Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

84. τὰ μὲν Πηλῆι] δεινὸν αὐτῷ δοκεῖ λάφυρον γενέσθαι πολε- μίων κτῆμα πατρὸς καὶ δῶρα θεῶν. κινεῖται δὲ καὶ τῷ τοῦ Ἕκτορος φθόνῳ· πρὸς τοῦτον γὰρ φιλότιμος Ἀχιλλεύς· ἅμα δέ, ἐπεὶ καὶ ἐν χρείᾳ αὐτῶν καθέστηκεν· διὸ πολυλογεῖ περὶ αὐτῶν.

[*](B=)

86. ὡς ὄφελες] φιλομήτωρ ὁ εὐχομενος μὴ γενέσθαι, ὅπως μὴ γεγονὼς λυπήσῃ τὴν μητέρα.

[*](B-)

αὖθι—ναίειν] “αὖθι” ἀναφορικῶς, ἐκεῖ ἐν τῷ τόπῳ τῶν Νηρῄδων, ὡς καὶ ὁ Κάλχας “πολεμίξομεν αὖθι” (Il. 2. 238) ἀντὶ τοῦ ἐκεῖ ἐν Τροίᾳ.

87. *ἀγαγέσθαι] ὡς τὸ “λελαβέσθαι (Od. 4. 388).

[*](1. ῥήγνυτο κῦμα ‖ 4. ω B: ο ‖ 8. περιπαθὲς B: περισενθὲς ‖ 9. κ. δʼ ἄρα κ., cf. Od. 19. 417 ‖ 11. ἢ μὲν ‖ 13. suppl. W ex A ‖ 16. ἡσύχια μηδὲ B ‖ 25, 26. πολεμίῳ B ‖ 28. αὐτῶν B: αὐτόν )
247

88. καὶ σοὶ πένθος] ἠθικὸν καὶ βιωφελές· εἰώθαμεν γὰρ λέγειν ὡς [*](B=) αἴτιοί 〈ἐσμεν⟩ τῶν κακῶν τοῖς φίλοις.

89. παιδὸς ἀποφθιμένοιο] συμφορὰν ἑαυτὸν τῇ τεκούσῃ γεγενῆ- [*](B=) σθαι ὁμολογῶν ἔλεον ἑαυτῷ θηρᾶται.

92. πρῶτος ἐμῷ ὑπὸ δουρί] ἔδει ‘πρότερος·’ δύο γάρ εἰσιν.[*](B=) §. ἐμφαντικῶς δὲ ἄγαν πάντα μὲν ὁμοῦ συνήγαγε τὰ κεφάλαια, οὐ [*](B=) μετʼ ἄλλους δὲ ἐπιθυμεῖν φησι τῆς Ἕκτορρς ἀναιρέσεως, ἀλλὰ πρῶτον ἐκεῖνον ἀναιρεῖν.

*πρῶτος] ἀντὶ τοῦ πρότερος.

ὑπὸ δουρί] τὴν “υπό” οἳ μὲν συντάσσοντες τῷ “δουρί” ὀρθοτο- [*](B=) νοῦσιν, οἳ δὲ τῷ “ ἐμῷ” ἀναστρέφουσιν.

* ἀπὸ θυμὸν ὀλέσσῃ] τὴν μὲν “ ἀπό” οὐκ ἀναστρεπτέον· ἔστι γὰρ [*](B=) ‘ἀπολέσῃ.’

93. * Πατρόκλοιο δʼ ἕλωρα—ἀποτίσῃ] ὑπὲρ ὧν εἵλκυσεν, ἵνα [*](B=) ἑλκυσθῇ.

95. ὠκύμορος δή μοι] περιπαθῶς ἀνεβόησεν ἀποτρέπουσα τῆς [*](B=) ἐξόδου τὸν Ἀχιλλέα.

96. αὐτίκα γάρ τοι] περιπαθὲς καὶ τοῦτο, τὴν αὐτὴν εἶναι προθεσ- [*](B=) μίαν Ἀχιλλεῖ τῆς τε τοῦ ἐχθροῦ τιμωρίας καὶ τῆς αὐτοῦ μεταλλαγῆς.

98. αὐτίκα τεθναίην] διὰ 〈τί⟩ τὸν Ἀχιλλέα οὕτως ἀνώμαλον [*](B-) πεποίηκεν, ὅς γε ὅτε ἔζη τεθνάναι ἐβούλετο, τεθνεὼς δὲ ζῆν, “βουλοί- μην κʼ ἐπάρουρος ἐών” (Od. 11. 488); ἢ οὔτε τὸ τεθνάναι διʼ αὑτὸ αἱρεῖσθαι φαίνεται οὔτε 〈τὸ⟩ ζῆν, ἀλλὰ μόνα τὰ καλὰ ἔργα, καὶ ὅπως πράττῃ ταῦτα. ἵνα μὲν οὖν βοηθήσῃ τῷ Πατρόκλῳ, “αὐτίκα τεθναίην” φησίν, ἵνα δὲ τῷ πατρί, ζῆν ἐθέλει. ὥστε καλῶν ἔργων προκειμένων ὁ φιλόκαλος καὶ ζῶν τεθνάναι αἱρήσεται, εἰ μέλλοι καλόν τι πράξειν ἀποθανών, καὶ τεθνεὼς ἀναβιώσασθαι, εἰ μέλλοι τῶν κατʼ ἀρετήν τι πράξειν ἀναζήσας.

