Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

35. ἄκουσε δέ] προκατασκευὴ τῆς μεγαλοφωνίας Ἀχιλλέως· “τρὶς [*](1. supplevi ex B ‖ 3. τὰ ἴχνη B ‖ 13. ἱρωστί Apollonius iu Bekkeri Anecd. II. p. 572, 15: ἡρωιστί ut A ‖ 14. ταχέως τινὲς ὡστί: correxi cf. Apollonium l. c. ‖ δεῖ δὲ ‖ 17. supplevi ex B ‖ 23. Ἀχιλλῆος ‖ 26, 27. ἀποδειροτομήσῃ B, ἀπεδειροτόμοσεν ‖ 27. φασὶ B: φησὶ ‖ 28. ἐπιχέειν ut B ‖ 30. Ἀ. ἀπομήσειε A: ἀποτμἡσειε)

245
μὲν 〈ἀπὸ⟩ τάφρου μεγάλʼ ἴαχε δῖος Ἀχιλλεύς, τρὶς δὲ κυκήθησαν Τρῶες” (228, 9). συνετῶς δὲ οἰμώξαντα μόνον αὐτὸν παρεισάγει· λόγον γὰρ οἰκεῖον εὑρέσθαι οὐκ ἐνῆν εὐθέως τηλικαύτῃ συμφορᾷ πεπληγότι.

37. *κώκυσεν] θρηνητικὸν ἀνεφθέγξατο.

[*](B=)

38. Νηρηίδες ἦσαν] ἐντεῦθεν πλανηθέντες οἱ περὶ Ἡσίοδον (Th. 244) Νηρέως ἀνέγραψαν θυγατέρας [καὶ Θέτιν], τοῦ ποιητοῦ παρὰ τὸ νεῖν τὴν λέξιν ποιησαμένου, ὅθεν καὶ νῆσος καὶ ναρὸν τὸ ῥευστικόν. ἦσαν δὲ Πρωτέως, φησίν (Od. 4. 365), ἢ Φόρκυνος (Od. 1. 72)· οὗτοι γὰρ γέροντες εἰνάλιοι παρὰ τῷ ποιητῇ· καὶ “ὀψόμεναί τε γέρονθʼ ἅλιον” (141).

44. Δεξαμένη τε] τινὲς ὀξυτόνως διὰ τὸ Δεξαμενός. τί οὖν εἴποιεν [*](B=) ἐπὶ τοῦ Δαναός Δανάη κολωνός κολώνη;

50. *ἀργύφεον] παρὰ τὸ ἀργόν.

51. πεπλήγοντο] ἐκπληκτικὸν τοσαῦται θεαὶ κοπτόμεναι περὶ τὴν Θέτιν θρηνοῦσαν (cf. schol. v. 31).

53. * εἴδετε] διὰ μέτρον συνέστειλεν.

[*](A-)

57. θρέψασα] ὅτι 〈οὐκ〉 ἐχωρίσθη Πηλέως, καὶ “τὸν δʼ οὐχ [*](A+) ὑποδέξομαι αὖτις” (59).

γουνῷ ἀλῳῆς] γουνόν τινες τὸ γεώλοφον, ὃ καὶ τῶν καταιγίδων [*](A~B=) ἀπήλλακται καὶ 〈ταῖς πραείαις⟩ αὔραις αὔξει τὰ φυτά.

59. τὸν δʼ οὐχ ὑποδέξομαι] οὐκοῦν δεινότερα τῶν θνητῶν πέπονθεν [*](B=) ἡ Θέτις· κεκέρδηκε γὰρ ἐκ τῆς ἰδίας φύσεως τὸ πρὸ πολλοῦ λυπεῖσθαι καὶ πενθεῖν τὸν υἱόν, προειδυῖα τὴν τελευτήν.

63. * ἴδοιμι] συντύχοιμι· καὶ ἐν Ὀδυσσείᾳ (9. 229) “ὄφῤ [*](B+) αὐτόν τε ἴδοιμι.”

64. ὅττι μιν ἵκετο πένθος] ἀντὶ τοῦ ὅπερ.

