Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

410. ἦ, καὶ ἀπʼ ἀκμοθέτοιο πέλωρ αἴητον ἀνέστη] καλῶς θεὸν διαγράφων θαῦμά τι αὐτὸν εἶναι μέγα φησίν· ἔστιν οὖν “τέρας μέγα.”

[*](A+ B-)

τὸ γὰρ πέλωρ” ἐπὶ μεγέθους τάσσεται. §. τὸ δὲ “αἴητον” Ἡρωδιανὸς σχηματίζει παρὰ τὸ εἰμί ἐτόν ἄητον αἴητον τὸ μέγα καὶ ἀνύπαρκτον καὶ παρὰ μηδενὶ ὄν· οἳ δὲ ὡρμημένον, παρὰ τὸ “δίχα δέ σφιν ἐνὶ φρεσὶ θυμὸν ἄητο” (Il. 21. 386)· τινὲς δὲ ‘ἀετηδὸν χωλεῦον,ʼ ἐπεὶ τὰ γαμψώνυχα τῶν ὀρνέων χωλεύει· οἳ δὲ παρὰ τὸ αἴθω, τὸ πυρῶδες.

[*](AB=)

* ἀκμοθέτοιο] τοῦ πρὸς τῷ ἀκμοθέτῳ ἔργου.

[*](B=)

411. * ἁραιαί] λεπταί· εἰ δὲ ψιλῶς, βεβλαμμέναι.

413. λάρνακα] 〈τοῦ〉το Ἑλληνικόν· τὸ δὲ ἀντίπηξ δωρικὸν καὶ [γαζοφυλάκιον] ἀρτάβη Περσικόν.

414. * σπόγγῳ—ἀπεμόργνυ] ἵνα εὐπρεπῶς συντύχῃ.

[*](B=)

415. αὐχένα τε στιβαρόν] ἄνωθεν γὰρ παχεῖς εἰσιν οἱ τὰ κάτω μέρη πεπηρωμένοι.

[*](B=)

λαχνήεντα] ἡ γὰρ πυρώδης οὐσία καὶ ἐν ἡμῖν αἰτία τῆς τῶν τριχῶν ἐκφύσεως.

[*](B=)

410. χιτῶνα] ὡς ἐργάτης, οὐ φᾶρος.

[*](A+)

〈ἕλε δὲ〉σκῆπτρον παχύ] ὡς χωλός· ἢ ὅτι δίχα ὕλης οὐ σῴζεται πῦρ.

418. χρύσεια] καὶ τοῦτο πάλιν προπαρασκευὴ εἰς τὴν ὁπλοποιίαν, ὅτι καὶ τὰς θεραπαίνας εἶχεν ὑφʼ ἑαυτοῦ δεδη- [*](4. ἀπορρήτῳ φ. μή τι πάθοι coni. ‖ 7. supplevi ex Et. M. p. 413, 24 ‖ 8. ὃ pro τὸ coni. Bekker ‖ ζώιον Et. M. l. c., ζωίων coni. Bekker: ζῶον ‖ ἔκτηται Bekker: κέκτηται ‖ 10. εὔθετα B ‖ 12, 13. καὶ θεὸν δια- γράφει ‖ 15. ἀνυπέρβλητον B ‖ 17. ὁ αἰετηδὸν B ‖ χωλεύων ut B ‖ 18. ante χωλεύει add. sec ἐπὶ τῆς γῆς πησσομένων (?) τῶν ὀνύχων ‖ 21. δωρικὸν Heyne: δῶρον ‖ 22. delet W ‖ 23. ἀπομόργνυ sec. in rasura ‖ 27. τριχῶν scripsi, cf. B: φυτῶν ‖ 30. ταῦτα)

269
μιουργημένας· ἀξιοπίστως δὲ τὸ “ἐστί” (419) καὶ “ἴσασιν” (420)· ὡς γὰρ πεπεισμένος καὶ παρηκολουθηκὼς ἐκφέρει ταῦτα.

*οἶδεν ἄρα καὶ ἀνδριαντοπλαστικήν.

420. *ἔργ᾿ ἴσασιν] τὰ τῆς ταλασιουργίας.

421. * ὕπαιθα] ἔμπροσθεν.

