Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

458. υἱεῖ ἐμʼ 〈ὠκυμόρῳ⟩] ἄνευ τοῦ ι τὸ “ἐμῷ·” ἐκτέθλιπται γάρ. [*](B=)ἀκυμόρῳ] ἔλεον ἐκίνησε πρὸς ὀλιγοχρόνιον χρῆσιν αἰτουμένη τὴν χάριν τῷ υίῷ.

[*](A+ B=)

460. καὶ θώρηχ᾿· ὃ γὰρ ἦν οἱ] τινὲς ἐπὶ τοῦ θώρακος τὸ “ὅ·” ἀλλὰ πάντα ἀπώλεσε, καὶ οὐκ ἂν περὶ τῆς ἀπωλείας μόνον ἐπὶ τοῦ θώρακος εἶπεν. οἳ δὲ ἐπὶ τοῦ “ἑταῖρος,” καὶ λείπειν ‘ταῦτα.ʼ

[*](B-)

τινὲς δέ, “ἃ γὰρ ἦν οἱ” ὅπλα. §. πῶς δὲ ξίφος οὐκ αἰτεῖ; τινὲς οὖν φασιν ξίφος Νηρέα παῤ Ἡφαίστου ἔχοντα δοῦναι Θέτιδι, τὴν δὲ Ἀχιλλεῖ. ἢ ὅτι καὶ ἄλλα εἶχε ἰσοπαλῆ τῷ ἀπολομένῳ.

[*](B-)

463. μή τοι ταῦτα] τὰ περὶ τῶν ὅπλων, περὶ ὧν νῦν διαλέγεται· ταῦτα γὰρ ὑπάρξει, ὅσα ἐστὶν ἐπὶ τῷ Ἡφαίστῳ.

[*](B=)

464. αἳ γάρ μιν] εὔχρηστον ἦθος εὐχομένου δύνασθαι πρὸς ἀπόδοσιν χάριτος οὐ μόνον τὰ αἰτηθέντα 〈ποιεῖν⟩, ἀλλὰ περὶ ὧν ἀδύνατός ἐστιν.

[*](B=)

466. παρέσσεται] παῤ αὐτῷ ἔσται. §. ἑτοίμως δὲ ἐπαγγέλλεται, [*](B=)οὐ τόπον, οὐ χρόνον προβαλλόμενος. καὶ ἣ μὲν ὡς δεομένη μακρη- γορεῖ, ὃ δὲ οὐ λόγων αὐτῇ δευτέρων καιρὸν δίδωσι τῇ σπουδῇ, ἐπειδὴ ἄτοπον ἦν ἐν τῇ ἐξόδῳ σπεύδοντος Ἀχιλλέως διηγεῖσθαι περὶ τῶν ὅπλων, καὶ ἵνα μὴ τὸν τῆς νυκτὸς καιρὸν ἀναλώσῃ τῇ ὁπλοποίᾳ.

[*](A+)

* παρέσσεται] οἱ περὶ Ἀριστοφάνην “παρέξομαι.”

470. χοάνοισιν] ἄδηλον τὸ γένος· λέγει δὲ ‘ τοῖς ἀγγείοις, εἰς ἃ τήκεται ὁ χαλκός,ʼ ἅπερ ἐστὶ παῤ ἡμῖν πήλινα.

ἐείκοσι πᾶσαι ἐφύσων] δηλονότι αὐτόμαται· εἰ δὲ ἔμψυχα αὐτοῦ τὰ ἔργα, διὰ τί χρὴ ἀπιστεῖν περὶ τῶν κατασκευαζομένων;

[*](A+)

ἐείκοσι πᾶσαι] τὸ “πᾶσαι” συνήθως παρέλκει ὁ ποιητής.

[*](A+)

471. εὔπρηστον] παρὰ τὸ ἔπρησεν. τινὲς δὲ “εὔπρηκτον.”

