Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum, Scholia in Iliadem, Scholia Graeca in Homeri Iliadem, Dindorf, Oxford, 1875

151. ὥς κε τις αὖτʼ Ἀχιλῆα] ὅπως ἂν ἐμέ, ὡς τὸ “Ζῆνʼ, ὕπατον [*](B-) μήστωρα” (Il. B. 22)· ἠθικῶς δὲ ἑαυτὸν ὀνομάζει· ἐμέ, φησίν, Ἀχιλλέα, ὃν οὐ προσεδόκων οἱ Τρῶες φανήσεσθαι.

152. ὀλέκοντα φάλαγγας] ὑποστικτέον εἰς τὸ “φάλαγγας.” [*](B =) §. ὁ δὲ λόγος, ὡς ἂν θεάσηται Ἀχιλλέα μαχόμενον, οὕτω καὶ αὐτὸς μαχέσθω.

153. ὧδέ τις ὑμείων] οὕτω δέ τις ὑμῶν μαχέσθω, ὡς ἂν [*](B=) ἐμὲ ἴδοι Τρώων ὀλέκοντα φάλαγγας, μεμνημένος τοῦ μιμεῖσθαί με.

154. προσέφη πολύμητις Ὀδυσσεύς] Νέστωρ σιωπᾷ· ὕποπτος [*](B=) γάρ ἐστι τῷ Ἀχιλλεῖ διὰ τὸν θάνατον Πατρόκλου.

156. νήστιας ὄτρυνε] οὐ διʼ ἑαυτόν· συμπάρεστι γοῦν αὐτῷ [*](B=) ἀσιτῶν. ἐπαίρει δὲ Ἀχιλλέα προτάσσων τὸν ἔπαινον (155). καὶ ὃ μὲν [*](10. εἰ δὲ B ‖ 13. παράσχε ut B ‖ 16. πολεμεῖν B: πολεμοίη ‖ 17. κλυτεπεύειν posterius B ‖ 21. καί τις αὐτʼ Ἀχιλλῆα ‖ 25. ὃς ἂν ‖ 26. μα- χέσθω Athous: θεάσθω ‖ 27. ὦδε δέ τις ‖ 28. εῦν post μεμν del. W at B ‖ 32. ὤτρυνεν)

294
ὡς ὀργιζόμενος οὐ συνορᾶ, ὃ δὲ καθεστηκὼς σκοπεῖ τὸ εὖ ἔχον. ἔστι δὲ παρρησιαστικὸς καὶ φίλος αὐτῷ.

[*](B=)

157. ἐπεὶ οὐκ ὀλίγον χρόνον ἔσται φύλοπις] ἐπαγωγῶς συμβου- λεύει τῇ προθυμίᾳ τοῦ σπεύδοντος, καὶ ὃν νῦν δοκεῖ καταργεῖν χρόνον ὕστερον ἀπολήψεσθαι φάσκει αὐτὸν ἐν τῇ παρατάσει τῆς μάχης.

161. μένος ἐστὶ καὶ ἀλκή] “μένος” ὑπομονή, “ἀλκή” ἀλέξησις.

[*](B=)

163. ἄκμηνος 〈σίτοιο〉] ἄγευστος, παρὰ τὴν ἀκμήν· οὕτω δὲ τὴν ἀσιτίαν Αἰολεῖς λέγουσιν. τινὲς δὲ ‘μὴ καμών ἐν παρασκευῇ ἀρίστου.’ οἳ δὲ ἀκμάζων ἐν ἀσιτίᾳ.ʼ ἢ ὁ χωρὶς ἰκμάδος, ὁ ξηρός.

[*](B-)

165. λάθρῃ γυῖα βαρύνεται] ἀντὶ τοῦ ‘κατʼ ὀλίγον ἐπέρχεται ὁ κάματος.

γυῖα βαρύνεται] ἔνια τῶν ὀνομάτων ἀναμίλλητά ἐστι τῷ ποιητῇ καὶ τὴν σημασίαν ἐναργεστάτην ἔχοντα, ὡς κἀνθάδε βαρύνεσθαί φησι τὰ γυῖα.

[*](B =)

166. *δίψα] Ἴωνες· Ἀττικοὶ δίψος λέγουσιν.

[*](B=)

167. οἴνοιο κορεσσάμενος] καὶ ὁ Πλάτων ἐν τοῖς Νόμοις (l c. 15 p. 649b) φησὶ πιόντα τὸν ἄνθρωπον ἱλεώτερον ἢ πρότερον γίνεσθαι ἀγαθῶν τε ἐλπίδων καὶ δυνάμεως πληροῦσθαι παρρησίας τε με- στοῦσθαι καὶ ἐλευθερίας, πάσης δὲ ἀφοβίας, ὡς πρᾶξαι ἀόκνως. καὶ Λακεδαιμόνιοι δὲ τὸν ἄκρατον πίνοντες ὁπλίζονται.

[*](B=)

170. πρὶν πάντας ἐρωῆσαι] πρὶν παύσασθαι τῆς μάχης [*](B=)ἅπαντας. §. οἳ δὲ παροξύνουσι τὸ “ἐρωῆσαι” ἀντὶ τοῦ ἐρωήσειεν.

[*](B=)

171. λαὸν—σκέδασον] πάλιν ἠθικῶς ἐπʼ ἐκείνῳ τὴν ἐξουσίαν κατα- λείπει τοῦ κελεῦσαι, ὡς ἂν μὴ δοκῇ ἐξ ἐπιτάγματος τούτου συγ- χωρεῖν, ἀλλʼ ἑκουσίως πεισθεὶς ὁ Ἀχιλλεύς.

