Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

265. ὅτι σφʼ ἀλίτηται ὀμόσ〈σ〉ας] ὃς ὀμόσας 〈εἰς〉 αὐτοὺς [*](B=) ἁμάρτῃ. 9. τὸ δὲ “σμέ” ἐσθʼ ὅτε καὶ ἐπὶ ἑνικοῦ· “καὶ γάρ σφε πάρος” (Il. 11. 111).

267. πολιῆς ἁλός] λευκῆς ἢ τιμίας ἢ πολλῆς· ὡς γὰρ παρὰ τὸ [*](B-) ἔσχατος ἐσχάτη ἐσχατιά—“ἀγροῦ ἐπʼ ἐσχατιῆς Od. 5. 489)— κοπή σκοπιά—“ἔστην δʼ ἐς σκοπιήν” (Od. 10. 97)—οὕτω καὶ παρὰ τὸ πολλός πολλή τὸ διὰ πολλοῦ χρόνου ἐρχόμενον πολιά. μή〈ποτε〉 ἀπὸ τοῦ συμβεβηκότος ἐπὶ λευκῆς ἐστιν· ἀλλὰ εἴρηται μέν, ἐπ〈ε〉ὶ πολλῷ χρόνῳ ἤκει· ἀπὸ δὲ τούτου τὸ λευκή· οὕτως Ἡρωδιανὸς ἐν ἐπιμερισμῷ τῷ “οὐ 〈φυτὸν〉—οὐκ ὄγχνη, οὐ πρα- σιή τοι” (Od. 24. 246, 7).

* πολιῆς] λευκῆς ἢ πλοΐμης.

[*](B=)

λαῖτμα] λάταμα τὸ ἔκταμα, ὅ ἐστι ‘μέγα κῦμα.ʼ

[*](B+)

268. βόσιν] ὡς ποτὸν πόσις δοτὸν δόσις, οὕτω βοτὸν βόσις.

[*](B=)

ἄλλως: βόσιν ἰχθύσιν] παρὰ τὴν ἠιόνα ἄρα ἡ ἐκκλησία.

[*](B=)[*](5. στρατηγοῖς B ‖ 11. supplevi ex B ‖ 13. ἐσσεμάσατο ‖ 14. ποιή- σαντο coni. Bekker ‖ 15. schol. iteratur ἄλλως: ἀνεπιτίμαστος (corr. ἀπροτ.)] ἀνέπαφος· κοὶ “ἀπροτίμαστος Ὅμηρος” ‖ 16. ὅτις σφ᾿ B ‖ 21. δὲ σκοπιήν codd. Od. ‖ 23. suppl. W ex B ‖ 24. supplevi ex B ‖ ἥκει B: ἥκειν ‖ οὕτως W: ὁ ‖ 25. ἐπ. τώου οὐκ ‖ 28. τί post ἐστὶ omisi ut B ‖ iteratur * λάταμα τὸ στόμα (ἔκταμα corr. W, ‖ 30. τῇ ἠιόνι; cf. B)
300
[*](B =)

270. Ζεῦ πάτερ] διὰ τὸν ὅρκον πιστεύσας τῇ σωφροσύνῃ τοῦ βασιλέως ἐπὶ θεὸν ἄγει τὴν αἰτίαν τῆς μήνιδος.

[*](B -)

δίδοισθα] οἳ μὲν βαρύνουσιν ὡς Αἰολικόν—ἀπὸ τοῦ δίδοιμι δίδοις δίδοισθα ὡς τίθησθα—οἳ δὲ περισπῶσιν, ἐπέκτασιν οἰόμενοι· φησὶ γοῦν “πολλὰ διδοῖ” (Il. 9. 519).

[*](B+)

273. ἀμήχανος] τὸ “ἀμήχανος” τῷ ἑξῆς συναπτέον, ἵωα ἐπὶ τοῦ Διὸς ᾖ, πρὸς ὃν οὐδείς τι μηχανήσασθαι δύναται. οἱ δὲ “ἀμή- χανον—θάνατον.”

[*](B=)

276. * λῦτεν δʼ ἀγορήν] αὐτὸς γὰρ καὶ ἤγειρεν αὐτήν. [*](B=)αἰψηρήν] ταχέως· λαιψηρὸν δὲ τὸ ἐν χρόνῳ συντόμως γινόμενον.

[*](B ~)

* αἰψηρήν] ἐπιρρημα〈τικῶ〉.

278. δῶρα δὲ Μυρμιδόνες] δεξιῶς πάντα μεμέρισται καὶ ἐπεξερ- γασίας τετύχηκεν.

[*](B -)

279. Ἀχιλλῆος θείοιο] ἢ πρὸς σύστασιν Πατρόκλου θεῖον αὐτὸν λέγοντος (Il. 16. 798)· ἢ πειραθεῖσα διαθέσεως αὐτοῦ ἡ γυνὴ θεῖον αὐτὸν καλεῖ (297), ὡς τὸν Μύνητα (296).