[*](B=)

472. ἄλλοτε μὲν σπεύδοντι] κεκράτηκεν ἀρρήτου πράγματος, ὅτι εἰ σπεύδοι Ἥφαιστος καὶ αὗται ἠπείγοντο καὶ τεχνικῶς ἐφύσων. καὶ τὸ “παντοίην” (471) οὖν τοιοῦτόν ἐστιν, ποτὲ μὲν ἐπηρμένην ἀυτμὴν ποτὲ δὲ σύμμετρον.

σπεύδοντι] σπεύδειν ὁμοίως ἡμῖν (cf. p. 261, 29).

[*](B-)

474. ἀτειρέα] κοινὸν καὶ ἐπὶ τοῦ κασ〈σ〉ιτέρου τὸ “ἀτειρέα,” [*](1. ἐμῷ in lemmate ‖ 6. ἵνα λίπῃ τ. B ‖ 13. supplevi ex B ‖ 14. ἀδυνάτως ἔχει B ‖ post lineam 22 lemma ἐείκοσι πᾶσαι sine scholio scrip- tum spatio circa 36 litteris relicto ‖ 26. τὸ ἔπρεσε ‖ εὔπρηκτον A: ἔκπρηστον ‖ 27. ἀρρήτου B: ἀρίστου 28. ἔσπευδε B ‖ αὐταὶ B ‖ 31. σπεύδειν W: -δε)

271
εἴγε ἡ κνημὶς ἐξ αὐτοῦ, καὶ βάλλεται ὑπὸ τοῦ Ἀγήνορος καὶ οὐκ εἴκει (Il. 21. 592).

ἄλλως: ἀτειρέα] τῶν γὰρ ἄλλων χωνευομένων ἐλαυνόμενος αὐτὸς [*](B=) πολὺν εἰς τὸ δημιουργηθῆναι 〈τῷ τεχνίτῃ παρέχει κόπον〉.

476. θῆκεν ἐν ἀκμοθέτῳ] δαιμονίως τὸν πλάστην αὐτὸς διέπλασεν, [*](B-) ὥσπερ ἐπὶ σκηνῆς ἐκκυκλήσας καὶ δείξας ἡμῖν ἐν φανερῷ τὸ ἐργασ- τήριον. μεγάλην δὲ σφῦραν ἔλαβεν· οὔπω γὰρ τοῦ λεπτουργεῖν καιρός, ἀλλὰ πρῶτον ἐξελάσαι τὴν ὕλην, εἰς δὲ τὸ τορεύειν ἄλλοις χρῆται ἐργαλείοις 〈οἷς⟩ καὶ τὰς πόρπας ἐποίει.

477. ῥαιστῆρα κρατερήν] Ζηνόδοτος “κρατερόν.”

[*](A=)

479. πάντοσε] ἔδει ‘πάντοθεν’ εἰπεῖν. §. γὰρ“αὐτὰ〈ρ⟩ ἐν αὐτῷ” (481).

480. τρίπλακα] τρίπτυχον.

[*](B=)

μαρμαρέην] διὰ τὸν ἐπικεχυμένον Ὠδκεανόν. §. τινές φασι τὰς [*](B=) μὲν βοείας εἰκότως δεῖσθαι πολλῶν πτυχῶν.

483. γαῖαν ἔτευξ〈ε⟩] “γαῖαν·” λείπειν φασὶ τὸ ‘ὡς,’ ὃ παῤ αὐτὰ τὰ στοιχεῖα ἀπέθετο.

