Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

171. Πατρόκλῳ ἐπάμυνον] Ἀρίσταρχος “Πατρόκλου” κατὰ [*](A+) γενικήν· καὶ λείπει ἡ περί.

176. κεφαλὴν δέ ἑ] πάντα ὑπὲρ παροξυσμοῦ προστίθησιν· [*](B=) οἶδε γὰρ προεντεταλμένον αὐτὸν ὑπὸ Θέτιδος μὴ ἐξιέναι.

179. Τρῳῇσι κυσίν] δαιμονίως διέτεμε τὴν αἰκίαν, καὶ τὸ μὲν [*](B=) [*](5. οἴσοι B ‖ 12. Πάτροκλον Bekker: Πατρόκλου ut B ‖ 16. ἀ. ἐλπὶς B ‖ 24. ἐπείγεται δὲ κοὶ B, ἐπιτέτακται δὲ ‖ 24. post λέων suppl. W 〈καὶ ὁ Ἕκτωρ τῆ φιλοτιμία⟩ ‖ 27. ἀριστεύειν B)

252
ἐν τῇ διηγήσει ἐξήνεγκεν, ὅτι ἀνασταυρῶσαι τὴν κεφαλὴν βούλεται Ἕκτωρ, τὸ δὲ ἐν τῇ προτροπῇ κατάκειται, ὅτι ἀνόσιον ὑπὸ κυνῶν αἰκισθέντα περιιδεῖν τὸν Πάτροκλον.

[*](B=)

180. * σοὶ λώβη] ὡς φιλεταίρῳ καὶ πρακτικῷ.

[*](B=)

182. τίς γάρ σε θεῶν—ἧκεν] ἀναγκαίως γνῶναι βούλεται, εἰ τῆς κελευσάσης μένειν ἀξιοπιστότερός ἐστιν ὁ προστάσσων ἐξιέναι.

[*](B=)

185. οὐδʼ εἶδε Κρονίδης] δεόντως καὶ τοῦτο, ἵνα ἐπισπεύσῃ τὴν ἔξοδον, πρὶν μαθεῖν τὸν Δία.

[*](B=)

188. πῶς γὰρ ἴω] θαυμαστοὶ οἱ διάλογοι ἐν συντόμῳ τὰς ἐρωτήσεις περιέχοντες· ἔδει γὰρ καὶ τὴν ἀπορίαν τῶν ὅπλων καὶ τὰ παρὰ τῆς μητρὸς ἀντιθεῖναι.

[*](AB+)

191. παροισέμεν] Ἀρίσταρχος ἀναστρέφει τὴν πρόθεσιν πρὸς τὸ μὴ ἀμφιβάλλεσθαι τὸν λόγον, καίτοι τῶν συναλειφομένων μὴ ἀνα- στρεφομένων. ἐπείσθη δὲ καὶ ἡ παράδοσις Ἀριστάρχῳ.

[*](AB+)

192. ἄλλου δʼ οὔ τευ οἶδα—τεύχεα] φασὶν Αὐτομέδοντα φο- ρεῖν τὰ Πατρόκλου, ὅπως δόξῃ εἶναι Πάτροκλος. καὶ μείζονα μὲν 〈ἂν〉 ἁρμοσθεῖεν ἥσσονι, οὐ μέντοι τὸ ἀνάπαλιν· ὥστε οὐκ ἠδύνατο τοῖς Αὐτομέδοντος ὁπλισθῆναι Ἀχιλλεύς. ἢ τῷ μεγέθει ἴσα, ἀσθενῆ δὲ τὰ τοῦ Αὐτομέδοντος. διὸ οὐχ ἥρμοττεν Ἀχιλλεῖ προπη- δῶντι εἰς πάντα κίνδυνον.

[*](B=)

194. ἔλπομαι] λείπει τὸ ὅτι· ἀλλὰ ἔλπομαι, ὅτι καὶ αὐτὸς ἐν πρώτοισιν ὁμιλεῖ.

[*](A=)

198. αὔτως] Ζηνόδοτος “αὐτός,” ἀντὶ τοῦ ψιλῶς ‘δίχα ὅπλω.’

204. ὤμοις ἰφθίμοισι] ἀξιοπρεπὴς ἡ τερατεία καὶ μείζων τῆς 〈ἐπὶ⟩ Διομήδους (Il. 5. 122), εἴγε τὴν οἰκείαν αἰγίδα περιτίθησιν αὐτῷ· Ἀχιλλεὺς δὲ οὐ γινώσκει τὴν ἐνέργειαν τῆς θεοῦ.

206. *ἐς δʼ αὐτοῦ] “αὐτοῦ” τοῦ νέφους.

[*](A+ B-)

207. ὡς δʼ ὅτε καπνός] Ἀρίσταρχος “ὡς δʼ ὅτε πῦρ ἐπὶ πόντον ἀριπρεπὲς αἰθέρʼ ἵκηται·” καὶ γὰρ ἄτοπόν φησι πῦρ εἰκάζεσθαι καπνῷ· οἳ δὲ καπνὸν τὸ πῦρ φασιν ἐκ τοῦ παρεπομένου, ὡς 〈τὸ⟩ “κάπνισ- 〈σ〉άν τε κατὰ κλισίας” (Il. 2. 399). οἳ δὲ διὰ τὸ πλεῖον ὑψοῦσθαι τὸν καπνὸν τοῦ πυρὸς καὶ μάλιστα ἡμέρας ὁρᾶσθαι. καλῶς δὲ ἀπὸ πολέμου ἡ εἰκὼν καὶ νησιωτῶν, οἷς ἄπορος ἡ φυγή, πόρρω τε ἀπῳκισμένοι μεγάλων καὶ συνεχῶν πυρσῶν δέονται· οὐδενὸς δὲ [*](3. αἰκισθέντα pr. postea in margine ut B: antea ἑλκυσθέντα scripserat ‖ 9. πῶς τʼ ἄῤ B ‖ 15. ἀλλʼ οὐδὲ τευ ‖ 16. δόξῃ Π. εἷναι B: δόξειεν εἶναι Π. ‖ 1·7. supplevi: ἴσως add. B ‖ 18. ἢ B: εἰ ‖ 30. supplevi ex B )

253
ἐπιπροσθοῦντος διὰ τοῦ πελάγους φανήσονται· μετὰ δὲ δύσιν ἡλίου (210) οὐκ ἀμαυρωθήσονται ὑπὸ τοῦ δυνατωτάτου πυρός· ἀλλʼ οὐδὲ νὺξ βαθεῖα ὑπόκειται, ἵνα μὴ ὑπὸ τοῦ σκότους κρύπτηται ὁ καπνός.

209. *Ἄρηι] ὑπὸ τοῦ Ἄρεος.

[*](A=)

210. * ἄστεος ἐκ σφετέρου] Ζηνόδοτος “ἄστυ περὶ σφέτερον.”

[*](A=)

211. * πυρσοί τε φλεγέθουσιν] καὶ Πίνδαρος “αἰθόμενον πῦρ τε διαπρέπει νυκτί” (Ol. 1. 1, 2).

213. *Ἄρεως] Ἀρίσταρχος “Ἄρεω” ἀπὸ τοῦ Ἄρεως.

[*](A=)

215. * ἀπὸ τείχεος] ἄπωθεν τοῦ τείχους.

[*](A=)

216. μητρὸς δὲ—ὠπίζετʼ ἐφετμήν] ἐτρέπετο τῷ λογισμῷ ἐπὶ [*](B=) τὴν ἐντολὴν τῆς μητρός.