Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

190. ὄφρα κε] ἀνταπέδωκε τῷ “τέως” (189) τὸ “ὄφρα.”

193. * κούρητας] νέους ἔτι κομῶντας.

[*](1. ἑαυτοῦ B: αὐτοῦ ‖ 2. suppl. ‖ 3. supplevi ex B || 9. τοῦ λόγου B: τῶν λόγων ‖ supplevi ex B ‖ 10. τῷ B: ὀίῳ ‖ 13. ὄρκων W: ὅπλων ‖ 23, 24. τοῦ δικαίου B ‖ 26. ὅτε τις scripsi: ὅτι πᾶς ‖ 27. ἄρξῃ B: ἄρξει)
296

196. ἐνεικέμεν] “ἐνεικέμεν” τὰ οἰστέα. “ἀγέμεν” (195) δὲ 〈τὰς〉 γυναῖκας.

ἄλλως: ἐνεικέμεν] ὡς λαβέμεν· παρὰ τὴν ἐνείκων μετοχὴν καὶ ῥῆμα τὸ ἐνείκω.

[*](B =)

197. κάπρον] περὶ ἀφροδισίων ὀμνὺς κάπρον θύει, ἢ ὡς μὴ ἐγνωσμένου τοῖς Ἕλλησι τοῦ περὶ Ἀδώνιδος μύθου, ἢ ὅτι περὶ τοῦ μὴ συγγεγονέναι ὄμνυσι, θύει τὸ ἐναντίον. πρὸς δὲ τὰ ὅρκια τρισὶν ἐχρῶντο Ἀττικοί, κάπρῳ κριῷ ταύρῳ.

[*](B=)

ταμέειν] λείπει τὸ ὥστε. τῶν δὲ ὁρκίων ἐτέμνοντο τοὺς λαιμούς· ὅθεν καὶ ὁρκιοτομεῖν ἔλεγον.

[*](B=)

201. * '“μετά” μετὰ ταῦτα.

[*](B=)

202. * μένος—ᾖσιν] ὀργὴ κατὰ τῶν πολεμίων ὑπάρχῃ.

[*](B=)

203. οἳ μὲν κέαται] ἵνα μὴ δοκῇ διὰ Πάτροκλον μόνον πολεμεῖν. κοινοποιεῖ τὸν λόγον.

[*](B=)

205. * ὀτρύνετον] πρὸς Ὀδυσσέα καὶ Ἀγαμέμνονα.

[*](B=)

207. νήστιας ἀκμήνους] νῆστις μὲν ὁ οὐ πάντως λιμώσσων, ἄκμηνος δὲ ὁ εἰς ἀκμὴν ἥκων τοῦ πεινῆν.

[*](B +)

208. μετὰ δόρπον] “μέγα” τὸ μετὰ εὐφροσύνης. οἳ δὲ γρά- φουσι “μετά” ἀντὶ τοῦ μετὰ τὸ νικῆσαι.ʼ

[*](B+)

* τισαίμεθα] ἐκπράξαιμεν.

[*](B =)

209. οὔ πως ἂν ἔμοι γε] εἰ καὶ ὑμῖν, ἀλλʼ οὐκ ἐμοί. κατὰ λαιμὸν ἰείη] ψιλῶς· καὶ παράκειται τὸ ἰέναι ἀπαρέμφατον.

212. κεῖται ἀνὰ πρόθυρον] τὸ μέγεθος ἐνέφηνε τοῦ Πατρόκλου, ὡς “κεῖτ᾿ ἔντοσθʼ ἄντροιο” (Od. 9. 298).

[*](B=)

ἀνὰ πρόθυρον τετραμμένος] πρὸς τὴν θύραν ὁρῶν, ὡς ἔθους ὄντος τούτου. προὐτίθεσαν δὲ αὐτούς, εἶτα ἔθαπτον, εἶτα ἐτυμβοχόουν, εἶτα ἐκτέριζον.

[*](B=)

216. ὦ Ἀχιλεῦ] ἤρξατο μέν, ὡς ἄν τις μάλιστα θεραπεύσειε νέον φιλότιμον, προεπαινέσας δὲ ἀνεπιφθόνως ἑαυτῷ ἀποδίδωσι τὰ τῆς φρονήσεως, διὰ γῆρας τοῦτο φάσκων ἔχειν, εἴξειεν 〈ἄν〉 νεώτερος ἐλπίδι τοῦ ἔσεσθαι συνετώτερος γεγηρακώς.

