὡς ἴσως αὑτὸν καὶ υἱοῦ στερήσουσαν.

335. τυτθὸν ἔτι ζώοντα] δαιμονίως ἐνέφηνε τὸν ὀλίγως ζῶντα διὰ τὴν ἀσθένειαν.

[*](A +)

ἀκάχησθαι] τινὲς περισπῶσιν ὡς Ἀττικὸν παρατατικόν.