ἀπὸ πτολέμοιο μένοντα] οὐκ ἀναστρεπτέον τὴν “ἀπό·” τότε γὰρ [*](A+ B-) οὐκ ἀναστρέφεται, ὅτε δηλοῦσα τὸ ἄπωθεν συντάσσεται γενικῇ μὴ πιπτουσῶν μεταξὺ ἄλλων λέξεων· “ἀπὸ ἧς ἀλόχοιο” (Il. 2. 292), “ἀπὸ πατρίδος, ἄνδρα κατακτάς” (Il. 13. 696), “ἀπὸ τείχεος ὀρνύμεν Ἕκτωρ” (Il. 9. 353). μὴ πιπτουσῶν δὲ μεταξὺ ἄλλων λέξεων διὰ τὸ “ἄπο πλυνοί εἰσι πόληος” (Od. 6. 40) 〈προσέθηκα⟩. ἐνθάδε γὰρ ἀναστρέφεται ἡ “ἀπό.”

[*](1. supplevi ex B ‖ 6. inclusa delet W ‖ 6, 7. παρατονεῖν ‖ 9. ποιη- τῇ W: Ποσειδῶνι ‖ 13. π. τὸν ἄργυφον, cf. Et. M. s. v. ‖ 16. schol. ad v. 52 scriptum ‖ 17. supplevi ex A ‖ 19. τὸ B: τὸν ‖ 20. supplevi ex B ‖ 32. πόληος B: πόλιος ‖ 33. supplevi ex A: πρόσκειται addit B )
246

67. κῦμα—ῥήγνυτο] τὴν ἐνέργειαν ἐσήμανεν, ὡς καὶ ἐπὶ Ποσει- δῶνος (Il. 13. 27). οὐκ ἀνθηρογραφεῖ δὲ διὰ τὸ κατηφές.

[*](AB=)

68. ἐπισχερώ] ὀξύνεται. τοῦτο δὲ σεσημείωται, καὶ τὸ ἰώ· οὐδὲν γὰρ εἰς ω λῆγον ἐπίρρημα ὀξύνεται, εἰ μὴ τὰ δύο ταῦτα.

[*](B=)

* ἐπισχερώ] ἐφεξῆς.

[*](B=)

71. κωκύσασα] πάλιν κωκύει θεασαμένη τὴν κατάστασιν τοῦ παιδὸς καὶ ὑπʼ αὐτῆς τῆς ὄψεως κινηθεῖσα.

[*](B-)

κάρη λάβε] περιπαθὲς τὸ σχῆμα· οὐ γὰρ φιλοφρονεῖται, ὡς Πηνελόπη “κύσ〈σ〉ε δέ μιν κεφαλήν” (Od. 16. 15).

[*](B-)

75. εὔχεο] κατὰ τὸ λεληθός· ἢ ἐπεί φησι “πολλὰ δὲ μητρὶ φίλῃ ἠρήσατο” (Il. 1. 351)· καὶ αὐτὸς “ἦ μὲν δή ποτʼ ἐμεῦ πάρος ἔκλυες (Il. 16. 236).

[*](A+)

76. ἀλήμεναι] ὅλος 〈ὁ〉 σχηματισμὸς τοῦ ἀλῆναι ψιλοῦται.

[*](B=)

77. ἀεκήλια] ἃ ἄκοντες πάσχομεν, ὅ ἐστι δυσχερῆ. §. Ἀρίσταρ- [*](A+ B=)χος δὲ “ἀεκήλια” τὰ ἀναγκάζοντα αὐτοὺς σιωπᾶν. ἢ παρὰ τὸ ἕκηλος ‘οὐχ ἡσυχαῖα οὐδʼ εἰρηναῖα.’

[*](B=)

80. ἀλλὰ τί μοι τῶν ἦδος] ὑπερβολὴ φιλίας, ὅτι οὐδὲν αὐτὸν ἥδει ὡς ἡ ζωὴ τοῦ φίλου.

[*](B=)

82. *ἶσον ἐμῇ κεφαλῇ] Πυθαγόρ〈ε〉ιοι “τί ἐστι φίλος; ἄλλος ἐγώ.”

[*](B=)

τὸν ἀπώλεσα] περιπαθῶς πάνυ ὡς ἐπὶ κτήματος μεγάλου τοῦ φίλου.

83. *ἀπέδυσε] τινὲς “ἀπέλυσε” διὰ τὸ “λῦσε δέ οἱ θώρηκα” (Il. 16. 804).

[*](B=)