[*](B-)

218. νοήματί γε προβαλοίμην] διαβόητος ἡ διαστολὴ καὶ ἀναφέ- ρεται εἰς Ἀριστοκλέα· ἀπρεπὲς γὰρ δοκεῖ 〈αὐτῷ〉 τὸ “πολλόν” [*](2. suppl. ‖ 7. θύων B, υύειν ‖ 12. ὑπάρχῃ B D: -ει 17. πεινῆν sec. ut B: πίνειν pr. ‖ 18. μέγα τὸ scripsi: μετὰ τὸ ut B ‖ 30. ᾧ εἴξειεν 〈ἄν〉 scripsi: ὁ ἔξει γε ‖ 30, 31. ᾧ εἶξε γενναιότερος B ‖ 33. supplevi ex B )

297
(219) συνάπτειν τοῖς ἡγουμένοις. ἐμοὶ μέντοι οὐδεμίαν ἀπρέπειαν ἐμφαίνειν δοκεῖ· τὴν γὰρ ἐναντίαν ἀρετὴν ἀπένειμεν Ὀδυσσεὺς Ἀχιλ- λεῖ. ὡς γὰρ τῷ “κρείσσων εἶς ἐμέθεν καὶ φέρτερος” (217) πρόσ- κειται τὸ “οὐκ ὀλίγον περ,” οὕτω κἀνθάδε τὸ “πολλόν.” βέλτιον οὖν τοῖς ἄλλοις συνάπτειν αὐτό, ἵνʼ ᾖ ὅμοιον τῷ “ἀλλʼ ὃ μὲν ἂρ μύθοισιν, ὃ δʼ ἔγχει πολλὸν ἐνίκα” (Il. 18. 252)· ἀπὸ κοινοῦ γὰρ τὸ “πολλόν.” ἄλλοι τινες “πολλὸν ἐπεὶ πρότερος 〈γενόμην〉,” ἀντὶ τοῦ “ἐπειδὴ πολὺ πρότερος ἐγενόμην,ʼ ἵνα μὴ παροξύνηται Ἀχιλλεύς. ἀλλʼ ἀεὶ ἄρχει 〈τὸ〉 “ἐπεὶ” παρʼ Ὁμήρῳ καὶ τὸ “πολλόν” ὑποτάσ- σεται αὐτῷ· “ἐπεὶ πολλὸν κείνων ἐπιδεύεαι ἀνδρῶν” (Il. 5. 636)· “ἐπειὴ μάλα πολλὰ μεταξύ” (Il. 1. 156).

219. πλείονα οἶδα] καὶ αὐτός φησιν “ἀγορῇ δέ τʼ ἀμείνονές εἰσι καὶ ἄλλοι” (Il. 18. 106).

220. μύθοισιν ἐμοῖσιν] τοῖς ἀπὸ τῶν λόγων προστασσομένοις [*](B=) ἔργοις.

221. αἶψά τε φυλόπιδος] ὁ τρόπος μικτὴ ἀλληγορία· εἰ γὰρ [*](B=) εἶπε ‘ταμίης καρποῖο τέτυκται’ (224), τελεία 〈ἂν〉 ἦν ἀλληγορία. ἄμητος δέ ἐστιν ὁ καιρὸς τοῦ ἀμᾶν, βαρυτόνως, ὡς καὶ παρʼ Ἡσιόδῳ “ἄρχεσθʼ ἀμήτοιο” (Opp. 382)· ὀξύνεται δὲ αὐτὸς ὁ καρπός.

ὁ δὲ νοῦς, τροπῆς γενομένης ὀλίγον χρόνον διώξαντες πολλὰ κατα- βαλοῦμεν τῶν πολεμίων σώματα.

222. *καλάμην] τοὺς νεκρούς.

[*](B=)

223. ἐπὴν κλίνῃσι τάλαντα] ὅταν κλῖμα γένηται τῆς μάχης, [*](B -) ἐν ὀλίγῳ χρόνῳ πολλοὶ πεσοῦνται.

226. ἐπήτριμοι] ἀπὸ τῶν ἐς τοῖς ὕφεσιν ἐπαλλήλων στημόνων, [*](B=) ἃ ἤτρια καλεῖται καὶ ἕτερα ἐφʼ ἑτέροις ἐστίν.