Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

496. θαύμαζον] ἐθεώρουν.

[*](A+B=)

497. ἀγορῇ] ὁ τόπος ἐν ᾧ ἀγείρονται. §. ἡδονὴν δὲ διαγράψας μέτει- [*](B=) σιν ἐπὶ τοὺς 〈τὰ〉 τ〈οι〉αῦτα τηροῦντας νόμους. ἔστι δὲ ἡ στάσις [*](A~ B=) καταστοχαστική, τοῦ μὲν λέγοντος δεδωκέναι τὴν ποινήν, τοῦ δὲ ἀρ- νουμένου εἰληφέναι, ἣν παρέχοντες ἔφευγον τὸ ἔγκλημα τοῦ φόνου.

498. * ποινῆς] προστίμου· ἃ καὶ ὑποφόνια καλοῦσιν.

[*](A+ B=)[*](2. τὸ δὴ κ. cod. Ar. ‖ 4. ἥ τε κ. ‖ 10. δύο ‖ 14. τοῦτο pr.: corr. sive pr. sive sec. ‖ 15. ἐμήκυνεν Bekker: ἐμνήσθη B, μηκύνειν ‖ supplevi ex B ‖ 16. διδόναι W, cf. B: εἶναι ‖ 19. ὕμνος scripsi, cf. Et. M. s. v.: ὁμονοίας ‖ 20. ναίειν A, εὐνάζειν B: νάζειν ‖ 21. ποτὲ: τότε ut B ‖ εἰρηνευούσης B ‖ 22. νυκτηγρετοῦσι B: νυκτιγερτοῦσι ‖ 24. β. ἔχων ‖ ὅσον scripsi: οἷον ‖ 24, 25, 28. supplevi ex B ‖ 30. ποινὴν post εἰλ. del. W ‖ ἢν B: οἱ ‖ 31. ὃ καὶ ὑποφόνιον B)
274
[*](B=)

499. ὃ μὲν εὔχετο πάντʼ ἀποδοῦναι] ὃ μὲν διεβεβαιοῦτο λέγων δεδωκέναι τὸ ἀρκοῦν πρὸς ὅλον τὸ ἀδίκημα.

[*](A~)

500. δήμῳ πιφαύσκων] τοῖς περιεστῶσι τοῦ δήμου διασαφῶν.

[*](A~B=)

501. ἄμφω δʼ ἱέσθην] ἄμφω δὲ μάρτυρα παρεῖχον τῶν λεγο- μένων, καὶ ἐπὶ τούτῳ ἐτίθεντο τὸ πέρας τῆς δίκης· ἀντὶ τοῦ ‘ἤθελον ἄμφω ἐπὶ τῷ μάρτυρι τὸ πέρας τῆς δίκης γίνεσθαι.’

[*](A+ B=)

502. λαοὶ δʼ ἀμφοτέροισιν ἐπήπυον] ἐπεφώνουν ἀμφοτέρωθεν βοηθοὶ ἀμφοτέροις.

[*](A+)

ἀμφοτέροισιν 〈ἐπήπυον ἀμφὶς ἀρωγοί⟩] Ζηνόδοτος “ἀμφοτέρωθεν,” ἡ Μασσαλιωτικὴ δὲ “〈ἀμφοτέρωθεν) ἐπήπυον ἀμφὶς ἀρωγῷ.”

[*](B=)

503. οἱ δὲ γέροντες] γέροντας ἀξιοῖ δικάζειν ὡς συνέσει καὶ πολυπειρίᾳ προὔχοντας, τὸν δὲ τόπον αὐτῶν ἱερόν 〈φησιν 504〉· ὥστε εἰς τὸ θεῖον 〈ἂν⟩ ἀσεβεῖν δοκοῖεν οἵ τε παρακρίνοντες καὶ οἱ ἀπει- θοῦντες. §. ἐν δʼ Ἀρείῳ πάγῳ γέροντες δικάζουσιν.

504. ἱερῷ ἐνὶ κύκλῳ] Θέμιδος γὰρ ἱερὰ τὰ δικαστήρια.

[*](AB=)

505. ἠεροφώνων] ὧν ἡ φωνὴ μέχρι τοῦ ἐμφανοῦς ἱκνεῖται, ὃ ἐν ἄλλῳ εἶπε “φωνὴ δέ οἱ αἰθέρʼ ἵτανεν” (Il. 15. 686).

[*](B-)

ἠεροφώνων] τῶν ἀέρα φωνούντων —ἀὴρ γὰρ πεπληγμένος ἐστὶν ἡ φωνή —ἢ ἕωθεν συγκαλούντων.

