Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum, Scholia in Iliadem, Scholia Graeca in Homeri Iliadem, Dindorf, Oxford, 1875

228. κατθάπτειν] ἀντὶ τοῦ καίειν. καὶ ἡ Πατρόκλου ψυχὴ ὅτε [*](B-) φησὶ “θάπτε με ὅτ〈τ〉ι τάχιστα” (Il. 23. 71), ἀντὶ τοῦ καῖέ με· καὶ “φιτροὺς δʼ αἶψα ταμόντες—θάπτομεν ἀχνύμενοι” (Od. 12. 11). οὐ πάντα δὲ λέγει νεκρόν, ἀλλὰ τοὺς ἐν πολέμῳ.

229. ἤματι] τῇ ἡμέρᾳ τῆς ταφῆς. ταῦτα δὲ πρὸς παραμυθίαν [*](Β=) [*](3. εἰς B: ἧς ‖ 4. περ B: γε ‖ 7. ἀλλά τινες B ‖ 9. supplevi ex B ἐπεὶ παρʼ Ὁ. B: πόρ᾿ Ὁ. ἐπεὶ ‖ 10. ἐκείνων B ‖ 19. καρπὸς etiam B Athous: θερισμὸς Hesych. s. v. ‖ 25. ἐπήτριμμοι ‖ 27. ψυχὴ B: φησὶν ‖ 28. supplevi ex B ‖ 30. iteratur * ‖ δὲ om. schol. alt. ‖ νεκρὸν λέγει schol. alt. ‖ τὸν ἐν schol. alt.)

298
[*](B=) τὴν ἐπὶ Πατρόκλῳ φησίν. §. βραχὺ δὲ διασταλτέον ἐπὶ τὸ “ἔχοντας.”

[*](B=)

231. μεμνῆσθαι πόσιος] τοσοῦτον εἰς ἀρετὴν ὁ ποιητὴς ὁρᾷ, ὅτι καὶ τὴν ἀναγκαίαν τροφὴν ταύτης ἕνεκα δεῖν προσφέρεσθαί φησιν.

[*](B=)

233, 4. μηδέ τις ἄλλην λαῶν ὀτρυντύν] μή τις τῶν λαῶν τὴν ἐξ ἑτέρου ὀτρυντὺν ἐκδεχέσθω, ἀλλʼ αὐτοκέλευστος ἐξίτω. ἔστι δὲ ἡ λέξις Ἀντιμάχειος· καὶ ἐρατοσθένης χαίρει ταῖς τοιαύταις ἐκφοραῖς· “πολλὴ ἀντιμαχητύς” (fr. 36 H.)

[*](B-)

235. κακὸν ἔσσεται] “κακόν” ἐκείνῳ τῷ περιμένοντι. ποῖον κακόν; “οὔ οἱ ἔπειτα ἄρκιον ἐσ〈σ〉εῖται φυγέειν κύνας” (Il. 2. 392, 3).

[*](B=)

238. ὀπάσσατο] διὰ φωνῆς ἐπέκρινε, παρὰ τὴν ὄπα· ἢ ὀπαδοὺς ἔλαβεν. ἢ δἰ ὀφθαλμῶν ἐπελέξατο, παρὰ τοὺς ὦπας.

240. Λυκομήδεα] Κρὴς ὁ Λυκομήδης, ὥς φησιν Ἡσίοδος (fr. 109 M.) καταλέγων τοὺς μνηστῆρας Ἑλένης.

[*](B=)

245. ἀμύμονα] κρεῖσσον τῶν ἔργων ἐστὶ τὸ ἐπίθετον.

246. ἑπτ᾿ 〈,ἀτὰρ ὀγδοάτην〉] Ζηνόδοτος “ἔξ, ἀτὰρ ἑβδομάτην.” τοῦ ποιητοῦ λέγοντος “δώσω δʼ ἑπτὰ γυναῖκας—Λεσβίδας” (Il. 9. 128)· ἡ δὲ Βρισηὶς Λυρνησὶς ἦν.