ἄλλως: αὐτίκα τεθναίην] καλὸν πρὸς φιλεταιρίαν, εἴγε τοσούτοις [*](B=) μὴ πεισθεὶς δώροις δίχα τούτων καὶ θάνατον αἱρεῖται ὑπὲρ φίλου.

ἄλλως: αὐτίκα τεθναίην] τῷ αὐτῷ ὀνόματι χρησάμενος, ᾧ καὶ ἡ [*](B=) Θέτις, τὸν διʼ ἀρετὴν καταφρονοῦντα θανάτου ἐνέφηνεν.

[*](2. supplevi ex B ‖ 13. ἀπολέσει ‖ 15. ἀνθελκυσθῇ B ‖ ‖ 21. suppl. sec. ‖ 24. supplevi ex B ‖ 28. πράξειν W: πρᾶξαι ut B ‖ καὶ W: ἢ ‖ τε- θνεὼς Eust.: βεβαίως ‖ ἀναβιώσασθαι Eust., -ώσκεσθι coni. W: -ώσεσθαι ‖ 29. πρᾶξαι B ‖ 32. ᾦ B: ὡς)
248
[*](B-)

100. ἐμεῖο δʼ ἔδησεν] ὡς τὸ “ἦ μάλα πολλὸν ἀποιχομένου Ὀδυσῆος δεύῃ” (Od. 1. 253). καὶ Σοφοκλῆς (Tract. 1175) “δεῖ σʼ αὖ γενέσθαι τῷδέ γʼ ἀνδρὶ σύμμαχον. §. ὅτι εἴωθε τῷ “ἐκεί” (101) μὴ ἐπαγαγεῖν ἀνταπόδοσιν.

[*](B=)

ἄλλως: ἔδησεν] ἐδέησεν. §. “ἀρῆς” δὲ τῆς βλάβης, ὡς τὸ [*](A+ B=)“Μέντορ, ἄμυνον ἀρήν” (Od. 22. 208). ἐμοῦ γάρ, φησίν, ἐδέησε τῷ Πατρόκλῳ, ὥστε με βοηθὸν τῆς βλάβης γενέσθαι. §. περι- [*](A=)σπαστέον δὲ τὸ “δῆσεν.” τὸ γὰρ ε τοῦ “δέ” ἐστίν.

[*](A+ B=)

ἀρῆς ἀλκτῆρα] τινὲς “Ἄρεω” τοῦ πολέμου ἀπὸ τοῦ Ἄρεως· καὶ ἔστιν ὁ λόγος τοιοῦτος· ἐμοῦ δὲ ἐδέησε τὸ ἀλεξητῆρα γενέσθαι τοῦ Ἄρεος, καθʼ ὃν ἀπώλετο ὁ Πάτροκλος.

[*](A+ B-)

101. νῦν δʼ, ἐπεί] τὸ ἑξῆς· νῦν δʼ ἐπεὶ οὐ νέομαί γε, εἶμι, ὄφρα φίλης κεφαλῆς ὀλετῆρα κιχείω, ὡς καὶ “Ἕκτορ, ἐπεί με κατʼ αἶσαν ἐνείκεσας —νῦν αὖτʼ εἴ μʼ ἐθέλεις” (Il. 3. 59, 67), τὰ δὲ ἄλλα διὰ μέσου. οἳ δὲ οὕτως· ἐπεὶ νόστου ἐστέρημαι, οὐδὲ τοῦτο ἐγένετο μοι τὸ ἐπαρκέσαι τῷ φίλῳ καὶ τοῖς ἄλλοις Ἕλλησιν 〈τοῖς ἀναιρεθεῖσιν⟩ ὑπὸ Ἕκτορος κατὰ τὸν τῆς μήνιδος χρόνον.

[*](A=)

102. * γενόμην φάος] τοῦτο κατʼ ἰδίαν.

[*](B=)

104. ἄχθος ἀρούρης] “ἄχθος” διὰ τὴν ἀπραξίαν· 〈δηλοῖ δʼ ἅμα⟩ τὸ μέγεθος τοῦ ἥρωος, εἴγε ἡ πάντα φέρουσα γῆ αὐτὸν οὐ φέρει.

[*](A~B-)

105. τοῖος ἐών] ἔθος τοῖς παλαιοῖς ἐγκωμιάζειν ἑαυτούς, ὡς πρὸς Φαίακας Ὀδυσσεὺς (Od. 8. 179) καὶ πρὸς Λυκάονα Ἀχιλλεύς (Il. 21. 108). νῦν δὲ αὔξων ἑαυτὸν ἑαυτοῦ κατηγορίαν φησίν, ὅτι καὶ τοιοῦτος ὢν οὐκ ἐπήμυνεν· τὸ δὲ τῶν λόγων ἑκὼν παρεχώρησεν· ὅτι γὰρ ῥήτωρ, μαρτυρεῖ ἡ ῥαψῳδία· ἀλλὰ τῷ διελεῖν τὸν ἔπαινον ἀπελύσατο τὸν φθόνον.