Ἀγαλλὶς ἡ Κερκυραία φησὶ πιθανῶς, ὡς Ἥφαιστος, Ἐριχθονίου [*](A+) πατὴρ ὤν, τὴν ἀρχαιογονίαν τῆς Ἀττικῆς ἐγκατέγραψε τῇ ἀσπίδι. γῆν μέν, ὅτι αὐτόχθονες 〈οἱ Ἀθηναῖοι⟩· οὐρανόν, πρὸς ὃν συνεστήσαντο τὴν πολιτείαν (Aristot. fr. 385)· θάλασσαν (483), ἐφʼ ἧς οἰκοῦσι δύο πόλεις, Ἐλευσῖνα καὶ Ἀττικήν. καὶ γάμος μὲν (cf. 491 sqq.) Ἀθήνησι πρῶτον εὕρηται ὑπὸ Κέκροπος, ὅθεν καὶ διφυᾶ φησιν αὐτὸν λέγεσθαι ὁ Χάραξ, ὅτι τὸ ἐκ δύο φύεσθαι διʼ αὐτὸν πρῶτον ἔγνωσαν ἄνθρωποι· διὸ τὸ ξένον αἱ γυναῖκες ἱστάμεναι ἐθαύμαζον (496). καὶ δίκη φονικὴ ἐκεῖ πρῶτον περὶ Ἁλιρροθίου (cf. 497 sqq.). περὶ Ἐλευ- σῖνα δὲ δύο στρατοὶ Φόρβαντος ἐξ Ἀκαρνανίας καὶ Εὐμόλπου ἐκ Θρᾴκης (cf. 509 sqq.). προεστήκασι δʼ Ἄρης μὲν ἀπολυθεὶς τοῦ φόνου, Ἀθηνᾶ δὲ ὡς πολιάς. εἰ δέ φησιν “ἄλλον ζῳὸν ἔχουσα νεούτατον, ἄλλον ἄουτον, ἄλλον τεθνειῶτα” (536)· οὗτοι γὰρ ἀπέθανον· ἀπὸ τῶν Ἐλευσινίων Ἰμμάραδος ὁ Εὐμόλπου, Κλυτίος ὁ Ἀγριόπου [*](1. εἴγε ἡ Bekker: ᾕ τε ἡ ‖ 4. πολὺν B: πολλῆς ‖ supplevi ex B ‖ 9. suppl. W ‖ 10. κρατερὸν etiam textus ‖ 11. pertinere ultima ad ea quae post πτυχῶν l. 15 desunt censet ‖ 14. post Ὠκ. add. sec. ὂς κυκλοῖ πᾶσαν χθόνα ‖ 15. cf. ad. l. 1: 16, 17. corrupta ‖ 18. in mar- gine ἱστορία ‖ Ἀγαλλὶς ἡ -α Ath. l 14 d: Ἀγαλλίας ὁ -ος AD Eust., Δαλὶς ἡ -α ‖ 20. γῆν Bekker: τὴν ‖ αὐτόχθονές pr. ‖ 23. δἐ post εὕρ. del. W 24. ὅτι τοὺς δύο φύντας διʼ, cf. Eust. ‖ 26. φονικὴ Bekter: φοινικὴ ‖ 28. -σι δʼ W; -σιν ‖ 29. ζωὸν ‖ 31. ἀπὸ W: ὑπὸ)

272
τοῦ Κύκλωπος, Ἔγρεμος 〈ὁ⟩ Εὐρυνόμου τῶν μετὰ Φόρβαντος. καὶ ἄροτρον (542) δὲ πρῶτος Ἐπιμενίδης ὃ καὶ Βουζύγης ἔζευξεν (Aristot. fr. 386). “τρίπολον” δὲ τὴν ἄρουράν φησιν, ἐπεὶ Τριπτόλεμος πρῶτος ἔσπειρε σῖτον, ὃν βασιλέα (556) φησίν. ἐν δέ τισιν ἐγράφετο μετὰ τὸν “ἤμων ὀξείας δρεπάνας” (551) “καρπὸν Ἐλευσινίης Δημήτερος ἀγλα- οδώρου.” καὶ βοῦν φησι θύεσθαι (559)· ἐκεῖσε γὰρ πρῶτος ἔθυσε βοῦν ναύλων φυγαδευθεὶς 〈διʼ αὐτό⟩. οἶνόν τε Ἰκάριος εὗρεν (cf. 561). ὁ δὲ χορὸς (590) ὁ πεμφθεὶς μετὰ Θησέως ἐπὶ Κρήτην. §. συμβουλευτικὰ δέ ἐστι πάντα. ἡ γὰρ εἰρηνευομένη πόλις ὑπονοεῖν παρέχει Τρωσίν, ὅσων ἂν ἀπέλαυσαν ἀγαθῶν, εἰ εἰρήνευον, ἡ δὲ πολεμουμένη τὴν διχόνοιαν αὐτῶν· κἀκεῖ γὰρ οἳ μὲν τὰ Πάριδος, οἳ δὲ τὰ Ἀντήνορος ἐφρόνουν. καὶ οἱ μὲν περὶ Διονύσιόν φασιν αὐτοκίνητα αὐτὰ εἶναι ὡς τοὺς τρίποδας (373), οἱ δὲ περὶ Ἀριστόνικον 〈οὐ⟩ συντίθενται, ἐπεὶ μή εἰσι παρὰ θεοῖς. τί οὖν οἱ κύνες Ἀλκινόου (Od. 7. 91); τοῦτο πλάσμα ἦν. ἀλλὰ καὶ τοῦτο πλάσμα· δίδονται γοῦν τῷ ναυαγεῖν μέλλοντι Ὀδυσσεῖ (Od. 5. 351). 〈οὐκ⟩ ἄρα ἄτρωτα τὰ Ἡφαιστό- τευκτα—καὶ πῶς οὐκ ἄτοπον τοὺς μὲν θεοὺς τιτρώσκεσθαι, τὰ δὲ ἔργα αὐτῶν μή; —οὐ γὰρ ἂν ἐδέησε πεντάπτυχον ποιῆσαι τὴν ἀσπίδα.

