Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

113. * θυμὸν —δαμάσαντες] τὸ αἴτιον τοῦ πάθους διὰ τῆς μεταφορᾶς ἐδήλωσεν.

115. κῆρα δʼ ἐγώ] γενναία ἡ ὑπομονὴ τῆς εἱμαρμένης. ἐμφαν- [*](B-) τικὸν δὲ καὶ τὸ “δέξομαι,” οἷον προθύμως ὑποστήσομαι. ἐντεῦθεν εἴληπται τὸ “ἄγου δέ μʼ, ὦ Ζεῦ καὶ σύ γʼ, ἡ Πεπρωμένη, ὅποι ποθʼ ὑμῖν εἰμι διατεταγμένος” (Cleanth. fr. theol. 11 Wachsm.).

117. οὐδὲ γὰρ οὐδὲ βίη] περισσὴ ἡ μία ἀπόφασις. §. καὶ ὅτι [*](B=) θνητὸς Ἡρακλῆς, πρὸς τὰ ἐν τῇ Νεκυίᾳ ἀθετούμενα (Od. 11. 611). [*](A+) §. ἁρμόζει δὲ 〈τὸ⟩ Ἡράκλειον παράδειγμα Ἀχιλλεῖ-παραμυθία γὰρ [*](A~ B-) τῶν ἐν συμφοραῖς ἡ περὶ τοὺς κρείσσους 〈ἀτυχία —πρὸς τὴν μητέρα, [*](3. supplevi ex B ‖ 4. οὐ W: ᾧ 10. γίνοιτο B ‖ ἡ δίνη A 17. δύο ὄντων τῶν π. B: δυοῖν ὄντοιν π. ‖ 20. γὰρ B: δέ ‖ 27. ἄγου δέ μʼ Cleanth.: ἄγε δή μʼ Epict. enrh. 52, ἄγοις δέ μʼ ‖ σύ γ᾿ Cleanth. Epiet.: οὐχ ‖ ὅποι Cleanth. Epict.: ὁποίτα ‖ 28. εἰμὶ Cleanth. Epict.: εἰ μὴ ‖ 31. ἁρμόζει scripsi, ἤρμοσεν coni. W: ἠρεμεῖ ‖ 31, 32. supplevi ex B)

250
ὅτι οὐδὲν παράδοξον πείσεται, τὰ αὐτὰ Διὶ πάσχουσα περὶ 〈τὸν⟩ παῖδα.

[*](A~B=)

121. κείσομʼ, ἐπεί κε θάνω] ἡ μὲν Θέτις ἀπεῖργε τῆς ἐξόδου διὰ τὸν θάνατον, ὃ δὲ δαιμονίως ἀντέθηκεν ὅτι τῶν τετελευτηκότων ἴδιον ἡ ἀργία καὶ τὸ ἄπρσκτον καὶ τὸ κεῖσθαι. τίς οὖν χρεία καὶ ἐν τῷ ζῆν τὴν ἀπραξίαν τοῦ θανάτου μιμεῖσθαι;

[*](B=)

122. καί τινα Τρωιάδων] ἤδη ὑπʼ ὄψιν λαμβάνει τὰ ἀκολουθή- σοντα τοῖς πολεμίοις δεινά, ὥσπερ ἐμπιμπλάμενος τῆς ἐκ τῶν πολε- μίων τιμωρίας διὰ τῆς ἐλπίδος.

[*](A~B-)

125. γνοῖεν δʼ, ὡς δὴ δηρὸν ἐγὼ πολέμοιο πέπαυμαι] δώδεκα μὲν 〈ἡμέρας⟩ ἡ ἐκδημία τῶν θεῶν, τρεῖς δὲ ἐν ταῖς παρατάξεσιν· τὸν δὲ ὀλίγον χρόνον πολὺν ἡγεῖται διὰ τὸ “ποθέεσκεν ἀυτήν τε πόλεμόν τε” (Il. 1. 492). ἀλλὰ καὶ ὁ ποιητής φησι “δηρὸν δὲ μάχης ἐπέπαυτʼ ἀλεγεινῆς” (Il. 19. 46), οὐ πρὸς τὰς τρεῖς ἡμέρας, ἀλλὰ πρὸς τὴν ποικιλίαν τῶν συμφορῶν ἀφορῶν.

[*](A=)

* γνοῖεν] ἵνα γνοῖεν.

[*](B-)

126. μηδέ μʼ ἔρυκε] τὸν πλείω λόγον αὐτῆς περιτέμνει ὡς ἐμπο- δίζοντα τῇ σπουδῇ. ἔστι δὲ ὅμοιον 〈τὸ⟩ Πινδάρου (Ol. 1. 84), “ἀλλʼ ἐμοὶ μὲν ἄεθλος οὗτος ὑποκείσεται·” ὅλος δὲ ὢν πρὸς τῇ ἐκδικίᾳ τοῦ φίλου οὐδὲ ἐπιλογίζεται τὸ κατὰ τὰ ὅπλα, ὅτι ἄπορος αὐτῷ νῦν ἡ ἔξοδος.

[*](A~ B=)

129. τειρομένοις ἑτάροισιν] γενναῖον καὶ τῆς Θέτιδος τὸ ἦθος, ἐν δευτέρῳ τιθεμένης τὴν ἰδίαν συμφορὰν τῆς τοῦ παιδὸς εὐκλείας καὶ ἐπαινούσης τὸν ὑπὲρ τῶν φίλων κίνδυνον, ὃς λυπεῖν ἔμελλε τὴν μητέρα.