ἔρρων] ἐπαχθῶς διὰ τὴν χώλωσιν βαδίζων.

[*](A-)

426. αὔδα ὅτι φρονέεις] οὐκοῦν καὶ αὐτὸς τοῦτο ἐπισημαίνεται [*](B=) τὸ χρείαν τινὸς ἔχουσαν ἥκειν τὴν Θέτιν τῷ πρόσθεν οὐκ εἰωθυῖαν τοῦτο πράσσειν,

429. ἦ ἄρα δή τις ὅσαι θεαί] ἐμιμήσατο ἦθος θηλειῶν, οὐ περὶ [*](B-) ὧν ἠρώτηται ἀποκρινομένη ἀλλὰ περὶ ὧν ἐλυπεῖτο· καὶ οὐδὲ ταῖς εὐεργεσίαις ἐμαρτύρησε λέγουσα “ναὶ δὴ ταῦτά γε ⟨—κατὰ μοῖραν ἔειπες” Od. 20. 37 al.⟩.

432. ἐκ μέν 〈μ᾿ ⟩ ἀλλάων] ἔοικεν ἀγνοεῖν τὰ περὶ Ψαμάθης ὁ ποιητής (cf. Hes. Th. 1004).

ἀνδρὶ δάμασ〈σ〉εν] καὶ πῶς φησιν Ἥρα “καὶ ἀνδρὶ πόρον παρα- [*](B-) κοιτιν” (Il. 24. 60); ἢ ὅτι τῶν συμβαινόντων τῷ Διὶ τὴν αἰτίαν ἀναφέρουσιν ὡς ἄρχοντι· ἢ κατὰ τὴν νέαν ἱστορίαν, ὅτι αὐτὸς αὐτῇ αἴτιος γέγονε τοῦ γάμου.

433. ἔτλην] οἰκεία ἡ λέξις ἐπὶ τῆς ἀκούσης.

434. πολλὰ μάλ〈α⟩] ἐντεῦθεν οἱ νεώτεροι τὰς μεταμορφώσεις [*](A-) αὐτῆς φασιν· ἔστιν οὖν ‘ ἐπὶ πολὺ οὐ θέλουσα.’

γήραϊ—ἀρημένος] βεβλαμμένος τῇ ταπεινώσει τοῦ γήρως.

[*](B=)

435. ἄλλα δέ μοι νῦν] ἀπὸ κοινοῦ τὸ “ἐκ πασέων Κρονίδης Ζεὺς [*](B-) ἄλγεʼ ἔδωκεν” (431).

437. ἔξοχον ἡρώων] κατὰ τοῦτο γὰρ ζητεῖ, ὅτι οὐ μόνον υἱοῦ [*](B=) ἀλλὰ καὶ ἀριστέως στερήσεται.

438. θρέψασα] οὐκοῦν τὸν Ἀχιλλέα ὁ ποιητὴς ὑπὸ τῆς μητρὸς [*](A-) τεθράφθαι φησίν.

442. ὄφρα δέ μοι ζώῃ] πάντα οὖν δεινὰ τὰ περὶ τὸν υἱόν, ὅτι καὶ [*](B=) ὠκύμορος (458) καὶ τὸν βραχὺν τοῦτον χρόνον λυπεῖται.

444. κούρην, ἣν ἄρα οἱ] ἀνακεφαλαίωσις αὕτη· κακῶς οὖν ἀθετεῖ [*](B=) Ἀρίσταρχος. πῶς γὰρ οὐκ ἄτοπον τὰ μὲν περὶ τοῦ γάμου παλαιά τε ὄντα καὶ πᾶσι δῆλα λέγειν, σιωπᾶν δὲ διʼ ὃ ἦλθεν;

457. ἱκάνομαι] ἱκετεύω. §. ἀπὸ ἐλέου δὲ ἤρξατο καὶ εἰς ἔλεον [*](B=) κατέπαυσε τὸν λόγον, οὐχ ὡς ἀπαιτοῦσα χάριν ἀλλὰ δεομένη.

[*](A~ B=)[*](1. ἐστί scripsi: εἰσί ‖ 7. ἐκ τούτου B ‖ 8. τῷ πρ. B: τὸ ‖ 12, 13. suppl. W ‖ 26. ζητεῖ corruptum)
270
[*](AB=)