484. ἠέλιόν τʼ ἀκάμαντα] τινὲς μέγαν· “ὡς δʼ ὅτε σῦν ἀκά- μαντα” (Il. 16. 823).

[*](B=)

σελήνην τε πλήθουσαν] τινέςποτε πλήθουσαν, ὡς “ὐκομοςΝιόβη” (Il. 24.602). οἳ δὲ φυσικοὶ ἀεί φασι τὸ ἡμισφαίριον αὐτῆς τὸ προστετραμ- μένον πλήθειν, εἰ καὶ μὴ φαίνεται ἡμῖν. οἳ δὲ τὴν πληρωτικὴν σωμάτων, κογχυλίων τε καὶ δένδρων καὶ ποταμῶν καὶ θαλάσσης καὶ τῶν ἄλλων. ἥ τʼ αὐτοῦ στρέφεται] ὅτι κυκλοτερής ἐστιν ὁ οὐρανός, δηλοῖ τὸ “στρέφεται” ὡς καὶ τὸ “ἐστεφάνωται” (485).

[*](B=)

ἄλλως: τʼ αὐτοῦ στρέφεται καί τʼ Ὠρίωνα δοκεύει] ἅμα μὲν χαριέν- τως ὡς κυνηγόν, ἅμα δὲ ὅτι καὶ τὴν αὐτὴν κίνησιν αὐτῷ ποιεῖται, ὥς που φησὶν ὁ Ἄρατος (226) “ὅς ῥα τε καὶ μήκιστα διωκόμενος περὶ κύκλα οὐδὲν ἀφαυρότερον τροχάει Κυνοσουρίδος Ἄρκτου” (226, 7). οὐκ ὀνομάζει δὲ τὴν ἄλλην, ἐπεὶ τῶν ἐπιφανεστέρων μέμνηται. §. τινὲς δέ φασιν ἀ〈ντὶ τοῦ〉 ‘καὶ 〈ἥ〉,’ ἵν᾿ ᾖ ‘καὶ Κυνόσουρα·’ αὕτη γὰρ “μειοτέρῃ— πᾶσα περιστρέφεται στροφάλιγγι”” (Arat. 43). [*](1. τῶν W: τοῦ ‖ 2. Ἐπιμενίδης Aristot.: ἐκεῖ Μαίνιδος ‖ 4. φασίν ‖ ἐγράφετο Bekker: ἔγραφε ‖ 7. suppl. W; cf. Androt. fr. 13 ‖ 8. συμβουλευτικὰ Bekker, συμβολικὸ coni. W: συμβουλευτικὸς ‖ 12. αὐτοκίνητα ex Eust. p. 1148: αὐτοὶ ἴνʼ ᾖ τὰ ‖ 13. συντιθέντες ‖ 16. suppl. W ‖ δὲ post ἄρα omisi ‖ 22. αὐτῆς B: αὑτοῖς ‖ 22, 23. ἀεὶ post πρ. omisi ut B ‖ 24. τῶν εἄλλων B: Ὠκειινοῦ ‖ 28, 29. ὥσπερ B ‖ 31. ἐπειδὴ B, ἐπὶ ‖ μέμνηται B: μεμνῆσθαι ‖ 32. ἄκαι: suppl. W)