[*](A~ B-)

506. τοῖσι δʼ ἔπειτα] συμπεριέφερον τὰ σκῆπτρα τοῖς λεγομένοις, ὡς καὶ οἱ δημηγοροῦντες· ὅθεν καὶ Ὀδυσσεὺς ἔδοξεν ἀμαθὴς εἶναι, ὅτε τὸ σκῆπτρον οὐκ ἐνώμα (Il. 33. 218)· οὔπω γὰρ ἀνέδην τὰς χεῖρας ἐκίνουν.

[*](A+ B=)

ἀμοιβηδίς] οὐ πάντες βουλευσάμενοι μίαν ἐξέφερον γνώμην, ἐναλλὰξ δὲ ἕκαστος τὸ δοκοῦν δίκαιον ἀπεφαίνετο. §. Ἀρίσταρχος δὲ [*](AB-)“ἀμοιβηδόν,” ὡς “κλαγγηδόν” (Il. 2. 463)· ἀντὶ τοῦ κατὰ τάξιν τῆς ἡλικίας, ὡς καὶ ἡ γερουσία Λακεδαιμονίων.

[*](A~ B=)

507. κεῖτο δʼ ἄῤ ἐν μέσσοισι] ἐπὶ δικαιοσύνην παρακαλῶν τοὺς δικαστὰς ἆθλον δικαιοκρισίας φησὶν αὐτοῖς παρὰ τῶν δικαζομένων δίδοσθαι. ἄδηλον δὲ πότερον πρὸς ἓν ἢ πρὸς δύο ἀπέθεντο, ἵνα ὁ ἡττηθεὶς δῷ τῷ δικαστῇ, πρὸς τὸ συκοφαντεῖν πολλούς. τοῦτο δὲ καλεῖται συνηγορικὸν τέλος.

[*](B=)

509. τὴν δʼ ἑτέρην πόλιν] οὕτως ἐξηγητέον· πόλιν τινὰ περικαθ- εσθέντες δύο πολεμίων στρατοὶ τὴν λείαν ἀφείλοντο. καὶ τὴν κτῆσιν δὲ διανείμασθαι ἠνάγκαζον ἐπὶ τῷ καταθέσθαι τὸν πόλεμον. [*](5. ἔθεντο B ‖ 8. ἀμφοτέροις om. B 10. supplevi ex A ‖ ἐπίπνυον A ‖ -οισιν ἐποίπνυον coni. Spitzner ‖ 18. τῶν τὸν ἀ. B, τὸν ἀ. ‖ 20. schol. scriptum ad v. 523 ‖ 21. ἀμαθ]ς pr. ‖ 30. διὰ pro πρὸς B)

275
οἱ δὲ πολῖται οὐκ ἐπείθοντο, ἀλλὰ σκοποὺς πέμψαντες ἐλόχων, ὁπότε ἥκοντα τὰ θρέμματα αὐτῶν ἐπὶ νομὴν ἀφέλοιντο τῶν πολε- μίων. καὶ δὴ τοῦτο ποιοῦσιν. οἳ δὲ τὸν θόρυβον ἀκούσαντε— ἔτυχον γὰρ περὶ τούτου σκεπτόμενοι, πότερον ἀρκεσθήσονται τῇ λείᾳ ἢ πολεμήσουσι πάλιν—ἐπιβάντες τῶν ἵππων συνῆψαν πόλεμον.

δύω στρατοί] ἢ ὁ πολιορκῶν καὶ 〈ὁ〉 πολιορκούμενος, ἢ δύο ἐπὶ [*](A+ B=) διαφόροις ἥκοντες αἰτίαις, ὁμονοήσαντες δὲ κατὰ τῆς πόλεως.

510. δίχα δέ σφιν ἥνδανε βουλή] τοῖς πολιορκοῦσιν ἐσχισμένη [*](B=) ἡ γνώμη· ἐὰν μὲν θελήσωσι διανείμασθαι τὰ κτήματα, ἀπαλλάτ- τεσθαι τῆς πολιορκίας, ἐὰν δὲ ἀπειθῶσι, πορθῆσαι τὴν πόλιν.

511. ἠὲ διαπραθέειν] ἐψύχωται ἡ γραφή, ὡς καὶ τὰ ἀφανῆ [*](B=) δηλοῦσθαι τοῖς ὁρῶσιν. §. τὸ δὲ “πάντα” πρὸς τὰ σημαινόμενα [*](B=) 〈κτήματα〉 ἀπέδωκεν.