[*](B=)

281. ἵππους δʼ εἰς ἀγέλην] “ἀγέλην” ἵππων φησὶ τὸ συναχθὲν πλῆθος· οὐ γὰρ ἀζεύκτων ἵππων ἀγέλην ἐπήγετο ὁ Ἀχιλλεύς.

[*](B=)

ἀγέλην] οὐ φορβάδων ἵππων ἀλλὰ πολεμιστηρίων, ὧν τοὺς ἡνιόχους ἀνεῖλεν. οὐ γὰρ δεδαμασμένους ἤδη μετὰ φορβάδων ἔβαλλον.

[*](B +)

282. Βρισηὶς δʼ ἄῤ ἔπειτα] ἐνθάδε μόνον αὐτὴν παρέλαβεν, ὡς καὶ Φοίνικα ἐν τῇ Ι· ἔστι δὲ φίλανδρος, ὡς ἀπὸ τῶν ῥηθησομένων καὶ τοῦ “ἣ δʼ ἀέκουσʼ ἅμα τοῖσι γυνὴ κίεν” (Il. 1. 348). καὶ οἱ μὲν δημογέροντες περὶ Ἑλένης φασὶν “αἰνῶς ἀθανάτῃσι” (Il. 3. 158), ὁ δὲ ποιητὴς τῇ καλλιστευούσῃ τῶν θεῶν αὐτὴν εἰκάζει. ἐπεὶ γὰρ ἐπʼ ἀλλοδαπῆς τέθνηκε Πάτροκλος, ἔνθα μὴ πάρεισι συγγενεῖς γυναῖκες, αἳ λίαν χεῖν δάκρυα φιλοῦσι, χορὸν αἰχμαλωτίδων πεποίηκε θρηνοῦντα ἐξάρχοντος ἐνδόξου προσώπου. ὁ δὲ τόπος μέσου χαρακ- τῆρος ὑπάρχων τῷ μὲν διηγηματικῷ σεμνῶς πέφρασται καὶ λίαν ἐστὶ γραφικός, τῷ δὲ μιμητικῷ συμπαθὴς καὶ γοερός· τὸ γὰρ τοιοῦτον πρόσωπον τὸ θεαῖς ἐοικός (286), ὑπὲρ οὗ Ἀχιλλεὺς πλείστοις κακοῖς ἐνέβαλε τοὺς ὁμοφύλους, οὗ χάριν ἀρνεῖται γάμον βασιλίδος (Il. 9. [*](1. τοῦ ὅρκου; cf. B ‖ 14. cf. B ad v. 297 ‖ Ἀχιλλέως ante 11. del. W ‖ 17. ἵππων scripsi: ἵππους ‖ 24. τοῦ B: τούτου ‖ 26. ταύτην B ‖ 28. μάλιστα κινεῖν B ‖ 32. ὑπὲρ scripsi: περὶ ut B)

301
388), ποῖον οὐκ ἂν οἶκτον κινήσειεν ἐλεεινὰς προϊέμενον φωνὰς καὶ πηγὰς δακρύων τά τε κάλλιστα τοῦ σώματος αἰκιζόμενον μέλη:

χρυσῇ Ἀφροδίτῃ] ἀπὸ τῆς παρʼ ἡμῖν τιμίας ὕλης τὴν ἔντιμόν [*](B=) φησιν.

283. *δεδαϊγμένον] λελωβημένον.

[*](B =)

ὀξέι χαλκῷ] παλαιὰ ἡ χρῆσις τοῦ χαλκὸν ὀνομάζειν τὸν [*](B=) σίδηρον. ἀμέλει καὶ χαλκέας λέγομεν τοὺς τὸν σίδηρον ἐργαζο- μένους.

284. ἀμφʼ αὐτῷ χυμένη] ἡ συντομία τῆς φράσεως τὸ περι- [*](B=) πάθες καὶ σπουδαῖον ἐμφαίνει τῆς γυναικός.

χυμένη] πρὸς τὸ ἁπαλὸν τοῦ γυναικείου σώματος. ἐπὶ δὲ Ἀχιλ- [*](B-) λέως “Πατρόκλῳ περικείμενον” (4) φησίν.

λίγʼ ἐκώκυε] εἰς ἡδονὴν προαγομένη τοὺς ἀκούοντας, ὡς “Θδέτις [*](B-) γόου ἵμερον ὦρσεν” (Il. 23. 14)· “μετὰ γάρ τε καὶ ἄλγεσι τέρ- πεται ἀνήρ” (Od. 15. 400).

*ἄμυσσεν] παρατατικῶς· τὸ γὰρ ‘ἄμυξεʼ τὴν τάχιστα συντέλειαν 〈ἂν〉 ἐδήλου.

285. ἁπαλὴν δειρήν] ἐπέτεινε τὸν οἶκτον ἡ ἁπαλὴ δειρὴ καὶ τὸ [*](B=) καλὸν πρόσωπον. δοκεῖ δὲ καὶ αὐτὸς συνάχθεσθαι αἰκιζομένῃ αὐτῇ, ὡς ἀνοίκειον τὰ οὕτω καλὰ μέλη ἀμύσσεσθαι.