273
ἀλλὰ πρῶτα μὲν ἄμφω ἅμαξαι ὀνομάζονται, ὡς καὶ Ἄρατος (27) “ἀτὰρ καλέονται ἅμαξαι.” ἄλλως τε ὅτε τὸ “τέ” ὑποτάσσει ὁ ποιητὴς τῷ ἄρθρῳ, οὐ σημαίνει “καί.” “ὅν τε καὶ ὑψόθ᾿ ἐόντα” (Il. 17. 676). “ὅν τε κύνʼ Ὠλρίωνος” (Il. 22. 29). “ἥ τε κατʼ αἰγίλιπος πέτρης” (Il. 9. 15). “ἥ τ᾿ ἀνὰ νῶτα θέουσα” (Il. 13. 547). οἳ δὲ τὸ “Ἄρκτον” ἀντὶ πληθυντικοῦ, ὡς τὸ “θήγει δέ τε λευκὸν ὀδόντα” (Hes. Scut. 388).

489. οἴη δʼ ἄμμορος] τὸ “οἴη” οὐκ ἔχει τὴν σύγκρισιν πρὸς [*](A~ B+) ἅπαντα τὰ ζῴδια, ἀλλὰ πρὸς μόνα τὰ ἐντετυπωμένα τῇ ἀσπίδι.

490. ἐν δὲ δύω ποίησε πόλεις] ἐπὶ τὰ ἐπίγεια φέρεται. διοικου- [*](B-) μένου δὲ τοῦ βίου πολέμῳ καὶ εἰρήνῃ τὰ ἐν ἀμφοτέροις τοῖς καιροῖς συμβαίνοντα πρὸς ἐκλογὴν τοῦ ἀμείνονος παραβέβληται· ἐπειδὴ δὲ ἡ μὲν Ἰλιὰς ὄψιν εἶχε πολέμου, ἀμνημόνευτος δὲ ἦν ἡ εἰρήνη, τοῦ πολέμου πρὸς ὀλίγον ἐμνήσθη—καὶ τούτου οὐκ εἶχεν ἡ Ἰλιὰς τὸν λόχον—τὸ δὲ περὶ τῶν εἰρηνικῶν ἐμήκυνεν. ἀναγκαῖον 〈δὲ⟩ τῷ βίῳ τὰ ἐναντία διδόναι πόλεμον καὶ εἰρήνην, ἡδονήν τε καὶ πόνους.

492. ὑπὸ λαμπομενάων] ἡ “ὑπό” ἀντὶ τῆς μετά. §. Ἀθήνησι [*](A+ B=) δὲ οὕτω τὰς νύμφας ἄγουσιν.

[*](A~ B=)

493. ὑμέναιος] ὕμνος ὁ ἐπὶ ὁμονοίᾳ ᾀδόμενος· ἢ παρὰ τὸ ὁμοῦ [*](A+ B=) ναίειν.

495. αὐλοί] εἰ Φρὺξ ὁ αὐλός, ἄρα τῆς ποτε εἰρηνευομένης Ἰλίου [*](B=) παράδειγμα ἡ πόλις· καὶ ὅτε γὰρ νυκτηγρετοῦσι Τρῶες, αὐλοῦσι (Il. 10. 13), παρὰ δὲ Ἕλλησιν οὐδαμοῦ αὐλός.

βοὴν ἔχον] οὐχ ὡς ἀποτελο〈υ〉μένου ἤχου τινός, ἀλλʼ ὅσον τὰ [*](B=) εἴδωλα ὡς αὐλοῦντα καὶ κιθαρίζοντα 〈ἦν⟩.