250. θεῷ ἐναλίγκιος] ἢ τῷ Ἑρμῇ—οὗτος γὰρ θεὸς κηρύκων—= ἢ ἀκαταπόνητος τὴν φωνήν.

[*](B=)

252. χείρεσσι μάχαιραν] τῇ μὲν γὰρ λαιᾷ ἀντελάβετο τοῦ κουλεοῦ, τῇ δὲ δεξιᾷ τῆς λαβῆς.

[*](B =)

μάχαιραν] τὴν παραξιφίδα φησὶν ἢν νῦν ζωνομάχαιραν κα- λοῦμεν.

253. ἄωρτο] ἄωρτο, ἐώργει, εἴωθα. πλεονάζει τὸ ω.

[*](B=)

254. ἀπὸ τρίχας] ἀπήρχοντο τῶν τριχῶν θεοῖς, ὅτι κοσμοῦσιν ἡμᾶς αἱ τρίχες, ἢ ὅτι ἐσθῆτος εὑρημένης οὐκέτι τετριχωμένοις ἐχρῶντο δέρμασιν.

255. ἐπʼ αὐτόφιν εἴατο] τὸ ἐξῆς ἐφείατο αὐτοῦ· ἢ ἐπʼ αὐτοῖς, τῷ τε Ἀγαμέμνονι καὶ Ταλθυβίῳ.

[*](B=)

257. εὐξάμενος] “εὐχόμενος·” οὐ γὰρ εὔξατο ἤδη.

[*](1. Πατρόκλῳ B: -ου ‖ εἰς τὸ B ‖ 5. τινʼ ἄλλων in lemmate ‖ 8. ἀντι- μοχιστύς B, -ηστύς coni. Bernhardy ‖ 12. ἐπεσπάσατο π. B ‖ 13. ἐπελέξατο W: προσελάβετο B, ἐπεδείξατο ‖ 17. αὐτὰρ ‖ 23. κουλεοῦ B: κωλεοῦ ‖ 24. παραξιφίδα Cobet: περιξιφίδα ut B ‖ ζωνομάχαιραν B: ζώνην ‖ 26. ἔωρτο alt. ‖ 30. ἐπʼ αὐτοῖς scripsi: ἀπʼ αὐτοῦ)
299

258. ἴστω] μαρτυρείτω, ὅθεν καὶ ἴστωρ ὁ μάρτυς. “ἴστορα δʼ [*]() Ἀτρείδην” (Il. 23. 486).

ἄλλως: ἴστω νῦν] φοβεραὶ αἱ ἀραὶ ζῶντι μὲν κινδύνους ἐπάγουσαι [*](B=) ἐκ Διὸς καὶ Ἠλίου, τεθνεῶτι δὲ κολασμὸν ἐξ Ἐρινύων. §. δείκνυσι [*](B=) δὲ ὅτι δεινὸν στρατηγῷ ἀκολασίας ψόγος.

259. αἵ θʼ ὑπὸ γαῖαν] τινὲς “ οἵ τε,” ἐπὶ Πλούτωνος καὶ Περσε- φόνης.

261. μὴ μὲν ἐγώ] ὡς τὸ “μὴ διʼ ἐμὴν ἰότητα” (Il. 15. 41)· “μὴ μὲν τοῖς ἵπποισιν ἀνήρ” (Il. 10. 330).

262. οὔτʼ εὐνῆς πρόφασιν] οὔτε κοίτης χάριν, τουτέστι τοῦ [*](B=) στρῶσαι, ὑπερβολικῶς· οὐ γὰρ περὶ μίξεως 〈λέγει〉.

263. ἀπροτίμαστος] ἀνέπαφος· μάσασθαι γὰρ τὸ ἐφάψασθαι· [*](B-) “μάλιστʼ ἐσεμάσ〈σ〉ατο θυμόν” (Il. 20. 425)· καὶ Εὐφορίων “Μοῦσαι ἐποιήσαντο καὶ ἀπροτίμαστος Ὅμηρος” (tr. 62 M.). οὗ δυσχερὲς ἐφικέσθαι τῆς δυνάμεως.