287 Πάτροκλέ μοι δειλῇ] ἀξιοπίστως ἔχει τὰ τοῦ θρήνου· οὐ [*](B=) γὰρ τὰ ἐπʼ αὐτῷ ἀπολοφύρεται, ἀλλὰ διὰ τὸν ἐκείνου θάνατον τὰ αὐτῇ ἐπακολουθήσοντα.

288. ζῳὸν μέν σε ἔλ〈ε〉ιπον] τὸ μεταξὺ τῆς ζωῆς καὶ τοῦ θανάτου [*](B=) βράχιστον ὂν καὶ τὸ διάφορον αὐτῶν ἐξίστησι τὴν Βρισηίδα.

ζῳὸν μέν σε ἔλ〈ε〉ιπον] παρατατικαῖς ἐχρήσατο φωναῖς ὡς μόγις [*](B=) ἄκουσα πεπορευμένη καὶ πάλιν βραδέως ὑποστρέψασα διὰ τὸ μὴ ἡδέως θεάσασθαι τὸ πτῶμα Πατρόκλου· διὸ καὶ ἐπήγαγε “κακὸν ἐκ κακοῦ” (290)· τῆς γὰρ παρʼ Ἀγαμέμνονι διατριβῆς, φησί, τοῦτό μοι χεῖρον〉.

291. ἄνδρα μὲν ᾧ ἔδοσάν με] σωφροσύνης δεῖγμα ὁ παρὰ γονέων [*](B=) [*](1. προϊέμενον B: προκειμένων ‖ 2. αἰκιζόμενον B: -η ‖ 9. συντομία B: ἀντωνυμία 11. ἁπαλὸν B: παλαιὸν ‖ 13. προκαλουμένη B ‖ 14 μέγα B ‖ 16. γὰρ ἀμύσσαι ‖ 22. ἀπολοφύρεται B: ἐπολ. ‖ 23 ἐπʼ ate αὐτῃ del. W ut B ‖ ἐπακολουθήσαντα B ‖ 27. πάλιν B: τὰ μέν ‖ 29, 30. supplevi cx B quae imperita ligatoris manus in infimo marigine resecuit )

302
νυμφίος. φιλάνδρου δὲ γυναικὸς προθεῖναι τῆς τῶν ἀδελφῶν τὴν τοῦ ἀνδρὸς ἀπώλειαν· τοιαύτη δὲ καὶ Ἀνδρομάχη (Il. 6. 429). §. κατὰ δὲ Μνασέαν Βρισέως υἱὸς ἦν Ἠετίων. §. οἰκεῖον δὲ τοῖς πενθοῦσι [*](B=)καταφέρεσθαι ἐπὶ τὴν μνήμην τῶν οἰκείων κακῶν.

[*](B=)

ᾧ ἔδοσάν με] τινὲς ‘με ἠγγύησαν καὶ ἐμνήστευσαν·” παρθένος γάρ· διὸ καὶ κόρη λέγεται.

[*](B -)

πατὴρ καὶ πότνια μήτηρ] ὡς τὸ πρῶτον αἴτιον ἔχοντος τοῦ πατρὸς αὐτὸν προτίθησιν. καὶ ἐπὶ τῶν ἡμιθέων “σὲ μὲν Πηλῆος— μητρὸς δʼ ἐκ Θέτιδος” (Il. 20. 206) “υἱὸς μεγαλήτορος Ἀγχίσαο —μήτηρ δέ οἱ ἐστʼ Ἀφροδίτη” (Il. 5. 247, 8).

[*](B -)

292. εἶδον πρὸ π〈τ〉όλιος] ἐπιτείνεται τῇ ὄψει τὰ παθήματα. καὶ ὁ Σοφοκλῆς (Oed. R. 1238) “ἡ γὰρ ὄψις οὐ πάρα.”

293. μία γείνατο μήτηρ] καὶ τοὐναντίον “ἐπεὶ οὐχ ὁμογάστριος Ἕκτορος (Il. 21. 05).

[*](B=)

294. κηδείους] προσφιλεῖς, πεφροντισμένους μοι· ἢ ἀνίαν μοι [*](B=)παρασχόντας. §. ἀπαραμύθητον δὲ τὸ ἅμα πάντας ἀποθανεῖν· εἰ γὰρ καθεῖς ἦν, τῇ ἐλπίδι τῶν περιλ〈ε〉ιπομένων ἐκουφίζετʼ 〈ἄν〉 τὸ [*](B=)πένθος. §. τὸ δὲ “ἐπέσπον” τὸ πρόθυμον τῶν ὑπερμαχούντων δηλοῖ τῆς πατρίδος· οὐ γάρ φησιν, ὅτι ἐπῆλθεν αὐτοῖς θάνατος, ἀλλʼ αὐτοὶ πρός τὸν θάνατον ηὐτομόλησαν.

[*](B=)

295. ἄνδρʼ ἐμόν] ἔμφασιν φιλανδρίας ἔχει τὸ δεύτερον μνησθῆναι τοῦ ἀνδρός.

[*](B=)