[*](B=)

ἄνωχθι] καὶ τοῦτο εὐπρεπῶς· οὐ γὰρ ἀντιλέγει καθάπαξ ἀλλὰ τατοῦ συμβούλου πράττει, τὴν μὲν ἐξουσίαν τοῦ παντὸς ἀπονέμων Ἀχιλλεῖ, παρακαλῶν δὲ 〈δείπνου〉 ἐπιμεληθῆναι τοῖς στρατιώταις ἐπιτρέψαι.

[*](B=)

172. ὅπλεσθαι] ἐκ τοῦ ὁπλέεσθαι συγκέκοπται· φησὶ γὰρ “ὅπλεον” (Od. 6. 73) ἀντὶ τοῦ ἡτοίμαζον.

[*](B=)

τὰ δὲ δῶρα—οίσέτω] εἰκότως περὶ τῶν δώρων ὑφηγεῖται, τὸ κεκρυμ- μένον ὑπʼ ἀμφοτέρων σαφηνίσαι βουλόμενος· αὐτὸς γὰρ πρεσβευ- [*](5. φάσκει B: -ειν ‖ 8. καμὼν ἐν παρασκευῆ Eust.: παραβαλὼν ἐν ἀκμῇ ut B ‖ 15. καὶ ante A. del. W ut B ‖ 18, 19. μεστοῦται 19. δὲ Platonis codd.: καὶ B, τε ἡ ὥστε Platonis codd.] 24. δοκοίη B ‖ τούτου B; τοῦ ‖ 26. τοῦτο εὐπρεπῶς B: οὕτως ἀπρεπῶς ‖ 30. πλέον B )

295
σάμενος σπεύδει διʼ ἑαυτοῦ ἀποδοθῆναι αὐτά. ἢ καὶ εἰδὼς αὐτὸν φιλοῦντα Βρισηίδα διὰ προφάσεως αὐτὴν 〈ἀν〉άγει.

174. σὺ δὲ φρεσὶ σῆσιν ἰανθῇς] γενναίως 〈χρῆται〉 τῷ διανοή- [*](B=) ματι· οὐ γὰρ ἔφη, ὡς ἂν πλουσιώτερος γένῃ, ἀλλὰ τὸ τῆς τιμῆς προβάλλεται. §. τὸ δὲ “ἰανθῇς” διὰ τὴν τιμήν. τούτῳ τῷ διανοή- [*](B +) ματι ἁρμόττει καὶ τὸ “ἵνα πάντες Ἀχαιοὶ ὀφθαλμοῖσιν ἴδωσιν.” ἡδὺ γὰρ τὸ ἐπὶ πολλῶν φαίνεσθαι τιμώμενον.

175. ὀμνυέτω δέ τοι ὅρκον] καὶ τὸ τὸν Ἀγαμέμνονα ἀρχόμενον [*](B=) τοῦ λόγου τοῦτο προσθεῖναι μειρακιῶδες ἂν ἐφάνη, καὶ 〈τὸ〉 τὸν Ἀχιλλέα τοῦτο ἀπαιτεῖν ἀναίσχυντον καὶ τῷ καιρῷ οὐχ ἁρμόττον κειμένου Πατρόκλου περὶ τῆς παλλακίδος ἀκριβολογεῖσθαι. ἄκρως οὖν ὁ διαλλακτὴς τὸ παρ᾿ ἀμφοτέρων σιωπηθὲν ἐξελέγχει, καὶ διὰ τῶν ὅρκων πεῖσαι τὸν Ἀχιλλέα σπουδάζων· μέμνηται γὰρ ὧν πρὸς τὴν πρεσβείανἔλεγεν Ἀχιλλεὺς “τῇ παριαύων τερπέσθω” (Il. 9. 330, 7). ὅτι δὲ καὶ Ἀγαμέμνων ἑτοίμως εἶχεν ὀμόσαι, δῆλον ἐξ ὧν ὑπισχνεῖται τοὺς πρέσβεις ἐκπέμπων “μετὰ δʼ ἔσσεται ἥν ποτʼ ἀπηύρων κούρην Βρισῆος, καὶ ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι μήποτε τῆς εὐνῆς ἐπιβήμεναι” (ib. 131, 2). καλῶς οὖν συνιστὰς αὐτοῦ τὴν σωφροσύνην ἐπὶ τοῦ στρατοῦ φησιν “ὀμνυέτω δέ τοι ὅρκον.” ὅθεν καὶ ὁ βασιλεύς φησι “χαίρω σεῦ, Λαερτιάδη, τὸν μῦθον ἀκούσας” (185).

179. δαιτὶ—πιείρῃ] πρὸς τὸ μὴ ἄσιτον αὐτὸν ἐξελθεῖν. σεμνοποιεῖ [*](B=) δὲ τὴν τροφήν, βασιλικὴν ἑστίασιν αὐτὴν καλῶν.

180. ἵνα μή τι δίκης] τοῦ δικαίου· ἵνα μηδὲν ἐνδέῃ σοι τῶν [*](B=) δικαίων. τὰ δῶρα (172) διὰ τὴν ἄμυναν, ὅρκον (175) διὰ τὴν ἐρω- μένην, ἑστίασιν (179) διὰ τὴν ὕβριν.

183. “ὅτε τις·” ἀπὸ κοινοῦ βασιλεύς.

χαλεπήνῃ] χαλεπότητος καὶ ἀδικίας ἄρξῃ· θαρρούντως ταῦτά [*](B=) φησιν Ὀδυσσεύς, ὅτι πολλάκις ἀκήκοεν Ἀγαμέμνονος “ἐγὼ δʼ ἦρχον χαλεπαίνων” (Il. 2. 378).

188. πρὸς δαίμονος] κατά· ὡς ὁρκίζοντές φαμεν ‘πρὸς Διός.’