130. ἔντεα— Τρώεσ〈σ〉ιν ἔχονται] ὑπὸ Τρώων.

[*](B–)

131. χάλκεα] κεχαλκευμένα· καὶ τὸν χρυσοχόον γὰρ χαλκέα καλεῖ “ἦλθε δὲ χαλκεὺς ὅπλʼ ἐν χερσὶν ἔχων χαλκήια—οἷσίν τε χρυσὸν εἰργάζετο” (Od. 3. 432, 5) καὶ “ἣν ἄρα χαλκεὺς Ἥφαιστος” 〈ἐ〉ποίησεν (Il. 15. 309).

136. νεῦμαι] ὡς “διογενεῦς” (Il. 9. 106). Ὀδυσεῦς δὲ λαβὼν [*](B=)κύσε χεῖῤ ἐπὶ καρπῷ” (Od. 24. 398). §. ἐπαγγέλλεται δὲ εἰδυῖα Ἥφαιστον 〈ὄντα) ἄριστον δημιουργὸν καὶ χάριτας εἰδότα αὐτῇ πολλάς.

[*](10. πολ. μοχοίμην δ. ‖ 11. supplevi ex B ‖ 12. ποθέεσκε δʼ codd. Il. ‖ 18. ὄμοιος coni. Bekker ‖ suppl. W ‖ 19. οὖτος ἄεθλος Pindari codd. ‖ 30. διογενεὺς, cf. schol. AD ad Il.9.106 ‖ Ὀδυσσεὺς ‖ 31, 32. Ἥ. τὸν ἄρ. B)
251

141. ὀψόμεναί τε γέροντα] νόμους τίθεται παισὶ συνεῖναι γονεῦσι [*](B=) καὶ ὑπὲρ τῆς ἀπουσίας, ὅτε χωρισθεῖεν, ἀπολογεῖσθαι· τοῦτο γὰρ δηλοῖ τὸ “καί οἱ πάντʼ ἀγορεύσατε” (142).

143. αἴ κε θέλῃσιν] πρὸς μὲν τὸν Ἀχιλλέα διωρίσατο, ὅτι πάντως [*](A–B=) οἴσει ὅπλα παῤ Ἡφαίστου, πρὸς δὲ τὰς ἀδελφὰς ἀμφιβόλως· φορτικὸν γὰρ ἦν πρὸς ὁμοτίμους θρασύτερον διαλέγεσθαι, ὥσπερ ἐπιτάττειν μέλλουσαν τῷ Ἡφαίστῳ.

145. αἳ δʼ ὑπὸ κῦμα] αἱ διαιρέσεις θαυμασταί· αἲ μὲν τάδε [*](B-) ἔπραττον, ἡ δὲ Θέτις ἀπῄει πρὸς τὸν Ἥφαιστον, οἱ δὲ Ἀχαιοὶ ἐν τοιούτοις ἦσαν. καὶ ἐπιφέρει πάλιν τὰ κατὰ τὴν μάχην.

148. αὐτὰρ Ἀχαιοὶ θεσπεσίῳ] τὸ διάκενον τῆς πορείας Θέτιδος [*](B=) ποικίλλει ταῖς περὶ Πάτροκλον πράξεσιν.

ἄλλως: αὐτὰρ Ἀχαιοί] δαιμονίως ἀναλαμβάνει, ἀφʼ ὧν ἀπέλιπεν. [*](B-) ἦν δὲ ταῦτα τὰ ἔπη “πολλὰ—τεύχεα καλὰ πέσον περί τʼ ἀμφί τε τάφρον φευγόντων” (Il. 17. 760).

151. οὐδέ κε Πάτροκλον] τοῖς μὲν ἀκροαταῖς ἐν ἐλπίδι ἦν ἐξειλ- [*](B=) κύσθαι Πάτροκλον, ὃ δὲ πάλιν ἐπιταράττει τὴν διάνοιαν, ἵνα ἐπὶ τὸ ἀκμαιότατον προαγαγὼν τὴν ἀγωνίαν πιθανὴν ποιήσηται καὶ τὴν Ἀχιλλέως ἔξοδον.

158. ἔμπεδον] ἀπὸ τῶν ἐν τῷ πέδῳ οἰκοδομῶν ἤτοι φυτῶν.

[*](B=)

160. * μέγα ἰάχων] πρὸς κατάπληξιν τῶν πολεμίων.

[*](B=)

161. λέοντα] παντάπασιν εἴκασται, λέοντι μὲν ὁ Ἕκτωρ, ὁ δὲ [*](B=) νεκρὸς σώματι ζῴου, ἄψυχον ἀψύχῳ, οἱ δὲ Αἴαντες ποιμέσιν. ἐπιτέταται δὲ τῇ πείνῃ ὁ λέων.

168. κρύβδα Διός] διὰ τί “κρύβδα Διός;” καὶ μήν φησι [*](B-) “μίσησεν δʼ ἄρα μιν δηίων κυσὶ κύρμα γενέσθαι” (Il. 17. 272). ἀλλʼ ἐπεὶ ὑπέσχετο Ἕκτορι ἀριστεύσειν ἕως ἑσπέρας, προανίστησιν Ἀχιλλέα λάθρα Διός· εἰκὸς δὲ μετὰ τὴν ἔξοδον ἐπιστῆσαι Δία· ὅθεν φησὶν “ἔπρηξας καὶ ἔπειτα” (357).