ἢ ἄνδιχα] ἦν ἔθος, ὡς καὶ Ἕκτωρ φησὶ “μή τι κατακρύψαι, ἀλλʼ ἄνδιχα (Il. 22. 120).

513. 〈οἳ δʼ〉 οὔ πω πείθοντο] τὸ πω παρέλκει, ὡς τὸ “οὐδέ πω [*](B=) Ἀτρείδεω ὀπὸς ἔκλυον” (Il. 16. 76). οἱ πολῖται δὲ οὐκ ἐπείθοντο.

λόχῳ δʼ ὑπεθωρήσσοντο] δεῖ νοεῖν τοὺς πολεμίους ἀφῃρῆσθαι τὴν [*](B=) λείαν, ἣν λοχῶσιν οἱ πολῖται ἰδίαν οὖσαν.

514, 15. τεῖχος μέν ῥʼ ἄλοχοί τε φίλαι καὶ νήπια τέκνα ῥύατʼ [*](A+ B-) ἐφεσταότες] τινὲς εἰς τὸ “ῥύατʼ” στίζουσιν, ἢ ὃ ἔδει ἐπάγεσθαι τοῦτο ἐν μέσῳ κεῖται· ἔδει γὰρ ‘μετὰ δʼ ἀνέρες ἐφεσταότες,’ 〈ὡς〉 τὸ “εἰ δέ κʼ Ἄρης ἄρχωσι μάχης ἢ Φοῖβος Ἀπόλλων” (Il. 20. 138) καὶ “ἔνθα μὲν εἰς Ἀχέροντα Πυριφλεγέθων τε ῥέουσι Κώκυτός τε” (Od. 10. 513). πρὸς δὲ τὸ ἀρσενικὸν ἀπέδωκεν, ὡς ἐν τῷ “ μήτε τις οὖν θήλεια θεὸς τό γε μήτε τις ἄρσην—ἀλλʼ ἅμα πάντες” (Il. 8.7.8), “ἠίθεοι καὶ παρθένοι—ὀρχεῦντο—χεῖρας ἔχοντες” (593), “Κύπρις τε καὶ ἀργυρότοξος Ἀπόλλων —τοῦτον ἀνέντες” (Il. 5. 760, 1).

ἄλοχοί τε] ὁ λάτων ἐν τοῖς νόμοις (VIII c. 2 p. 829e) ἀξιοῖ [*](B=) γυμνάζεσθαι γυναῖκας τὰ πολεμικὰ παῤ Ὁμήρου μαθών. καὶ Σαυ- ροματῶν αἱ γυναῖκες τὴν αὐτὴν τοῖς ἀνδράσιν ἐνδῦσαι στολὴν πολεμοῦσιν.

[*](2. ἥκοντα W: ἥξουσι B, ἥξοντα ‖ 4. πότερον B: ὁπότερον ‖ 5. πολε- μήσουσι W: πολεμήσοιεν ‖ 6. δύο in lemmate ‖ 9. ἦν ἡ B ‖ 10. εἰ δέ ‖ 11. ἔμτυχός ἐστιν B, ἐψύχωτο ‖ 13. supplevi ex B ‖ 14. κιατακρύ- ψειν codd. Il. 18. ὑπερθωρήσσοντο ‖ 21. ἴνα B pro ἢ ‖ 22. κέηται coni. propter B Villoiso 22. suppl. W ‖ 27. ὠρχεῦντο codd. Il. ‖ 31. ἐνδυόμεναι B)
276
[*](B=)

516. οἳ δʼ ἴσαν] οἱ ἀπὸ τῆς πόλεως ἐξῄεσαν εἰς τὸν λόχον.

[*](B=)

*ὡς ἠδικημένοις συλλαμβάνουσιν οἱ θεοὶ καλοῦσιν.

[*](B=)

518. καλὼ καὶ μεγάλω] μεγάλῃ δυνάμει, οὐ μεγέθει.

*ὥς τε θεώ περ] ὡς ἄν, ὡς τὸ “ῥεῖα μάλʼ ὥς τε θεός” (Il. 3. 381).

[*](B–)

519. ὑπʼ ὀλίζονες] ἥττους τῷ μεγέθει τοῦ σώματος, ὁ δὲ Ἐπα- φρόδιτος τῇ δυνάμει. περισσὴ δὲ ἡ “ὑπό.” φασὶ δὲ Ὅμηρον τὸ ὀλίγος οὐδέποτε ἐπʼ ἀριθμοῦ τάσσειν, ἀλλʼ ἐπὶ μεγέθους· “νῦν δέ μʼ ἐὼν ὀλίγος τε καὶ οὐτιδανός” (Od. 9. 515).

[*](B=)