[*](B=)

ἄλλως: τοῖος ἐών] ἐπὶ τοῖς προφανέσι πλεονεκτήμασιν ἀνεμέ- σητον τὸ ἑαυτὸν ἐγκωμιάζειν.

[*](A+)

107. ὣς ἔρις ἔκ τε θεῶν] Ἡράκλειτος (fr. 43 Byw.) σύγχυσιν αὐτὸν εὔχεσθαι ἁπάντων φησίν· κατὰ γὰρ ἐναντίωσιν τὰ πάντα συνέχεσθαι. ἀλλὰ τὴν ἐπὶ τὸ χεῖρον ἄγουσαν ἔριν νῦν φησιν. ἄλλως τε δοτέον τοῦτο, φλεγμαίνοντος τοῦ πάθους.

[*](B =)

108. πολύφρονά περ] ἀπολογία αὕτη Ἀχιλλέως, 〈ὅτι⟩ καὶ [*](1. ἦ δὴ πολλὸν codd. Od. ‖ 2. Ὀδυσσῆος δεύει 1 3. σʼ οὖ Sophoclis codd.: σοῦ ‖ τῷ δέγε ‖ 5. ἐδέησε lemma ‖ 9. ἄρεω A. Eust.: ἄρεος ‖ ἄρεως A Eust.: ὀάρεος 19. suppl. W, cf. Eust. ‖ 20. τοῦ μεγέθους B, cI. Eust. ‖ εἴγε ἡ B, cf. Eust.: ἤ τε ‖ 22. Ἀχιλλέως ‖ 31. συνέχεσθαι W. cf. A Eust.: -εται ‖ 33. supplevi ex B )

249
περὶ τοὺς ἄγαν φρονίμους τὸ πάθος συμβαίνει. §. χαλεπῆναι δὲ εἰς [*](B=) χαλεπότητα ἀχθῆναι.

109. μέλιτος καταλειβομένοιο] τοῦ ἐν τοῖς μελισ〈σ〉ουργείοις [*](B=) καταστάζοντος, ἢ οὗ τοσοῦτο συμβέβηκεν.

110. ἀέξεται ἠύτε καπνός] θυμός ἐστι ζέσις τοῦ περὶ καρδίαν [*](AB-) αἵματος διὰ ὄρεξιν ἀντιλυπήσεως. τοῦτον δὲ τὸν ὅρον πρῶτος Ὅμη- ρος παρέδωκεν· καπνὸν γὰρ τὸ πῦρ φησι, “κάπνι〈σ〉σάν τε κατὰ κλισίας” (Il. 2. 399) καὶ ὡς δʼ ὅτε καπνὸς ἰὼν ἐξ ἄστεος αἰθέῤ ἵκηται” (207)· ἄτοπον γὰρ λαμπούσῃ φλογὶ καπνὸν εἰκάζειν. ζέσις δὲ οὐκ ἂν χωρὶς πυρώσεως γένοιτο. ἡδονὴ δὲ παρέπεται τοῖς ὀργιζο- μένοις διὰ τὸ σπεύδειν ἀμύνασθαι τὸν ἀντίπαλον.

111. ἐμὲ νῦν ἐχόλωσεν] ἡρέμα παραπολογεῖται ὑπὲρ ἑαυτοῦ, ὅτι [*](B=) ἄλλος αἴτιος τῆς ὀργῆς κατέστη.

112. ἀλλὰ τὰ μὲν προτετύχθαι] ἤδη τινὰ μετάνοιαν ἴσχειν [*](B=) φησίν. ὅρα μέντοι τὴν ὑπερβολὴν τῆς ὀργῆς· τὸ γὰρ “ἀχνύμενοί περ” τοιοῦτόν ἐστι, καίπερ ἠδικημένοι καὶ δικαίως ἂν ἐπʼ αὐτοῖς ἐπὶ πλεῖον μηνίσαντες. οὐκοῦν δύο ὄντων τῶν παθῶν περὶ τὴν ψυχὴν Ἀχιλλέως, ὀργῆς καὶ λύπης, θάτερον κεκράτηκεν. καὶ τὸ ἐπιφερό- μενον τοιοῦτόν τι ὑποβάλλει, ὅτι ὑπὸ μείζονος ἀνάγκης κρατηθῆναι δεῖ τὴν ὀργήν· πάντων γὰρ μεῖζον τὸ ἐπὶ τῷ Πατρόκλῳ πάθος· διὸ δεῖ τὴν μῆνιν ἀπορρίψαντα τιμωρήσασθαι τοὺς πολεμίους. §. “θυμόν” [*](B=) (113) δὲ τὸ θυμικὸν πάθος, τὴν ὀργήν.